1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

18

δὲ τὰς ἀνομοίους τοῦ βίου πολιτείας ἐκ τοῦ ἑνὸς ὡσαύτως ὀνόματος κρίνεσθαι. 22.3 ἔστιν γοῦν Ἰούδας ὁ προδότης καὶ θάτερος Ἰούδας ἀπόστολος, ἢ αὖ πάλιν Ζαχαρίας ἀδικώτατος βασιλεὺς καὶ Ζαχαρίας ἕτερος ὁ προφήτης, οὐ μὴν ἀλλὰ καὶ ὁ βληθεὶς ἐν τῇ καμίνῳ τοῦ πυρὸς Ἀνανίας, ἔτι δὲ παρὰ τοῦτο ἄλλος Ἀνανίας ὁ διώκων μὲν ἐκκλησίαν ἀντὶ τοῦ διώκεσθαι, προστάττων δὲ τύπτεσθαι τὸν ἀπόστολον, ᾧ καὶ καταντικρὺ πρὸς ἔπος ὁ Παῦλος ἀντεφθέγξατο· «τύπτειν σε μέλλει ὁ θεός, τοῖχε κεκονιαμένε. καὶ σὺ κάθῃ κρῖναί με κατὰ τὸν νόμον, καὶ παρανομῶν κελεύεις με τύπτεσθαι;» 22.4 τοιγαροῦν, εἴπερ ὀνόματι τὰ πράγματα κρίνεται, λεγέτωσαν οἱ ταῖς τοιαύταις ἐπερειδόμενοι τροπολογίαις ὁποίᾳ μεθόδῳ τὰς ἀνομοίους ἐπιστήμας ἢ πολιτειῶν ἀναγωγὰς ἐκ τῆς ὁμωνυμίας ἀξιοῦσιν ἑρμηνεύειν. ἀμέλει πολλοὶ μὲν ἔτι καὶ τήμερον Ἰουδαῖοι προπατόρων ἢ προφητῶν ὀνόματα περιβαλλόμενοι δρῶσιν ἀθέμιτα, πολλοὶ δὲ καὶ παρ' Ἕλλησιν Πέτροι καὶ Παῦλοι καλούμενοι πράττουσιν ἀνήκεστα. 22.5 τὰ μὲν τοίνυν ὑπόκενα τῶν λόγων Ὠριγένους οὐχ ἥκιστα καὶ διὰ τῆς τοιαύτης ἁλίσκεται κουφολογίας. ὅσα δὲ τῆς ἀναστάσεως ἕνεκα κακοδόξως εἰσηγεῖται, δηλῶσαι μὲν ἐπὶ τοῦ παρόντος οὐχ οἷόν τε. Μεθόδιος γὰρ ὁ τῆς ἁγίας ἄξιος μνήμης ἔγραψεν ἀποχρώντως εἰς τόδε τὸ θεώρημα, καὶ διέδειξέ γε <ἀνα>φανδὸν ὅτι τοῖς αἱρεσιώταις ἔδωκε πάροδον ἀβούλως, ἐπὶ εἴδους, ἀλλ' οὐκ ἐπὶ σώματος αὐτοῦ τὴν ἀνάστασιν ὁρισάμενος. 22.6 ἀλλ' ὅτι μὲν ἅπαντα τροπολογίαις ἀνέτρεψε καὶ τὰ τῆς κακοδοξίας ἔσπειρεν ἑκασταχοῦ σπέρματα ῥᾷόν ἐστιν ἰδεῖν, ἄνω δὲ καὶ κάτω ταυτολογῶν ἐπλήρωσε τὴν οἰκουμένην ἀμέτρῳ φλυαρίᾳ. 22.7 τοιαύτῃ δὲ δὴ μεθόδῳ συνήθως ἀλληγορῶν ἅπαντα πανταχῶς, οὐχ οἷός τε ἐγένετο τὰ τῆς ἐγγαστριμύθου τροπολογῆσαι ῥήματα μόνον, οὐδ' αὖ τὸ σαφὲς ἐξ αὐτῆς ἱστορῆσαι τῆς ἀκολουθίας.

23.1 Ἀλλὰ τί πρὸς ἐπὶ τούτοις εἰσήγαγεν, ἀφοσιώσει πλαττόμενος ἀποφυγάς;

ἐπειδήπερ ἐδόκει τὸ φάσμα τῷ Σαοὺλ εἰρηκέναι· «διαρρήξει κύριος τὴν βασιλείαν ἐκ χειρός σου», πρὸς ταῦτα πιθανολογῶν ἀνθυπέφερεν ὡς οὐ χρεὼν εἴη νοεῖν ὅτι «δαιμόνιον προφητεύει περὶ βασιλείας Ἰσραηλιτικῆς». 23.2 ἤδη δὲ καὶ πρόσθεν ἔφαμεν ὅτι ταῦτα τὰ ῥήματα τῷ Σαμουὴλ εἰρημένα πρόσθεν ἔκλεψεν ὁ δαίμων, ἵνα δὴ τὸν ἔκφρονα Σαοὺλ ἐξαπατήσας ἴδια δόξῃ λέγειν. ἀλλ' οὗτος οὐ προσποιεῖται τὰ τοιάδε τοῦ διαβόλου δράματα γιγνώσκειν. ὡς οὖν ἐδόκει προλέγειν ὅτι διαρραγήσοιτο τοῦ παραπλῆγος ἡ βασιλεία, τηνικαῦτα προσετίθει· «καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ ∆αβίδ». ὁ μέντοιγε πολυΐστωρ Ὠριγένης ἐνταῦθα κινηθεὶς ἔφη· «δαιμόνιον δὲ» λέγων «οὐ δύναται εἰδέναι τὴν βασιλείαν ∆αβὶδ τὴν ὑπὸ κυρίου χειροτονηθεῖσαν». 23.3 ἀλλ' ἔμοιγε θαυμάζειν ἔπεισιν ὅπως οὗτος ἀποφέρεται δόξαν ἐτ' εὐβουλίᾳ παρὰ τοῖς πολλοῖς, ὡς ἔμφρων ἅμα καὶ γνώμης ἄριστος. εἰ μὲν οὖν ἄδηλος ἦν ἡ βασιλεία, ἐξῆν ἂν ἴσως ἄγνοιαν ὑποκρίνεσθαί τινα σκηπτόμενον· 23.4 εἰ δὲ μεμαρτύρητο μὲν ὑπὸ τοῦ θεοῦ, κέχριστο δ' ἐπὶ τούτοις ὑπὸ τοῦ Σαμουήλ, ἔν τε τοῖς πολέμοις ἀριστεύων ἀεὶ γαμβρὸς ἀναδέδεικτο τοῦ βασιλέως, ὥστε τούτῳ μὲν τὰς χορευούσας ἀναθεῖναι τὰς μυριάδας, τῷ δὲ Σαοὺλ ἀποδοῦναι τὰς χιλιάδας, εἰ δὲ ταῦτα καὶ τὰ τοιαῦτα καθειστήκει σαφῆ, τί ξένον ἢ τί παράδοξον ἦν, εἰ τὴν οὖσαν καὶ κεχειροτονημένην ὑπὸ τοῦ κυρίου διὰ τοῦ προφήτου βασιλείαν ἐπεγίνωσκεν ὁ δαίμων; 23.5 ἦ γὰρ οὐ διανοητέον (εἴ γε δεῖ λέγειν ἐξ ὑπερβολῆς ὅτι τὰ σωματικὰ μόνον οἶδεν) ὡς ἡ τοῦ ἐλαίου χρίσις αἰσθητὴν ἔχει τὴν τῆς ἁφῆς ἐπιφοράν; ἀλλὰ ταῦτα μὲν οὐδεὶς ἀμφιλέξει πρόδηλα καθεστάναι πᾶσιν· ἵνα δὲ τὸ ὑπερβάλλον ἐρῶ προσθεὶς εἰ καὶ μὴ <τὰ> τοιαῦτα καθειστήκει σαφῆ· πότερον ἂν εἴη μεῖζον πρὸς σύγκρισιν τὸ γνῶναι τὴν τοῦ ∆αβὶδ βασιλείαν, ἢ ψυχὰς ἐξ ᾅδου προφητικὰς ἀνάξαι; 23.6 καίτοι τοῦτο καὶ ἐπὶ τοῦ κρείττονος ἀποδέδεικται προσώπου· καὶ γὰρ καὶ ἐπὶ τοῦ Χριστοῦ στρεβλούμενοι καὶ ἄκοντες ἐκβοῶσιν οἱ δαίμονες, αὐτολεξεὶ «τί ἡμῖν καὶ