1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

18

ἀλήθειαν ἐν τῷ θανάτῳ γενόμενος, ὃν ἐπὶ τῇ ἀπάτῃ τοῦ μεγάλου καθυπεκρίνετο· ὥστε μὴ ψευσθῆναι τὸν τοῦ Θεοῦ ἄνθρωπον, ἀλλ' οὗ χάριν ἐδόθη παρ' αὐτοῦ τὸ ἱμάτιον, ἐν τούτῳ τοῖς λαβοῦσι γενέσθαι χρήσιμον. Εἰ δὲ σκυθρωπὸν εἶναι δοκεῖ τὸ τοιοῦτον ἔργον τῆς τοῦ μεγάλου πίστεώς τε καὶ δυνά μεως, ξενιζέσθω μηδεὶς, πρὸς τὸν μέγαν Πέτρον ὁρῶν. Καὶ γὰρ ἐκεῖνος, οὐ δι' ὧν εὐηργέτει μόνον τὴν προσ οῦσαν ἐπεδείκνυτο δύναμιν, τὸν ἐκ γεννητῆς χωλὸν τρέχοντα τῷ λαῷ δεικνύων καὶ διαλλόμενον, ἢ τῇ σκιᾷ τοῦ ἰδίου σώματος ἰατρεύων τῶν ἀῤῥωστούντων τὰ πάθη, οἷς ἂν ἐπήγαγε κατὰ τὴν πάροδον τοῦ ἀποστόλου διὰ πλαγίου τῷ σώματι προσβάλλων ὁ ἥλιος· ἀλλὰ καὶ τοῦ Ἀνανίου πρὸς τὴν ἐνοικοῦσαν τῷ ἀποστόλῳ δύναμιν καταφρονητικῶς διατεθέντος καταδικάζει τὸν θάνατον· ὡς ἂν, οἶμαι, τῷ κατ' ἐκεῖ νον φόβῳ πᾶν τὸ καταφρονοῦν ἐν τῷ λαῷ σωφρονέ στερον γένηται τῷ φοβερῷ ὑποδείγματι, πρὸς τὸ μὴ τοῖς αὐτοῖς ἐγγενέσθαι παιδαγωγούμενον. Εἰκότως τοίνυν ὁ μιμητὴς τοῦ Πέτρου διὰ πολλῶν τῶν κατὰ τὰς εὐεργεσίας θαυμάτων δείξας τὸ τῆς δυνάμεως μέγεθος, καὶ τὸν κατὰ τοῦ Πνεύματος χρήσασθαι τῇ ἀπάτῃ ἐπιχειρήσαντα ἀληθεῦσαι περὶ αὐτοῦ παρ εσκεύασεν. Ἔδει γὰρ, οἶμαι, τὸν καθαιρέτην τοῦ ψεύ δους, καὶ ἐν τῷ ἀπατεῶνι τὸ ψεῦδος μεταλλάττειν εἰς ἀλήθειαν, ὡς ἂν ἅπασι διὰ τοῦτο γένοιτο δῆλον, ὅτι καὶ πᾶν τὸ παρὰ τοῦ μεγάλου λεγόμενον ἀληθὲς ἦν, καὶ ὅπερ ἂν ὡς ἀληθὲς παρεδέξατο, ψεῦδος οὐκ ἦν. Οἱ μὲν οὖν Ἰουδαῖοι κατὰ τὸν ῥηθέντα τρόπον τῆς τοῦ μεγάλου δυνάμεως, ὡς ἐνόμισαν, καταπαίξαντες, παίδευμα τοῖς ἄλλοις ἐγένοντο, μὴ κατατολμᾷν τῆς ἀπάτης, ἐφ' ὧν ὁ Θεὸς γίνεται τῶν τολμηθέντων κατ ήγορος. Μετὰ ταῦτα δὲ συλλόγου τινὸς κατὰ τὸ ὕπαιθρον ἔν τινι τῶν κατὰ τὴν χώραν τόπων γεγενημένου ποτὲ, καὶ πάντων θαυμαστικῶς διακειμένων πρὸς τὰ δι δάγματα, μειράκιόν τι πρὸς τοὺς συνεστῶτας ἐβόα, μὴ παρ' αὐτοῦ ταῦτα τὸν διδάσκαλον λέγειν, ἀλλ' ἕτε ρον αὐτῷ παρεστῶτα διεξιέναι τοὺς λόγους. Προσ αχθέντος δὲ τοῦ παιδὸς μετὰ τὸ διαλυθῆναι τὸν σύλλο γον, εἰπεῖν λέγεται πρὸς τοὺς παρόντας τὸν μέγαν, μὴ καθαρεύειν ἐκ δαίμονος τὸ μειράκιον· καὶ ἅμα περιελόμενον ἑαυτοῦ τὸ ἐπὶ τὸν ὦμον ὀθόνιον, καὶ παραθέντα τῷ ἄσθματι τοῦ ἰδίου στόματος, οὕτως ἐπιῤῥίψαι τῷ νέῳ. Γενομένου δὲ τούτου, ταράσσεσθαι ἤρξατο καὶ ἀναβοᾷν τὸ μειράκιον, καὶ καταπίπτειν καὶ διαῤῥιπτεῖσθαι, καὶ πάντα πάσχειν τὰ ἐκ δαιμό νων πάθη. Εἶτα ἐπιβαλόντος τοῦ ἁγίου τὴν χεῖρα, καὶ τὴν ταραχὴν κατευνάσαντος, ἀποπτῆναι μὲν αὐ τοῦ τὸ δαιμόνιον, τὸν δὲ πάλιν ἐν καταστάσει γενό μενον, μηκέτι λέγειν ὁρᾷν ἐπὶ τοῦ ἁγίου τὸν συμφθεγ 46.944 γόμενον. Καὶ γὰρ δὴ καὶ τοῦτο τῶν μεγάλων ἐκείνου θαυμάτων ἐστὶ, τὸ μηδεμιᾷ τινι περιεργίᾳ τὰ κατὰ τὰς ἰάσεις ἐπιτελεῖν θαύματα· ἀλλ' ἀρκεῖν πρός τε τὴν τῶν δαιμόνων ἀπαλλαγὴν, καὶ πρὸς τὴν ἴασιν τῶν ἀῤῥωστημάτων τοῦ σώματος τὸ ἐκ τοῦ στόμα τος αὐτοῦ ἆσθμα διὰ τῆς ὀθόνης τῷ κάμνοντι προσ αγόμενον.

Ἀλλὰ τὸ μὲν πᾶσιν ἐφεξῆς τοῖς παρ' ἐκείνου θαύμασιν ἐπεξιέναι, μακρᾶς εἴη συγγραφῆς, καὶ λόγου τὴν παροῦσαν σχολὴν ὑπερβαίνοντος· ἑνὸς δὲ ἢ δυοῖν ἔτι τῶν περὶ αὐτοῦ λεγομένων ἐπι μνησθεὶς, ἐν τούτοις περιγράψω τὸν λόγον. Παντα χοῦ γὰρ ἤδη διαπεφοιτηκότος τοῦ θείου κηρύγματος, καὶ πάντων κατά τε τὴν πόλιν, καὶ τὴν περίοικον, πρὸς τὴν εὐσεβῆ τοῦ δόγματος πίστιν μετατεθέντων, βωμῶν τε καὶ ἱερῶν καὶ εἰδώλων ἐν αὐτοῖς ἀνατε τραμμένων, καθαρθείσης δὲ ἤδη τῆς ἀνθρωπίνης ζωῆς τῶν περὶ τὰ εἴδωλα μιασμάτων, καὶ τῆς μια ρᾶς τῶν θυσιῶν κνίσσης ἀποσβεσθείσης, καὶ τοῦ ἐπι βωμίου λύθρου καὶ τῶν ἐκ τῆς ζωοθυσίας μολυσμά των ἀποκλυσθέντων· πάντων δὲ κατὰ τόπον πάντα εὐκτηρίους ἐπὶ τῷ ὀνόματι τοῦ Χριστοῦ κατὰ σπου δὴν ναοὺς ἀνεγειρόντων, θυμὸς καὶ φθόνος εἰσέρχε τῷ τηνικαῦτα τῆς ἀρχῆς τῶν Ῥωμαίων ἐπιστα τοῦντι, ἐφ' οἷς ἠμελεῖτο μὲν αὐτοῦ τὰ πάτρια τῆς ἀπάτης σεβάσματα, ηὐξεῖτο δὲ τῶν Χριστιανῶν τὸ μυστήριον, καὶ εἰς πλῆθος ἐπεδίδου πανταχοῦ τῆς οἰκουμένης ἡ Ἐκκλησία, διὰ τῶν ἀεὶ προστιθεμένων