17
θρηνῆσαι ὡς ἀσεβοῦντας, καὶ ἀλλογενεῖς εὐσεβεῖς διαμεῖναι, Ἢ τοῦτο φησὶν, ἔτι τὸ ὄνομα αὐτοῦ ἰσχυρὸν συναγαγεῖν αὐτοὺς, ἢ ὅτι ἐπ' εὐσεβείᾳ, καὶ οὐχ ἁπλῶς. Καὶ οὐ πορεύσονται ἔτι ὀπίσω τῶν ἐνθυμημάτων τῆς καρδίας αὐτῶν. Βίος ἐνάρετος ἔσται, ζωῆς δὲ οὔσης ἀρίστης, καὶ θαῤῥεῖν χρὴ περὶ τῶν μελλόντων, καὶ οὐκέτι φοβεῖσθαι. Ἡ γὰρ αἰτία ἀναιρεῖται τοῦ νοσήματος. Εἴ τις τῷ ὀνόματι τοῦ Θεοῦ συνάγεται, οὐ πορεύεται ὀπίσω τῶν ἐνθυμημάτων τῆς καρδίας αὐτοῦ τῆς πονηρᾶς. *Τουτέστιν, ἐπὶ τῆς ψυχῆς ἕξουσι τὸ γνήσιον τῆς εὐσεβείας, ὥστε καὶ αὐτὴν μόνην τὴν πόλιν ὁρῶντας, φαντάζεσθαι τὸν Θεόν. ∆υνατὸν δὲ καὶ ἐπὶ τῶν καιρῶν τοῦ Χριστοῦ αὐτὸ ἐκλαβεῖν, ὡς οὐ δεομένων ἡμῶν τῆς νομικῆς λατρείας. Ἐν ταῖς ἡμέραις ἐκείναις συνελεύσονται ὁ οἶκος τοῦ Ἰούδα ἐπὶ τὸν οἶκον Ἰσραὴλ, καὶ ἥξουσιν ἐπὶ τὸ αὐτό. Τὸ κεφάλαιον τῶν ἀγαθῶν ἡ ὁμόνοια, ἡ ἀγάπη, ἐπειδὴ καὶ τὸ κεφάλαιον τῶν κακῶν ἐντεῦθεν ἐγένετο. Καὶ ὅρα πῶς οὐκ ἄλλως αὐτὸ τέθεικεν. Οὐ γὰρ εἶπεν Ὁ οἶκος Ἰούδα ἐπὶ τὸν οἶκον Ἰσραὴλ, ἀλλ' ὃπολλῷ θαυμαστότερον ἦν, ὁ πρῶτος ἀφηνιάσας, ὁ πρῶτος ἄρξας τῆς ἔχθρας, ὁ ἀπειθὴς, ὁ σκληρὸς, αὐτὸς ἄρξει καὶ ὁμονοίας· καὶ οὐ μετὰ τὸν ἐπάνοδον, ἀλλ' ὁμοῦ ἐπανήξουσι πρὸ τῆς ἐπανόδου. Ὁρᾷς, ἀγαπητὲ, ὅσα ἀγαθὰ πεποίηκεν ἡ αἰχμαλωσία· Ἔχθραν ἀθάνατον ἔλυσε, δήμους ἀποσχισθέντας συνήγαγεν, συγγενεῖς, καὶ πολίτας ἐκπεπολεμωμένους κατήλλαξεν, ἡ φύσις καθ' ἑαυτῆς ἐφάνη μανεῖσα, γένος διεσπάσθη, τὰ τῆς πολιτείας διῃρέθη δίκαια, ταῦτα πάντα εἰργάσατο ἡ ἀδικία, ταῦτα πάντα διέλυσε, καὶ ἠφάνισεν ἡ αἰχμαλωσία. Ἀπὸ γῆς βοῤῥᾶ. Ὅρα τὸ ἀξιόπιστον. Ἀπὸ βοῤῥᾷ, πολλῷ μᾶλλον ὅτι ἀπὸ ἢ ἀπὸ τῶν ἄλλων χωρῶν· εἶτα καὶ ἀναμιμνήσκει αὐτοὺς παλαιῶν διηγημάτων. Ἣν κατεκλη 64.789 ρονόμησα τοὺς πατέρας αὐτῶν· ἐκεῖνο γὰρ ἀπιστότερον ἦν. Ὅταν μέλλῃ θαῦμα διηγεῖσθαι, ἀναμιμνήσκει τοῦ παλαιοῦ διηγήματος, ἢ θαύματος. Ἀπιστεῖς οὖν πῶς οἱ πατέρες σου συνῆλθον; πῶς κατεκληρονόμησα αὐτούς; Τὸ γὰρ θαυμαστὸν τοῦτο, τὸ πανταχοῦ τῆς γῆς σπαρέντας εἰς ἕνα τόπον συνελθεῖν. Καὶ ἐγὼ εἶπα· Γένοιτο, Κύριε· ὅτι τάξω σε εἰς τέκνα. Ὅρα τοῦ προφήτου τὸ κηδεμονικὸν, καίτοιγε οὐκ ἔμελλεν ἐκείνοις ὑποκεῖσθαι τοῖς καιροῖς, οὐδὲ αὐτόπτης ἔσεσθαι τῶν ἀγαθῶν, ἀλλ' ὡς αὐτὰ μέλλων ἀπολαύειν, οὕτω συνεύχεται. Τοῦτο διὰ μέσου, ὡς ἀπὸ τοῦ προφήτου, καὶ εὐθὺς ὡς ἐκ προσώπου τοῦ Θεοῦ, ὅτι Τάξω σε εἰς τέκνα, συνῆπται γὰρ τῇ προηγουμένων ῥητῶν ἀκολουθίᾳ. Τὸ πρῶτον ἀξίωμα ἡ πατρικὴ κληρονομία, καίτοιγε ἑαυτοὺς ἐξέβαλλον ταύτης τῆς συγγενείας. Πατέρα ἐκάλεσαν τὸν λίθον, ἀλλ' ὅμως Τάξω σε εἰς τέκνα. Ὅρα καὶ ἐπὶ τῆς Παλαιᾶς καθάπερ καὶ ἐπὶ τῆς Καινῆς, καὶ ἐκ τοῦ Θεοῦ, καὶ ἐξ ἡμῶν τὴν συγγένειαν ταύτην ἐνισταμένην, Τάξω σε εἰς τέκνα, τοῦτο τοῦ Θεοῦ· καὶ Παῦλός φησιν· Ὧν ἡ υἱοθεσία. Οὐδὲν γὰρ ἴσον ταύτης τῆς τιμῆς. Καὶ πάλιν· Ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, ὥστε διαφυλάσσειν τὴν τάξιν. Ὅταν γὰρ τάξῃ μὲν αὐτὸς, ἡμεῖς δὲ καταλείπωμεν, ἐξοστρακιζόμεθα, οὐ γὰρ ἀπολλομένου ἀπολελυμένως εἶπε, Ποιήσω σε τέκνον, ἀλλὰ, στήσω σε, εἰς ἐκείνην τὴν τάξιν καθάπερ ἐπὶ ἀξιώματος· τὸ δὲ διατηρῆσαι, ἡμέτερον. Ὁρᾷς ὅσα διῆλθεν ἀγαθά; Ποίαν αὐτοὺς ἀπαιτεῖ τὴν ἀμοιβήν; οὐδεὶς πόνος, οὐδεὶς ἱδρὼς, μέχρι προσηγορίας ἡ ἄσκησις ποῖον ἔχει κάματον; Τοῦτο γὰρ παιδὸς, τὸν Πατέρα διώκειν ἀεὶ, καὶ τύπτοντα· Οὐχ ὁρᾶτε τὰ παιδία τὰ μικρὰ κλαυθμυριζόμενα, ἐπιτιμώμενα, καὶ τοῦ κρασπέδου τῆς μητρὸς ἐχόμενα, καὶ ἐπακολουθοῦντα; Ἓν μόνον ζητοῦσι παρ' ἡμῶν, τὸ φιλεῖσθαι. *Συνῆπται τοῦτο τῷ, Καὶ ἥξουσιν ἐπὶ τὸ αὐτὸ ἀπὸ γῆς Βοῤῥᾶ, καὶ ἀπὸ πασῶν τῶν χωρῶν ἐπὶ τὴν γῆν, ἣν κατεκληρονόμησα τοὺς πατέρας αὐτῶν· Τὸ γὰρ μεταξὺ κείμενον, Καὶ ἐγὼ εἶπον, Γένοιτο, Κύριε, τοῦ προφήτου ἐστὶν ἡδομένου ἐπὶ ταῖς τοῦ Θεοῦ ἐπαγγελίαις. Λέγει δὲ, ὅτι Ἄξω ὑμᾶς εἰς τὴν γῆν τῆς ἐπαγγελίας ἐν τάξει τέκνων ἐσχηκὼς, ὥσπερ καὶ