1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

17

περιεργαζώμεθα τὴν ἑαυτῶν ζωὴν, καὶ κολάζωμεν τὸν λογισμὸν τὸν ἁμαρτάνειν ἀναπείθοντα, καὶ κατανύττωμεν τὸ συνειδὸς, καὶ λόγον ἑαυτοὺς ἀπαιτῶμεν τῶν πεπραγμένων ἡμῖν. Οὕτω γὰρ δυνησόμεθα κοῦφον τῶν ἁμαρτημάτων ποιήσαντες τὸ φορτίον, συγγνώμης ἀπολαῦσαι πολλῆς, καὶ τὸν παρόντα βίον μεθ' ἡδονῆς διάγειν, καὶ τῶν μελ 51.207 λόντων ἐπιτυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ 51.208 τῷ Πατρὶ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.