17
ἐκκλίνειν, ἀλλὰ καὶ ἀποπηδᾷν ἀπὸ τῶν πονηρὰ συμβουλευόντων, καὶ μηδὲ ἐγχρονίζειν αὐτοῖς. Εἰ γὰρ τὰ φυσικὰ μεταβάλλεται πολλάκις ἡμῖν ἀπὸ κακῆς ὁμιλίας· πόσῳ μᾶλλον τὰ τῆς προαιρέσεως; Τό τε γὰρ χρῶμα κατὰ φύσιν ἡμῖν πρόσεστι, καὶ τὸ ὑγιαίνειν· ἀλλ' ἔστιν ὅτε διαφθείρεται ταῦτα ἐξ ἑτέρας ἕξεως ἐναντίας· καὶ τὸ ὀρέγεσθαι πάλιν σιτίων· καὶ τοῦτο πολλάκις ἀπωλέσαμεν ἀπὸ κακίας νοσημάτων· καὶ ἄλλα πολλὰ τοιαῦτα ἔστιν ἰδεῖν συμβαίνοντα. Εἰ δὲ τὰ τῆς φύσεως κινεῖται, πολλῷ μᾶλλον τὰ τῆς προαιρέσεως, ὅσῳ καὶ εὐκολωτέραν ἔχει τὴν ἐπὶ θάτερα μεταβολήν. Μὴ δὴ μικρὸν εἶναι νομίζωμεν τὴν τῶν κακῶν συνουσίαν εἰς βλάβην, ἀλλὰ πρὸ τῶν ἄλλων ἁπάντων φεύγωμεν τοὺς τοιούτους, κἂν γυναῖκες ὦσι, κἂν φίλοι, κἂν ὁστισοῦν. Ἐπεὶ καὶ τοὺς μεγάλους ἐκείνους τοῦτο ἀπώλεσε, Σολομῶντα λέγω καὶ Σαμψών· καὶ ἔθνος δὲ ὁλόκληρον τὸ Ἰουδαϊκὸν οὕτω διέφθαρτο. Οὐ γὰρ οὕτω θηρία πλήττειν εἴωθεν, ὡς πονηρία ἀνθρώπων. Ἐκεῖνα μὲν γὰρ φανερὸν ἔχει τὸν ἰόν· οὗτοι δὲ ἀνεπαισθήτως καὶ ἀψοφητὶ καθ' ἑκάστην ἡμέραν ἐνιᾶσι τὴν λύμην, κατὰ μικρὸν ὑποσύροντες τὸ εὔτονον τῆς ἀρετῆς. ∆ιὰ τοῦτο καὶ τὴν ἀκόλαστον ὄψιν ὁ Θεὸς ἀποτειχίζει, λέγων· Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ· διὰ τὸ εὔκολον καὶ εὐπερίστατον τῆς ἀπωλείας Σὺ δὲ, εἰ μὲν πόλιν μέλλεις οἰκεῖν, πολλὰ περὶ ἀέρων πολυπραγμονεῖς, εἰ μὴ νοσώδεις, εἰ μὴ δύσκρατοι, εἰ μὴ αὐχμηροί· ψυχῆς δὲ μέλλων ποιεῖσθαι λόγον, οὐ περιεργάζῃ τὴν συνουσίαν τῶν μελλόντων ὁμιλεῖν αὐτῇ· ἀλλ' ἁπλῶς καὶ ὡς ἔτυχε πᾶσιν αὐτὴν ἐπιτρέπεις; Καὶ ποίας τεύξῃ συγγνώμης, εἰπέ μοι, οὕτως αὐτῆς ὑπερορῶν; Πόθεν γὰρ οἴει τοὺς τὰς ἐρήμους κατειληφότας θαυμαστούς τινας καὶ λαμπροὺς γίνεσθαι; οὐκ ἐπειδὴ θορύβους καὶ ἀγορὰς φεύγουσι, καὶ τοῦ καπνοῦ τῶν ἐν τῷ μέσῳ πραγμάτων μακρὰν ἑαυτοὺς ἐσκήνωσαν; Τούτους καὶ αὐτὸς ζήλωσον, ἐπὶ μέσης πόλεως ἐρημίας διώκων. Πῶς δὲ ἔσται τοῦτο; Ἐὰν τοὺς πονηροὺς φεύγῃς, ἐὰν τοὺς ἀγαθοὺς διώκῃς. Οὕτω γὰρ πλείονα καρπώσῃ τῶν ἐν ταῖς ἐρήμοις ἀσφάλειαν, οὐκ ἐν τῇ τῶν βλαπτόντων φυγῇ μόνον, ἀλλὰ καὶ ἐν τῇ τῶν ὠφελούντων κοινωνίᾳ. Ἂν γὰρ φεύγῃς μὲν τοὺς πονηροὺς, διώκῃς δὲ τοὺς ἀγαθοὺς, ἑκατέρωθέν σοι τὰ τῆς ἀρετῆς αὐξηθήσεται, καὶ τὰ τῆς κακίας οἰχήσεται. Ἵν' οὖν τοῦτο γένηται, ταῦτα ποιῶμεν, πειθόμενοι τῷ ψαλμῳδῷ λέγοντι· Ὅτι σὺ, Κύριε, κατὰ μόνας ἐπ' ἐλπίδι κατῴκισάς με. Ἐνταῦθα δὲ καταπαύσω τὸν λόγον, ἱκανῶς, οἶμαι, τὴν λύσιν ἀποδοὺς τῶν ζητουμένων, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΕΙΣ ΤΟΝ Εʹ ΨΑΛΜΟΝ. Εἰς τὸ τέλος, ὑπὲρ κληρονομούσης, ψαλμὸς τῷ ∆αυΐδ. αʹ. Πρότερον ἴδωμεν τίς ἡ κληρονομία, καὶ εἰ αὕτη 55.61 καὶ ἡμῖν ἐπιβάλλει· ἔπειτα τὸν χρόνον καθ' ὃν δίδοται. Καὶ δὴ ἄτοπον, διαθήκης μὲν χρημάτων ὑμῖν ἀπαγγελθείσης, ὡς προσήκοντος ἡμῖν τοῦ κλήρου, περιεργάζεσθαι καὶ πολυπραγμονεῖν, καὶ τὰ γράμματα ἐπιζητεῖν, καὶ ἀργύριον καταβάλλειν, καὶ χαρτίοις προσιέναι, καὶ ἀντιγράφειν τὰ ἐγγεγραμμένα, καὶ πᾶσαν ἐπιδείκνυσθαι σπουδήν· ἐνταῦθα δὲ τῶν διαθηκῶν πνευματικῶν εἰς μέσον προκειμένων, καὶ τῶν βίβλων πασῶν ἀνεῳγμένων, ῥᾳθυμεῖν καὶ ἀναπεπτωκέναι, καὶ ταῦτα τῆς κληρονομίας οὐκ οὔσης αἰσθητῆς. Προσίωμεν τοίνυν, καὶ ἀνοίγωμεν τὰ γραμματεῖα, καὶ ἐγκύπτωμεν τοῖς ἐγγεγραμμένοις, καὶ ἴδωμεν ἐπὶ τίσιν ἡμῖν ὁ κλῆρος οὗτος καταλέλειπται, καὶ τίς ἡ τοῦ κλήρου φύσις. Οὐ γὰρ ἁπλῶς κατέλιπεν ἡμῖν τὸν κλῆρον, ἀλλ' ἐφ' αἱρέσει τινί. Ποίᾳ δὴ ταύτῃ; Ὁ ἀγαπῶν με, φησὶ, τὰς ἐντολάς μου τηρήσει. Καὶ πάλιν, Ὃς οὐκ ἄρῃ τὸν σταυρὸν αὐτοῦ, καὶ