17
Κʹ. Παραβολαὶ κατὰ Λουκᾶν. Παροιμιῶν δὲ Λουκᾶς ἐμνήσθη τόσων· Τοῦ θέντος ἕδραν ἀσφαλῆ πέτρης ὕπερ Καὶ τοῦ παθόντος εὖ πλέον, καὶ τῷ πλέον Στέργοντος· εἶτα τοῦ σπόρου εἰς τέσσαρας Φύσεις πεσόντος γῆς· ἔπειθ' ὁδοιπόρου Λῃσταῖς πεσόντος. Εἶτ' ἀωρὶ πρὸς θύρας Ἐλθών τις αἰτεῖ, κ' οὐ πονηρὰ λαμβάνει. Ἀκάθαρτον εἶτα πνεῦμα δ' εἰσοικίζεται Ἑπτὰ ξὺν ἄλλοις. Καὶ μάτην τις ἐλπίσι Καρπῶν γέγηθεν, ἀγνοῶν οἷ στήσεται. 498 Ἐκ τῶν γάμων δ' ἥκοντι γρηγορητέον Χριστῷ, καλῶς τε τῇ θεραπείᾳ χρηστέον. Συκῆν τ' ἄκαρπον ταῖς κόπροις ἐπωφελεῖν. Νάπυ, ζύμη τε, καὶ πένητες ἐν γάμῳ. Χαρά τε δραχμῆς εὑρέσει, καὶ θρέμματος. Πατήρ τε παίδων τῷ πεσόντι συμπαθής. Εἶτ' οἰκονόμος τι τῶν χρεῶν χαρίζεται Κλέπτων προμηθῶς. Λάζαρος καὶ πλούσιος. Ἐκεῖθε χήρας ἀξίωσις εὔτονος. Εἶτ' αὖ Τελώνης, καὶ Φαρισσαίου τύφος. Καὶ μνῶν μερισμὸς, ἰσάριθμος τοῖς δέκα. Κακοὶ γεωργοὶ καὶ φονεῖς τοῦ δεσπότου. ΚΖʹ. Παραβολαὶ τῶν τεσσάρων εὐαγγελιστῶν. ∆είδω μὴ βιότοιο θεμείλιον ἐν ψαμάθοισι 499 Βαλλόμενος, ποταμοῖσι καὶ εἰν ἀνέμοισι κεδασθῶ, Ἢ σπόρος ὡς ἐπὶ γαῖαν ἰὼν ξηρὴν καὶ ἄκαρπον, Ὦκα μὲν ἀντείλαιμι, τάχιστα δὲ αὖος ἔοιμι, Ἠελίοιο βολῇσι τυπεὶς, καὶ πήμασι τυτθοῖς· Ἤ με φάγοι πετεηνὰ, καὶ ἐκθλίψειαν ἄκανθαι. Μὴ δέ μοι ὑπνώοντι κακὸν σπόρον ἐγκαταμίξῃ Ζιζανίων ἀρότης τε κακῶν, καὶ βάσκανος ἐχθρός. Μὴ δ' ἄρ' ὁμοῦ χλοάουσι βαλὼν ἐπὶ χεῖρα φυτοῖσιν Ἐσθλοῖς ἠδὲ κακοῖσι, πρὶν ἐν σταχύεσσι σταθῆναι, Σύν που ζιζανίοισι καλὸν φυτὸν ἐξολέσαιμι. Παύρων γὰρ τοιοῖσδε νοήμονα χεῖρ' ἐπιθεῖναι, Ἔνθ' ἀρετὴ κακίη τε διάνδιχα ναιετάουσαι, Ἀγχίθυροι γεγάασι, κακὸν δ' ἐπιτέλλεται ἐσθλῷ. Αἰνῶ τὸν ὀλίγον νάπυος σπόρον, ὡς ὀλίγος μὲν, ∆ενδροῦται δὲ τάχιστα, καὶ ἐς τόσον ὕψος ὁδεύει, 500 Ὥστε καὶ ὀρνίθεσσι πέλειν σκέπας ἠερίοισι. Μάργαρε τιμήει καὶ κύδιμε, σοῦ δ' ἄρ' ἔγωγε Κάλλεος ἱμείρων, μέγας ἔμπορος αἴθε γενοίμην, Πάντων δ' ὅσσα μοί ἐστι μέχρις πυμάτοιο χιτῶνος. Ὤνιον ἀντιλάβοιμι φίλον κτέαρ, ὥς κεν ἅπαντας Πλούτῳ νηκήσαιμι, πεπασμένος οἶον ἀπ' ἄλλων, Ἢ θησαυρὸν ἀγροῖο μυχοῖς ἔνι κρυπτὸν ἐόντα! Οἶδα δ' ἐγὼ καὶ κόσμον ἔσω πίπτοντα σαγήνης, Ὧ Χριστοῦ βασιλῆος ὑποδρήσσοντες ἐφετμαῖς, Ἀνθρώπων ἀλιῆες ἑὸν λίνον ἀμφὶς ἔθηκαν, Ὡς ἁλὸς ἐξερύσωσι βυθῶν, ὀπάσωσι δὲ Χριστῷ Νηχομένους πικροῖς ἐνὶ κύμασι τοῦδε βίοιο. Ἀλλ' ὁπόταν κρίνῃς ἁλίην, διὰ δ' ἄνδιχα τέμνῃς, Μή μ' ἀπὸ τῆλε βάλοις, ἀχρήϊον οἷά περ ἰχθύν· 501 Ἄγγεσι δ' ἐγκατάθειο φυλασσόμενον βασιλῆϊ. Ἐς μεγάλην δὲ Θεοῖο καλὴν ἐριθηλέ' ἀλωὴν, Ἠῷος μὲν ἔβην, καὶ πλείονα μόχθον ἀνέτλην· Μισθὸν δ' ὑστατίοισιν ἴσον, καὶ κῦδος ἔχοιμι. Τίς φθόνος, εἰ μόχθοισι πόθον Θεὸς ἀντιφερίζει; Πέμπε πατὴρ υἱῆας ἐς ἄμπελον, ὡς κομέοιεν, Τὸν πρότερον, πρότερον· ὁ δ' ἄρα πρόφρων ὑπέδεκτο, Οὐ μὴν ἐξετέλεσσε πατρὸς πόθον, ὥσπερ ὑπέστη. Αὐτὰρ ὅγ' οὐχ ὑπέδεκτο, καὶ ἐξετέλεσσεν ἐφετμὴν Ὁπλότερος. Κρείσσων μὲν ἐμοὶ, γλυκίων δὲ τοκῆϊ Ἀμφοτέρων, ὃς ἔδεκτο, καὶ ἐξετέλεσσεν ἐέλδωρ. Κληρονόμον δ' ὀλέσαιεν, ὅσοι πυρὸς, ἐκτὸς ἀλωῆς. Ἔστι γάμος, τὸν παιδὶ πατὴρ φίλος ἐσθλὸς ἀρίστῳ ∆αίνυσι καγχαλόων· τοῦδ' ἀντιάσαιμι ἔγωγε, 502 Τοῦδ' ἐγὼ ἀντιάσαιμι, καὶ ὃς φίλος ἐστὶν ἔμοιγε! Μίμνοι δ' ἔκτοθι κεῖνος, ὅτις πρὸ γάμοιο τίθησιν Ἢ ἀγρὸν, ἠὲ βοῶν ζεῦγος νέον, ἠὲ δάμαρτα. Μηδ' ἐνὶ δαιτυμόνεσσι γαμήλιον εἶδος ἔχουσιν, Εἵματ' ἔχων ῥυπόωντα, δεθεὶς χεῖράς τε πόδας τε, Νυμφῶνός τε γάμου τε, φίλων τ' ἀπὸ τῆλε πέσοιμι. Ἡνίκα δ' αἰθομέναις ἁγνῶν δεκὰς ἐν δαΐδεσσι Παρθένοι ἐγρήσσουσαι, ἀκοιμήτοις φαέεσσι Νυμφίον ἱμερόεντα Θεὸν δοκέωσιν ἄνακτα, Ὡς λαμπραὶ γανόωντι ὑπαντήσωσιν ἰόντι, Μή μ' ἐνὶ ταῖς κενεῇσι νόον, καὶ ἄφροσι θείης, Ἤδη που Χριστοῖο παρεσσομένου μογεούσαις, Μηδ' ὀλιγοδρανέον δαΐδων σέλας ὄμμασι