1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

17

συμφωνοῦντα δὲ τὰ νοήματα; Ἡσαΐας φησί· Κρινεῖ ἀνάμεσον ἐθνῶν· Παῦλος δέ· Κρινεῖ κατὰ τὸ εὐαγγέλιόν μου. Καὶ ἐλέγξει λαὸν πολύν· τοὺς μαχομένους καὶ παραβαίνοντας. Καὶ τοῦτο δηλῶν ὁ Χριστὸς ἔλεγεν· Οὐκ ἐγὼ κρινῶ ὑμᾶς, ἀλλ' ὁ λόγος, ὃν ἐλάλησα, ἐκεῖνος κρινεῖ ὑμᾶς. Καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα. Καὶ οὐ λήψεται ἔθνος ἐπ' ἔθνος μάχαιραν καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν. Οὐκ ἠρκέσθη σημείοις τοῖς προτέροις ὁ προφήτης. Πολλὴ γὰρ τῆς ἀληθείας ἡ περιουσία. ∆ιὰ τοῦτο καὶ ἕτερον τίθησι γνώρισμα τῆς Καινῆς ∆ιαθήκης κατὰ τὴν οἰκουμένην λάμπον ἅπασαν. Τί δὲ τοῦτό ἐστιν; Εἰρήνη καὶ πολέμων ἀναίρεσις. Ὅταν γὰρ ταῦτα γένηται, φησί, τοσαύτη λήψεται εὐνομία τὴν οἰκουμένην, ὡς καὶ αὐτὰ τὰ ὅπλα τὰ πολεμικὰ εἰς γεωργικὰ χαλκεύεσθαι ὄργανα· ὅπερ ἐπὶ τῶν καιρῶν τῶν Ἰουδαίων οὐκ ἄν τις ἴδοι γεγενημένον, ἀλλὰ τοὐναντίον ἅπαν. Οὐ γὰρ διέλειπον ἅπαντα τῆς πολιτείας αὐτῶν τὸν καιρὸν πολεμοῦντες καὶ πολεμούμενοι, καὶ διὰ μακροῦ καὶ δι' ὀλίγου τῶν πολεμίων αὐτοὺς ἐπιόντων. Καὶ γὰρ οἱ ἐκ γειτόνων οἰκοῦντες, μᾶλλον δὲ καὶ οἱ ἐν αὐτῇ τῇ Παλαιστίνῃ χαλεπὰ πράγματα παρέσχον αὐτοῖς πολλάκις καὶ [περὶ] τὸν ἔσχατον ἐπεκρέμασαν κίνδυνον.

2.5 Καὶ ταῦτα δηλοῖ μὲν ἡ τῶν Βασιλειῶν ἱστορία σαφῶς, ὅλη δι' ὅλης ἐκ πολέμων ὑφαινομένη· δηλοῦσι δὲ οἱ προφῆται πάντες, τὰ γενόμενα ἀπαγγέλλοντες ταῦτα, καὶ πρὶν ἢ γενέσθαι προαναφωνοῦντες· καὶ ἐξ αὐτῆς, ὡς εἰπεῖν, τῆς ἡμέρας, ἧς ἀπηλλάγησαν τῆς Αἰγυπτίων τυραννίδος, ἐν πολέμοις τὸν ἅπαντα χρόνον ἐβίωσαν. Ἀλλ' οὐχὶ νῦν οὕτως, ἀλλὰ πολλὴ κατὰ τὴν οἰκουμένην εἰρήνη. Εἰ δέ τινες γίνονται πόλεμοι, ἀλλ' οὐχ ὁμοίως ὡς πρότερον. Τότε μὲν γὰρ καὶ πόλεις πόλεσι καὶ χῶραι χώραις καὶ δῆμοι συνερρήγνυντο δήμοις καὶ ἔθνος ἓν εἰς πολλὰ διετέμνετο μέρη. Καὶ τοῦ Ἰησοῦ τὸ βιβλίον τις ἀναγνοὺς καὶ τῶν Κριτῶν εἴσεται πόσους ἡ Παλαιστίνη ἐν βραχεῖ πολέμους τότε ἐδέξατο καιρῷ. Καὶ οὐ τοῦτο μόνον ἦν τὸ χαλεπόν, ἀλλ' ὅτι πάντας ὅπλα αἱρεῖσθαι ὁ νόμος ἐκέλευσε, καὶ οὐδεὶς ἀτελὴς ταύτης τῆς λειτουργίας ἦν. Καὶ οὐ παρὰ Ἰουδαίοις μόνον οὗτος ὁ νόμος ἐκράτει, ἀλλὰ καὶ πανταχοῦ τῆς οἰκουμένης· ὅπου γε καὶ ῥήτορες καὶ φιλόσοφοι ἐξωμίδος πλέον οὐδὲν ἔχοντες, πολέμου καλοῦντος, καὶ ἀσπίδα μετεχειρίζοντο καὶ ἐπὶ παρατάξεως ἵσταντο. Ὁ γοῦν παρ' Ἀθηναίοις μάλιστα λάμψας ἀπραγμοσύνης ἕνεκεν καὶ φιλοσοφίας Σωκράτης ὁ Σωφρονίσκου καὶ ἅπαξ καὶ δὶς ἐπὶ παρατάξεως ἔστη. Καὶ τῶν ῥητόρων τῶν παρ' αὐτοῖς τὸ κεφάλαιον ∆ημοσθένης ἀπὸ τοῦ βήματος ἐπὶ τὸν πόλεμον ἐξῄει πολλάκις. Εἰ δὲ ῥήτορας καὶ φιλοσόφους οὐδεὶς ἐξῄρητο νόμος τοῦ πολεμεῖν, σχολῇ γἂν ἕτερός τις τοῦ δήμου ταύτης ἀπήλαυσε τῆς ἀτελείας. Ἀλλ' οὐχὶ τούτων οὐδὲν νῦν γινόμενον ἴδοι τις ἄν. Ἐπειδὴ γὰρ ὁ τῆς δικαιοσύνης ἔλαμψεν ἥλιος, καὶ πόλεις καὶ δῆμοι καὶ ἔθνη πάντα τοσοῦτον ἀπέχουσι τοῦ ζῇν ἐν κινδύνοις τοιούτοις, ὅτι οὐδὲ μεταχειρίζεσθαί τι τῶν πολεμικῶν ἴσασιν, ἀλλ' εἴσω πόλεων καὶ τειχῶν καθήμενοι, πόρρω τὰ τῶν πολέμων μανθάνουσι πράγματα, καὶ δῆμος ἅπας ἐν ἐλευθερίᾳ ζῇ καὶ ἀτελείᾳ τῆς πικροτάτης ταύτης λειτουργίας. Εἰ δέ που καὶ νῦν γίγνονται πόλεμοι, πόρρω που καὶ πρὸς τὰ ἔσχατα τῆς Ῥωμαίων ἀρχῆς, οὐ κατὰ πόλιν καὶ χώρας, ὡς ἔμπροσθεν. Τότε μὲν γάρ, ὡς ἔφθην εἰπών, καὶ ἐν ἑνὶ ἔθνει μυρίαι συνεχῶς ἐπαναστάσεις ἐγίγνοντο, καὶ πολυπρόσωποι πόλεμοι· νυνὶ δὲ ὅσην ἥλιος ἐφορᾷ γῆν ἀπὸ τοῦ Τίγρητος ἐπὶ τὰς Βρεττανικὰς νήσους, αὐτὴ πᾶσα, καὶ μετὰ ταύτης Λιβύη καὶ Αἴγυπτος καὶ Παλαιστινῶν ἔθνος, μᾶλλον δὲ ἅπαν τὸ ὑπὸ τὴν Ῥωμαίων· ἀρχὴν κείμενον. ἴστε δὲ ὡς αὗται αἱ πόλεις ἀδείας ἀπολαύουσι πάσης, ἀκοῇ τοὺς πολέμους μανθάνουσαι μόνον. Ἠδύνατο μὲν γὰρ καὶ τὰ λείψανα καθελεῖν ὁ Χριστός, ἀλλ' ἀφῆκε σωφρονισμοῦ τινος ὑπόθεσιν τοῖς ῥᾳθυμοῦσι καὶ ὑπὸ τῆς εἰρήνης χαυνοτέροις γινομένοις, τῶν βαρβάρων εἶναι τὰς ἐπιδρομάς. Καὶ ὁ προφήτης δὲ τοῖς δυναμένοις ἀκριβῶς συνιδεῖν αὐτὸ δὴ τοῦτο ᾐνίξατο, ὅπερ ἔφθην