18
πάλαι, ἡνίκα ἀπ' Αἰγύπτου ὑμᾶς ἐξήγαγον. Καὶ εἶπα· Πατέρα ἐπικαλέσασθέ με· τουτέστι, μόνον ὑμεῖς γνησίως περὶ ἐμὲ διατέθησθε. Πλὴν ὡς ἀθετεῖ γυνὴ εἰς τὸν συνόντα αὐτῇ, οὕτως ἠθέτησεν εἰς ἐμὲ ὁ οἶκος. *Ἐπίγνωτε τὰ οἰκεῖα κακὰ, καὶ παρέξω τὴν ἀμνηστίαν τῶν ἤδη πλημμεληθέντων. Φωνὴ ἐκ χειλέων ἠκούσθη κλαυθμοῦ. Ἐντεῦθεν παιδευόμεθα, μὴ μόνον ὀδύρεσθαι, καὶ θρηνεῖν ἐν ταῖς συμφοραῖς, ἀλλὰ πρὸ τούτου τὸν Θεὸν παρακαλεῖν· κλαυθμοῦ γὰρ καὶ δεήσεώς φησιν· 64.792 οὔτε γὰρ ὁ κλαυθμὸς καθ' ἑαυτὸν δύναιτο ἂν ἐργάσασθαί τι, οὔτε εὐχὴ μὴ πυρωθεῖσα τοῖς θρήνοις, τοῦτο τῶν συμφορῶν τὸ κέρδος. Φωνὴ ἐκ χειλέων. Τὰ ἐπὶ τοῦ Ἰωσίου γενόμενα λέγει. Υἱοὶ, ἐπιστράφητε ἐπιστρέφοντες, καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν· Ἰδοὺ δοῦλοι ἡμεῖς ἐσόμεθά σοι. Οὐ γὰρ ἀρκεῖ τὸ κλαῦσαι, οὐδὲ τὸ δεηθῆναι, ἀπὸ γὰρ τῆς φύσεως τοῦτο συνέβαινε τῶν δεινῶν, ἀλλ' ἐγγὺς ἐγγύας αὐτοὺς καὶ εὐθύνας ὑπὲρ τῶν μελλόντων ἀπαιτεῖ, ἵνα μὴ μετὰ τὴν τῶν δεινῶν ἀπαλλαγὴν ἐπὶ τὰ πρότερα πάλιν ἐπανέλθωσιν. Μάθωμεν ἐξομολογεῖσθαι μετὰ ἀκριβείας, οὐ γὰρ ἁπλῶς ταῦτα ἀναγέγραπται, ἀλλ' ὥστε ἕπεσθαι καὶ ἡμᾶς. Τουτέστι γνησίως μεταβάλλεσθε, μὴ διὰ τὸν φόβον τοῦ βασιλέως ὑποκρίνεσθε τὴν εὐσέβειαν. Ὄντως εἰς ψεῦδος ἦσαν οἱ βουνοὶ, καὶ δύναμις τῶν ὀρέων· πλὴν διὰ Κυρίου τοῦ Θεοῦ ἡμῶν. Προσεκύνησαν τῇ ἁμαρτίᾳ, ἐθυσίασαν ταῖς πονηρίαις τῆς ἐπιθυμίας· τάχα καὶ πρὸς ἡμᾶς ὁ λόγος εἴρηται, Ἐπιστράφητε, υἱοὶ, ἐπιστρέφοντες. -Καὶ μετ' ὀλίγα. Ὄντως εἰς ψεῦδος ἦσαν οἱ βουνοί. Ὅταν τὸ φῶς ἴδωμεν, τότε τὸ σκότος ἐπιγινώσκομεν. Ἔγνωσαν τὸν Θεὸν, τότε καὶ τοὺς δαίμονας ἐγνώρισαν· οὕτω καὶ ἡμεῖς τότε τὴν ἁμαρτίαν εἰσόμεθα ὄντως, οὐ ῥήμασι λέγοντες, ἀλλὰ διὰ τῶν πραγμάτων πεισθέντες. Καὶ ἀφῆκεν αὐτοὺς ὁ Θεὸς, διὰ τῶν ἔργων μαθεῖν, δεῖ καὶ τῶν προτέρων καταγινώσκειν. Ἰδοὺ πάλιν τὸ, διὰ, ἐπὶ τοῦ Θεοῦ εἴρηται· ἔδει μὲν ὑμᾶς καὶ ἀπὸ τῶν ἄλλων μαθεῖν, ἀπὸ τοῦ οὐρανοῦ, καὶ γῆς, καὶ θαλάττης· νῦν δὲ ἐκ τῶν εἰς αὐτοὺς γενομένων. Οἱ δὲ παλαιοὶ, οὐχὶ λίθινα μόνον ἐποίουν, ἀλλὰ καὶ ὄρη, καὶ βουνοὺς ἐδίωκον. Τὸ δὲ αἴτιον, ἐν τοῖς ὑψηλοῖς ἐνόμιζον κατοικεῖν τοὺς δαίμονας· οὐδὲν γὰρ μέρος ἐστὶ τῆς κτίσεως, ὃ μὴ προσκυνηθῆναι παρεσκεύασεν ὁ διάβολος. Καὶ μετ' ὀλίγα. -Πλὴν διὰ Κυρίου Θεοῦ ἡμῶν ἡ σωτηρία τοῦ Ἰσραήλ. Τί γὰρ ἄλλο ζητεῖ ὁ Θεὸς, ἢ ἵνα μάθῃς, ὅτι αὐτός σε εὐεργετεῖ; Τοῦτο, ἢ οὐδὲν πλέον ἀπαιτεῖ παρὰ σοῦ, καὶ τούτου αὐτοῦ ἐρᾷ. Ἡ δὲ αἰσχύνη κατανάλωσε τοὺς μόχθους τῶν πατέρων ἡμῶν ἀπὸ νεότητος αὐτῶν. Εἰ καὶ μηδὲν ἔπαθον δεινὸν, αἰσχύνη μετὰ τὰ πράγματα ἦν, ἐπόνουν εἰκῆ, καὶ ἐταλαιπωροῦντο, καὶ οὐδὲν ἕτερον ἦν, ἢ θύειν ἁπλῶς, Ἡ μὲν θυσία τοῖς δαίμοσιν, ἡ δὲ σωτηρία παρὰ τοῦ Θεοῦ. Πρόβατα. Οὐδὲ τῶν ἐγγόνων ἐφείσαντο, καὶ τὴν φύσιν αὐτῶν ἠγνόησαν, εἰς μανίαν τὴν ἐσχάτην ἐξοκείλαντες. Ὁ γὰρ μαινόμενος οὐκ οἶδεν τί πράττει· ὁ δὲ αἰσχρὰ πράγματα ποιῶν, καὶ αἰσχύνης ἄξια, ἐν αἰσθήσει τέ ἐστι, καὶ πολλοὺς ἔχει τοὺς ἐπιτιμῶντας· οὐκ ἔστιν εἰπεῖν ὅτι λάθρα ἐποίουν, ἀλλὰ πάντων ὁρώντων, πολλῶν τῶν μελλόντων ὄντων καταισχύνειν αὐτούς. ∆ιότι ἔναντι τοῦ Θεοῦ ἡμῶν ἡμάρτομεν ἡμεῖς. 64.793 Τὸν ἐξομολογούμενον οὕτως ἐξομολογεῖσθαι δεῖ, ὥστε αὔξειν τὸ ἁμάρτημα πάντοθεν, ἀποστερεῖν αὐτὸν συγγνώμης, ἵνα τύχῃ συγγνώμης. Ἕως τῆς ἡμέρας ταύτης. Οὐχ ἁπλῶς εἶπεν, οὐ δεύτερον, οὐ τρίτον, ἀλλὰ μυριοστὸν, καὶ οὐκ ἔστιν εἰπεῖν ὅτι πανταχοῦ τοιοῦτοι. Καὶ οὐχ ὑπηκούσαμεν τῆς φωνῆς Κυρίου. Ἀλλὰ περὶ μὲν τοὺς δαίμονας οὕτω θερμοὶ, καὶ μανικοὶ, ὡς μηδὲ σπλάγχνων φείσασθαι οἰκείων, ὡς καὶ τὰ ἔκγονα καταθῦσαι, περὶ δὲ τὸν ∆εσπότην οὕτω ῥᾴθυμοι, καὶ αὐθάδεις, καὶ ἀφηνιῶντες, ὡς μηδὲ τῆς φωνῆς ἀκοῦσαι, ἀλλὰ παρακοῦσαι.
ΚΕΦΑΛ. ∆ʹ.