τὴν μέλλουσαν τῆς ἀναστάσεως ἐλπίδα 279 ἀθάνατον· καὶ πάθη Χριστοῦ εὐχερῶς καὶ εὐκόλως ἀναλαβεῖν ἔστιν. ἅπερ οἱ μηδέπω δι' ἐνεργείας πνεύματος ἀναλαβεῖν καταξιωθέντες διὰ ἰδίας σπουδῆς καὶ ἐπιθυμίας ἐλπίδι καὶ πίστει ἐν ταῖς ἐντολαῖς καὶ ἐν τοῖς παθήμασι τοῦ κυρίου ἀδιαλείπτως ἐμμελετάτωσαν καὶ τῇ ἐργασίᾳ, ὡς ἡ δύναμις, ἑαυτοὺς βιαζόμενοι ἐγγυμναζέσθωσαν, ἐλπίζοντες διὰ τοῦ πνεύματος τελείως ἐν αὐτοῖς κατευθυνθῆναι, ἵνα κατὰ τὴν ἐργασίαν τῆς ἐλπίδος ἐπιθυμίαν τε καὶ μελέτην τοῦ νοὸς ἐνεργῆσαν τὸ πνεῦμα ἐν δυνάμει μεθ' ἡδονῆς ἀναλάβωμεν καὶ τὴν τῶν εὐαγγελικῶν ἐντολῶν ἐργασίαν καὶ τῶν παθημάτων τοῦ Χριστοῦ μετὰ χαρᾶς ὑπομονήν, καὶ οὕτως τέλειοι Χριστιανοὶ διὰ τῆς ἐνεργοῦς ἐνοικήσεώς τε καὶ κοινωνίας τοῦ πνεύματος γενέσθαι καταξιωθέντες τῆς αἰωνίου ζωῆς κληρονόμοι γενώμεθα. Οὕτως οὖν ἀγωνίζεσθε καὶ οὕτως ἀνδρίζεσθε καὶ οὕτως ἑαυτοὺς εἰς πᾶν ἔργον ἀγαθὸν παρασκευάζετε ὁμοῦ πάντες, μάλιστα δὲ οἱ ταῖς εὐχαῖς προσκαρτερεῖν ἑαυτοὺς ἀναγκάζοντες, ὡς τηλικούτων ἀγαθῶν σκοπὸν ἔχοντες, ἵνα καὶ ἑαυτῶν καὶ τῶν πλησίον οἰκοδομὴ καὶ ὠφέλεια γένησθε καὶ μὴ βλάβην ἑαυτοῖς καὶ τοῖς ἄλλοις διὰ τῆς ἀμελείας καὶ ἀπροσεξίας ἐμποιήσητε. οἱ δὲ μήπω δυνάμενοι ἄκρως ἐπὶ τὸ τῆς εὐχῆς ἔργον διὰ νηπιότητα ἑαυτοὺς ἀποδοῦναι τῇ διακονίᾳ ἢ ὑπηρεσίᾳ ἢ ἔργῳ ἢ τῇ λοιπῇ ἀναπαύσει τῶν ἀδελφῶν, μετὰ πίστεως καὶ εὐλαβείας καὶ φόβου θεοῦ 280 ἑαυτοὺς εὐτρεπίζετε, ὡς θεοῦ ἐντολὴν ἐπιτελοῦντες καὶ ὡς πνευματικὸν ἔργον κατεργαζόμενοι· καὶ οὐχ ὡς παρὰ ἀνθρώπων τὸν μισθὸν ἐκδεχόμενοι οὐδὲ τιμὴν ἢ εὐχαριστίαν παρ' αὐτῶν ἀναμένοντες, ἀλλ' ὡς ἔργῳ θεοῦ νηφόντως προσέχετε καὶ ὡς δοῦλοι Χριστοῦ μετὰ χαρᾶς διακονεῖτε, μὴ διδόντες χώραν ὅλως τῇ κακίᾳ δι' ἀνθρωπαρεσκείας ἢ γογγυσμοῦ ἢ ὑψηλοφροσύνης ἢ χαυνότητος ἢ ἀμελείας ἢ καταφρονήσεως τὸ ἀγαθὸν ἔργον ὑμῶν σπιλοῦν καὶ τῷ ἰδίῳ τῆς δολιότητος ἰῷ καταρρυποῦν καὶ μολύνειν, ἀλλ' ἵνα διὰ τῆς εὐλαβείας καὶ φόβου καὶ ἀγάπης τῆς πρὸς τὸν θεὸν τὸ καλὸν ἐπιτήδευμα ὑμῶν ἁγιάζηται καὶ εὐπρόσδεκτον ἐπὶ θεῷ γένηται. τοσαύτῃ γὰρ φιλανθρωπίᾳ καὶ ἀπείρῳ ἀγαθότητι ὁ κύριος συγκατέβη τῷ ἀνθρωπίνῳ γένει, ὥστε μηδένα ἐᾶσαι ἀργὸν ἀπὸ τῆς ἀρετῆς ἢ ἀγαθοῦ ἔργου ἀπομεῖναι, ἀλλὰ ἑκάστῳ ἔδωκεν ἐργασίαν κατὰ τὴν δύναμιν τῆς προαιρέσεως αὐτοῦ, ἕλκων ἅπαντας μακροθύμως ὁσημέραι ἐπὶ τὰς μείζονας τῶν ἐντολῶν ἀρετάς. Ὃς ἐὰν ποτίσῃ, φησί, ποτήριον ψυχροῦ ὕδατος μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ. ἴδε ἕως πόσου εὐκολότητα ἐντολῆς ὁ κύριος ἔδωκεν, ἵνα μή τις ἄμοιρος ὡσὰν ἀσθενὴς καὶ ἄτονος τὴν προαίρεσιν ἀπὸ τοῦ ἀγαθοῦ γένηται. καὶ πάλιν· Ἐφ' ὅσον ἑνὶ τούτων ἐποιήσατε, ἐμοὶ ἐποιήσατε. μόνον ἵνα ᾖ τὸ γινόμενον κατὰ θεόν, καὶ μὴ κατὰ δόξαν ἀνθρώπων γίνηται· 281 προσέθηκε γάρ· Μόνον εἰς ὄνομα μαθητοῦ, τουτέστι φόβῳ καὶ ἀγάπῃ τοῦ Χριστοῦ τὸ ἀγαθὸν ἔργον ἵνα γένηται. τοῖς γὰρ κατὰ δόξαν καὶ ἔπαινον ἀνθρώπων ἐπιδεικτικῶς ἀγαθόν τι πράττουσι μεμφόμενος ὁ κύριος ἀπόφασιν ἔδωκε· Πάντα, φησί, ποιοῦσι πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις, καὶ διεξελθὼν ἐπάγει μεθ' ὅρκου λέγων· Ἀμὴν ἀμὴν λέγω ὑμῖν· ἀπέχουσι τὸν μισθὸν αὐτῶν. διὸ παραγγέλλει τοῖς μαθηταῖς· Βλέπετε μὴ ποιήσητε τὴν ἐλεημοσύνην ὑμῶν ἢ τὴν νηστείαν ἢ τὴν εὐχὴν ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων· εἰ δὲ μή γε, μισθὸν οὐκ ἔχετε παρὰ τῷ πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς. τὴν παρὰ ἀνθρώπων δόξαν ἢ τιμὴν ἢ ἐπαίνους προσερχομένους ἀπωθεῖσθαι καὶ μὴ προσίεσθαι τῷ νῷ καθόλου παρῄνεσεν, ἀλλὰ παρὰ θεοῦ μόνου τὴν ἀληθινὴν δόξαν καὶ τὸν ἔπαινον ἐκδέχεσθαι, ὡς προείρηται· οὐχ οἷόν τε γὰρ μὴ γνωσθῆναι ἀγαθόν τι τοῖς ἀνθρώποις ὅλως παρ' ἡμῶν ὁ κύριος ἐδίδαξε. πῶς γὰρ ἦν τοῦτο δυνατόν, ὁπότε αὐτὸς ὡς φῶς λάμψαι ἡμῶν τὰ ἀγαθὰ ἔργα ἔμπροσθεν τῶν ἀνθρώπων παρῄνεσεν εἰς δόξαν θεοῦ