17
τῶν βασιλικῶν σφόδρα πένης, καὶ πρῶτος πένης· οὕτω δὴ καὶ ἐνταῦθα, πρὸς τοὺς ἀγγέλους κρινόμενοι, ἁμαρτωλοὶ οἱ ἄνθρωποι, καὶ εἰ δίκαιοι. Εἰ δὲ Παῦλος ὁ τὴν ἐν νόμῳ δικαιοσύνην ἐργασάμενος πρῶτος ἁμαρτωλὸς, τίς ἄρα τῶν ἄλλων δίκαιος ἂν κληθείη; Οὐ γὰρ διαβάλλων αὐτοῦ τὸν βίον ὡς ἀσελγῆ, τοῦτό φησι, μὴ γένοιτο, ἀλλὰ τὴν δικαιοσύνην ἐκείνην πρὸς ταύτην συγκρίνων, τὸ μηδὲν εἶναι δείκνυσιν· οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ ἁμαρτωλοὺς τοὺς ἔχοντας αὐτὴν ἀποφαίνει. Ἀλλὰ διὰ τοῦτο ἠλεήθην, φησὶν, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Ἰησοῦς Χριστὸς τὴν πᾶσαν μακροθυμίαν, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν εἰς αὐτὸν εἰς ζωὴν αἰώνιον. βʹ. Ὁρᾷς πῶς πάλιν ταπεινοῖ καὶ καταστέλλει ἑαυ 62.522 τὸν, ἑτέραν εὐτελεστέραν λέγων αἰτίαν; Τὸ μὲν γὰρ δι' ἄγνοιαν λέγειν ἐλεηθῆναι, οὐ σφόδρα δείκνυσιν ἁμαρτωλὸν τὸν ἐλεούμενον, οὐδὲ ἄγαν κατεγνωσμένον· τὸ δὲ διὰ τοῦτο ἐλεηθῆναι, ἵνα μηδεὶς ἀπαγορεύῃ λοιπὸν τῶν ἡμαρτηκότων, ἀλλὰ θαῤῥῇ ὅτι καὶ αὐτὸς τῶν αὐτῶν τεύξεται, σφόδρα μέγα καὶ μεθ' ὑπερβολῆς. Ὥστε φθεγξάμενος, Πρῶτός εἰμι ἐγὼ τῶν ἁμαρτωλῶν, καὶ βλάσφημος καὶ διώκτης καὶ ὑβριστής· καὶ, Οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, καὶ ὅσα εἴρηκεν· ὅμως οὐδὲν οὕτω ταπεινὸν ἐφθέγξατο. Καὶ ἐπὶ ὑποδείγματος δὲ τοῦτο σαφὲς ἔσται. Ἔστω γὰρ πόλις πολυάνθρωπος πάντας τοὺς πολίτας ἔχουσα φαύλους, τοὺς μὲν ἧττον, τοὺς δὲ μᾶλλον, πάντας μέντοι κατεγνωσμένους· εἷς δέ τις ἐν τοῖς πολλοῖς ἐκείνοις πάντων μᾶλλον ἔστω κολάσεως καὶ τιμωρίας ἄξιος, καὶ πᾶν ἐπελθὼν εἶδος κακίας. Ἂν τοίνυν λέγῃ τις, ὅτι πᾶσιν ἀφεῖναι βούλεται ὁ βασιλεὺς, οὐχ οὕτω πιστεύσουσι τῷ λόγῳ, ἕως ἂν ἴδωσι τὸν πάντων φαυλότερον αὑτῶν τούτου τυχόντα· οὐκ ἔστι γὰρ λοιπὸν ἀμφισβήτησις. Τοῦτο καὶ Παῦλός φησιν, ὅτι βουλόμενος ὁ Θεὸς πληροφορῆσαι τοὺς ἀνθρώπους, ὅτι πάντα αὐτοῖς ἀφίησι, τὸν πάντων ἁμαρτωλότερον εἵλετο. Οὐ γὰρ ἂν, ἐμοῦ τυχόντος συγχωρήσεως, φησὶ, περὶ τῶν ἄλλων ἀμφισβητήσειέ τις· ὡς ἂν εἰ ἔλεγέ τις καὶ ἐν τῇ συνηθείᾳ, Ἐὰν δὲ τῷδε ὁ Θεὸς συγχωρήσῃ, οὐδένα τῶν ἄλλων κολάσει. Καὶ δείκνυσι διὰ τούτου οὐδὲ ἄξιον ἑαυτὸν ὄντα συγχωρήσεως, ἀλλὰ διὰ τὴν εἰς ἑτέρους σωτηρίαν ταύτης πρότερον ἀπολαύσαντα. Μηδεὶς τοίνυν ἀμφιβαλλέτω, φησὶ, περὶ σωτηρίας, ὁπότε ἐγὼ ἐσώθην. Καὶ ὅρα τοῦ μακαρίου τούτου τὴν ταπεινοφροσύνην. Οὐκ ἔφη, Ἵνα ἐνδείξηται ἐν ἐμοὶ τὴν μακροθυμίαν, ἀλλὰ, Τὴν πᾶσαν μακροθυμίαν· ὡς ἂν εἰ ἔλεγε· Μᾶλλον ἐμοῦ ἐπ' ἄλλῳ οὐκ ἔχει μακροθυμῆσαι, οὐδὲ εὑρεῖν οὕτως ἁμαρτωλὸν, παντὸς δεόμενον αὐτοῦ τοῦ ἐλέους, πάσης τῆς μακροθυμίας, οὐ μέρους, καθάπερ οἱ ἐπὶ μέρους ἁμαρτάνοντες. Πρὸς ὑποτύπωσιν, φησὶ, τῶν μελλόντων πιστεύειν ἐπ' αὐτῷ εἰς ζωὴν αἰώνιον, τουτέστι, πρὸς παράκλησιν, πρὸς προτροπήν. Ἐπειδὴ δὲ μέγα τι περὶ τοῦ Υἱοῦ ἐφθέγξατο, καὶ ὅτι τοσαύτην ἀγάπην ἐνεδείξατο, ἵνα μή τις νομίσῃ ταύτης ἀπεστερῆσθαι τὸν Πατέρα, ἀναφέρει καὶ αὐτῷ δόξαν ἐπάγων, καί φησι· Τῷ δὲ βασιλεῖ τῶν αἰώνων ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ὑπὲρ δὴ τούτων, φησὶν οὐ τὸν Υἱὸν μόνον, ἀλλὰ καὶ τὸν Πατέρα δοξάζομεν. Ἐρώμεθα οὖν τοὺς αἱρετικούς· Ἰδοὺ, Μόνῳ Θεῷ, εἴρηκε περὶ Πατρὸς λέγων· ἆρα οὐ Θεὸς ὁ Υἱός; καὶ, Μόνῳ ἀφθάρτῳ· ἆρα οὐκ ἄφθαρτος ὁ Υἱός; καὶ ὃ δίδωσιν ἡμῖν μετὰ ταῦτα, αὐτὸς οὐκ ἔχει; Ναὶ, φησὶ, καὶ Θεὸς, καὶ ἄφθαρτος, ἀλλ' οὐ τοιοῦτος, οἷος ὁ Πατήρ. Τί φής; οὐ τοιοῦτος, καὶ ἐλάττονος οὐσίας ἐστίν; οὐκοῦν καὶ ἀφθαρσίας ἐλάττονος. Τί δέ ἐστι, μείζων καὶ ἥττων ἀφθαρσία; ἡ γὰρ ἀφθαρσία οὐδὲν ἄλλο ἐστὶν, ἢ τὸ μὴ διαφθείρεσθαι. ∆όξα μὲν γὰρ μείζων καὶ ἥττων ἐστὶν, ἀφθαρσία δὲ μείζων καὶ ἥττων οὐκ ἔστιν, ὥσπερ οὖν οὐδὲ ὑγεία ἥττων καὶ πλείων· ἢ γὰρ φθείρεσθαί τι δεῖ, ἢ μηδ' ὅλως. Τί οὖν, φησίν; ἡμεῖς καὶ ἄφθαρτοι ὡσαύτως; Μὴ γένοιτο· οὐδαμῶς. ∆ιὰ τί; Ὅτι αὐτὸς μὲν φύσει τοῦτο ἔχει, ἡμεῖς