17
ἀγγέλου οὐσίαν δυνατὸν ἀνθρώπῳ μετὰ ἀδείας ἰδεῖν; Καὶ ἵνα μάθητε ὅτι τοῦτό ἐστιν ἀληθές, ἄνθρωπον εἰς μέσον παράξω Θεοῦ φίλον, παρρησίαν ἔχοντα πολλὴν ἐπὶ σοφίᾳ καὶ δικαιοσύνῃ καὶ ἐπὶ πολλοῖς ἑτέροις μαρτυρηθέντα κατορθώμασι, τὸν ἅγιον ∆ανιήλ, ἵνα ὅταν ἀποδείξω ἐξασθενοῦντα καὶ διαλυόμενον καὶ διασπώμενον ἐκ τῆς τοῦ ἀγγέλου παρουσίας, μηδεὶς δι' ἁμαρτήματα καὶ πονηρὸν συνειδὸς τοῦτο αὐτὸν πεπονθέναι νομίζῃ, ἀλλὰ δειχθείσης τῆς κατὰ τὴν ψυχὴν αὐτοῦ παρρησίας, ἡ τῆς φύσεως ἀσθένεια σαφῶς διελέγχηται. Οὗτος τοίνυν ὁ ∆ανιὴλ ἐνήστευσε τρεῖς ἑβδομάδας ἡμερῶν, καὶ ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγεν, οὐδὲ οἶνος καὶ κρέας οὐκ εἰσῆλθεν εἰς τὸ στόμα αὐτοῦ, οὐδὲ ἄλειμμα ἠλείψατο. Καὶ τότε εἶδε τὴν ὀπτασίαν ἐκείνην, ὅτε ἐπιτηδειοτέρα αὐτῷ ἦν ἡ ψυχὴ πρὸς τὴν τοιαύτης θεωρίας ὑποδοχήν, ὑπὸ τῆς νηστείας κουφοτέρα καὶ πνευματικωτέρα γενομένη. Καὶ τί φησιν; «Ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ ἀνὴρ ἐνδεδυμένος βαδδίν, τουτέστι στολὴν ἱεράν, καὶ ἡ ὀσφὺς αὐτοῦ περιεζωσμένη χρυσίῳ Ὠφὰζ καὶ τὸ σῶμα αὐτοῦ ὡσεὶ Θαρσεῖς, τὸ πρόσωπον αὐτοῦ ὡσεὶ ὅρασις ἀστραπῆς, οἱ ὀφθαλμοὶ αὐτοῦ ὡσεὶ λαμπάδες πυρός, οἱ βραχίονες αὐτοῦ καὶ τὰ σκέλη ὡσεὶ ὅρασις χαλκοῦ στίλβοντος, ἡ φωνὴ τῶν λόγων αὐτοῦ ὡς φωνὴ ὄχλου. Καὶ ἐγὼ μόνος εἶδον τὴν ὀπτασίαν ταύτην, καὶ οἱ μετ' ἐμοῦ οὐκ εἶδον, ἀλλ' ἔκστασις μεγάλη ἔπεσεν ἐπ' αὐτοὺς καὶ ἔφυγον ἐν φόβῳ καὶ οὐχ ὑπελείφθη ἐν ἐμοὶ ἰσχὺς καὶ ἡ δόξα μου μετεστράφη εἰς διαφθοράν.» Τί ἐστιν· «Ἡ δόξα μου μετεστράφη εἰς διαφθοράν»; Εὐπρεπὴς ἦν ὁ νεανίας· ἐπεὶ οὖν ὁ φόβος τῆς παρουσίας τοῦ ἀγγέλου, καθάπερ τοὺς ἐκπνέοντας, οὕτως αὐτὸν διέθηκε, πολλὴν κατασκεδάσας τὴν ὠχρίαν καὶ ἀναλώσας τὸ ἄνθος τῆς ὥρας καὶ δαπανήσας τὴν εὔχροιαν τῆς ἐπιφανείας ἅπασαν, διὰ τοῦτό φησι· «Μετεστράφη ἡ δόξα μου εἰς διαφθοράν.» Καθάπερ γάρ, ἡνιόχου φοβηθέντος καὶ τὰς ἡνίας ἀφέντος, ἐπ' ὄψιν οἱ ἵπποι καταφέρονται πάντες καὶ τὸ ἅρμα ὁλόκληρον περιτρέπεται, οὕτω καὶ ἐπὶ τῆς ψυχῆς συμβαίνειν εἴωθεν, ὅταν ὑπό τινος θάμβους καὶ ἀγωνίας κατέχηται· πτοουμένη γὰρ καὶ καθάπερ ἡνίας τινὰς τὰς οἰκείας ἐνεργείας συστέλλουσα ἀφ' ἑκάστου τῶν αἰσθητηρίων τοῦ σώματος, ἔρημα ἀφίησι τὰ μέλη· εἶτα ἐκεῖνα, ἐρημωθέντα τῆς κατεχούσης αὐτὰ δυνάμεως, διαπίπτει καὶ περικρούεται· ὅπερ καὶ ὁ ∆ανιὴλ ἔπαθε τότε. Τί οὖν ὁ ἄγγελος; Ἀνέστησεν αὐτὸν καί φησι· «∆ανιήλ, ἄνερ ἐπιθυμιῶν, σύνες ἐν τοῖς λόγοις τούτοις οἷς ἐγὼ λαλῶ πρὸς σὲ καὶ στῆθι ἐπὶ τῇ στάσει σου, ὅτι νῦν ἀπεστάλην πρὸς σέ.» Ὁ δὲ ἀνέστη ἔντρομος. Καὶ ἀρχομένου πάλιν πρὸς αὐτὸν διαλέγεσθαι τοῦ ἀγγέλου καὶ λέγειν ὅτι «Ἀπὸ τῆς ἡμέρας ἧς ἔδωκας τὴν καρδίαν σου κακωθῆναι ἐναντίον τοῦ Θεοῦ ἠκούσθησαν οἱ λόγοι σου, κἀγὼ ἦλθον ἐν τοῖς λόγοις σου», πάλιν κατέπεσεν ἐπὶ τὴν γῆν· ὅπερ καὶ ἐπὶ τῶν ἐκλυομένων συμβαίνει. Καθάπερ γὰρ ἐκεῖνοι διεγερθέντες καὶ εἰς ἑαυτοὺς ἐπανελθόντες καὶ διαβλέψαντες κατεχόντων ἡμῶν αὐτοὺς καὶ ῥαινόντων τὸ πρόσωπον ψυχροῖς νάμασιν, ἐν αὐταῖς ἡμῶν πολλάκις ἐκλύονται μεταξὺ ταῖς χερσίν, οὕτω καὶ ὁ προφήτης ἔπασχεν. Ἡ γὰρ ψυχὴ φοβηθεῖσα καὶ τὴν ὄψιν τῆς παρουσίας οὐ φέρουσα τοῦ συνδούλου, οὐδὲ τὸ φῶς ἐκεῖνο δυναμένη βαστάζειν ἐθορυβεῖτο, καθάπερ τινὸς ἁλύσεως τοῦ δεσμοῦ τῆς σαρκὸς ἑαυτὴν ἀπορρῆξαι ἐπειγομένη. Ἀλλ' ἐκεῖνος ἔτι κατεῖχεν. Ἀκουέτωσαν οἱ τὸν τῶν ἀγγέλων ∆εσπότην περιεργαζόμενοι. ∆ανιήλ, ὃν ᾐδέσθησαν ὀφθαλμοὶ λεόντων, ∆ανιήλ, ὁ τὰ ὑπὲρ ἄνθρωπον ἐν ἀνθρωπίνῳ σώματι δυνηθείς, συνδούλου παρουσίαν οὐκ ἤνεγκεν, ἀλλ' ἄπνους ἔκειτο. «Ἐστράφη γάρ, φησί, τὰ ἐντός μου ἐν ὁράσει μου, καὶ πνοὴ οὐχ ὑπελείφθη ἐν ἐμοί.» Οἱ δὲ τοσοῦτον τῆς ἀρετῆς ἀφεστηκότες τοῦ δικαίου αὐτὴν ὑπισχνοῦνται τὴν οὐσίαν εἰδέναι μετὰ ἀκριβείας ἁπάσης, τὴν ἀνωτάτω καὶ πρώτην καὶ τὰς μυριάδας τῶν ἀγγέλων τούτων παραγαγοῦσαν, ὧν ἕνα ὁ ∆ανιὴλ ἰδεῖν οὐκ ἴσχυσεν. Ἀλλ' ἐπαναγάγωμεν τὸν λόγον ἐπὶ τὴν προτέραν ὑπόθεσιν καὶ δείξωμεν ὅτι καὶ ταῖς ἄνω δυνάμεσιν ἀθέατός ἐστιν ὁ Θεός, καὶ ταῦτα συγκαταβαίνων. Τίνος γὰρ