1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

18

τοσαύτην τῆς γεέννης ἄσβεστον κατασβέννυσι φλόγα. ∆ιτταὶ γὰρ γίνονται κυήσεις ἀνθρώποις, ἡ μὲν ἐκ σώματος ἡμετέρου, ἡ δὲ ἐκ τοῦ θείου Πνεύματος. Περὶ δὲ τούτων οἰκείως ἔγραψαν δογματικοὶ ἄνδρες· παραγράψω δ' ἑκάστου τό τε ὄνομα καὶ αὐτὸ τὸ διήγημα. Ἰωάννης· "Ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν." Ὅσοι, φησὶν, ἐπίστευσαν εἰς τὸν Χριστὸν, ἐδέξαντο ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῦτ' ἔστιν τοῦ ἁγίου Πνεύματος, καὶ συγγένειαν κτήσασθαι πρὸς τὸν Θεὸν, ἧς οὐκ ἠξιώθησαν ἄγγελοι. ∆ηλῶν γὰρ, ὅτι ὁ γεννῶν Θεὸς τὸ ἅγιον Πνεῦμά ἐστιν, ἐπήγαγεν ἀπὸ τοῦ Χριστοῦ· "Ἀμὴν, ἀμὴν λέγω σοι· ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν· καὶ τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος Πνεῦμά ἐστιν. Μὴ θαυμάσῃς, ὅτι εἶπόν σοι· ∆εῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν. Τὸ Πνεῦμα, ὅπου θέλει, πνεῖ· καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις· ἀλλ' οὐκ οἶδας, πόθεν ἔρχεται, καὶ ποῦ ὑπάγει. Οὕτως ἔστιν πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος." Τῷ εἰπεῖν· "Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ·" καὶ, "∆εῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν·" ἐσήμανεν, ὡς, κἂν εἰς τὸ ὄνο 39.672 μα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ πιστεύσωσιν καὶ βαπτισθῶσιν, καὶ μὴ ἴσως καὶ ὁμοίως εἰς τὴν αὐτὴν θεότητα τοῦ ἁγίου Πνεύματος, ἅτε μὴ ἔχοντες τὸ τέλειον, καὶ μάτην τὰς τρεῖς καταδύσεις δεξάμενοι, ἐν τῷ ἐναλλάττειν μετὰ τὸ βάπτισμα τῇ δοξολογίᾳ τὴν ἰσοτιμίαν τῆς Τριάδος, καὶ παραβαίνειν τὰς ἰδίας ὁμολογίας, βασιλείας οὐρανῶν ἀξιωθῆναι οὐ δύνανται· ἀλλ' ὡς ὁμόλογοι παραβάται ἀκούουσιν, παρὰ μὲν τῶν ἁγίων, τὰ προφητευθέντα ἐν πʹ ψαλμῷ· "Οἱ ἐχθροὶ Κυρίου ἐψεύσαντο αὐτῷ·" παρὰ δὲ τοῦ Υἱοῦ, ὡς ἔχει ἐν μὲν ιζʹ ψαλμῷ· "Υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι·" ἐν δὲ ρʹ· "Ποιοῦντας παραβάσεις ἐμίσησα· οὐκ ἐκολλήθη μοι καρδία σκαμβή·" παρὰ δὲ τοῦ ἁγίου Πνεύματος, ὡς Ῥωμαίοις ἐγράφη· "Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν·" ἀκούει δὲ λοιπὸν καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ ἐν ξεʹ ψαλμῷ· "Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου." Εἶπεν δέ· "∆εῖ γεννηθῆναι ἐξ ὕδατος·" ἐπειδὴ τὸ ἀποπλῦναι ἐν τῷ βαπτίσματι τὸν ῥύπον τοῦ σώματος γνώρισμά ἐστιν τῶν ἀνακτιζομένων ὑπὸ τοῦ ἁγίου Πνεύματος. Ὁρατῶς μὲν γὰρ τὸ ὁρατὸν ἡμῶν σῶμα, ἱερέων διακονουμένων ἡ κολυμβήθρα τίκτει· νοητῶς δὲ, σῶμα ὁμοῦ καὶ ψυχὴν, ἀγγέλων ὑπηρετουμένων, τὸ πάσαις νοήσεσιν ἀόρατον Πνεῦμα τοῦ Θεοῦ βαπτίζει εἰς ἑαυτὸ καὶ ἀναγεννᾷ. Καὶ γὰρ καὶ Βαπτιστὴς ἱστορικῶς, καὶ ἑπομένως τῷ, "Ἐξ ὕδατος καὶ Πνεύματος," εἶπεν περὶ τοῦ Χριστοῦ· "Ἐκεῖνος ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί." Ὀστράκινον γὰρ ὃν τὸ 39.673 ἀνθρώπειον σκεῦος, δεῖται πρότερον τοῦ ἀπὸ ὕδατος καθαρσίου, εἶτα καὶ τοῦ στερέμνιον αὐτὸ ἀποτελοῦντος νοητοῦ πυρὸς ὁ γὰρ Θεὸς πῦρ καταναλίσκον, καὶ οὕτω τοῦ ἀπαρτίζοντος καὶ ἀνακαινίζοντος ἁγίου Πνεύματος· ὁπότε οἶδεν τό τε πῦρ τὸ πνευματικὸν καὶ ἀρδεύειν, τό τε ὕδωρ καὶ ἀναχωνεύειν. Ἀπόδειξις δὲ τούτου, ὁ Παῦλος γράφων Κορινθίοις τὸ δεύτερον· "Ἔχοντες δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν." Τῷ δέ γε εἰπεῖν· "Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν· καὶ τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος Πνεῦμά ἐστιν·" ἐδίδαξεν ἐν ἐπιτόμῳ, ὡς ὁ ἄνθρωπος, ὁ βαπτίσματος μὴ τυχὼν, σαρκικός ἐστιν, τοῦτ' ἔστιν ἀμέτοχος φωτὸς ἐπουρανίου σαφὲς γὰρ, ὡς ἡ σὰρξ ἐν ὅσῳ ζῇ μετὰ τῆς ἰδίας ψυχῆς νοεῖται· ὁ δὲ βαπτισθεὶς πνευματικός ἐστιν, ἀντὶ τοῦ, μέτοχος ζωῆς ἀθανάτου. Τῷ δὲ εἰπεῖν· "Τὸ Πνεῦμα, ὅπου θέλει πνεῖ·" τὸ αὐτεξούσιον καὶ παντοδύναμον αὐτοῦ ἐκφαίνει. Τῷ δὲ εἰπεῖν· "Καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις· ἀλλ' οὐκ οἶδας, πόθεν ἔρχεται, καὶ ποῦ ὑπάγει·" δηλοῖ ὡς οὐ Νικοδήμῳ τὸ τηνικαῦτα διελέγετο μόνῳ, ἀλλὰ καὶ Ἀρείῳ,