18
δίκαιοι, ὡς μιμη ταὶ αὐτοῦ ὄντες, εὐφραίνονται ἐπὶ ἀνδρὶ συνετῷ καὶ ἐλ πίζοντι εἰς τοὺς λόγους τοῦ Θεοῦ, Ἔγνων, Κύριε, ὅτι δικαιοσύνη τὰ κρίματά σου, καὶ ἀληθείᾳ ἐταπείνω σάς με. Ταῦτα διαφόρως λέγει, τὴν οἰκείαν εὐγνωμοσύ νην δεικνύς. Οἶδα, φησὶν, ἀκριβῶς, ὡς ὀρθῶς μου καὶ δικαίως κατεψηφίσω, καὶ ταῖς παντοδαπαῖς περιέβαλες συμφοραῖς. Ἁμαρτανόντων γὰρ ἡμῶν, ἔστιν ὅτε ὁ Θεὸς ὀργίζεται, ἔστι δ' ὅτε καὶ μακροθυμεῖ, ἐκδεχόμενος ἡμῶν τὴν μετάνοιαν. Ἵνα οὖν μὴ ἐπιμένωμεν τῇ ἁμαρτίᾳ, πρὸς παίδευσιν καὶ διόρθωσιν ἡμῶν ἐπάγει ὀργὴν, καὶ κρίνει δικαίως. Γέγραπται γὰρ διὰ τοῦ προφήτου· Ἐν θυμῷ μικρῷ ἐπάταξά σε, ἐν ἐλέῳ αἰωνίῳ δοξάσω σε· καὶ, Κύριος ἀλγεῖν ποιεῖ, καὶ πάλιν ἀποκαθίστησι· καὶ, Ὁ λαὸς οὐκ ἐπεστράφη, ἕως ἐπλήγη. Ἀληθείᾳ γὰρ ἐπιφέρει συμφορὰς καὶ θλίψεις. Τοῦτο γὰρ δηλοῖ τὴν ταπείνωσιν. Γενηθήτω δὲ τὸ ἔλεός σου, τοῦ πα ρακαλέσαι με. Φιλανθρωπίας γὰρ λοιπὸν καὶ ψυχαγωγίας καιρός. Ἔλεος οὖν τοῦ Θεοῦ ἡ ἐν σαρκὶ παρουσία Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Ἐποίησε γὰρ μεθ' ἡμῶν ἔλεος, καὶ αὐτός ἐστι παράκλητος πρὸς τὸν Πατέρα, καὶ ἱλασμὸς τῶν ἁμαρτιῶν ἡμῶν, ὥς φησιν Ἰωάννης ὁ ἀπόστολος, Καὶ ἄλλον Παράκλητον ἐπηγγείλατο, τὸ Πνεῦμα τὸ ἅγιον· αὐτὸς γὰρ εἶπε τοῖς μαθηταῖς· Ὅταν ἔλθῃ ὁ Παράκλητος, τὸ Πνεῦμα τῆς ἀληθείας, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ. Αἰτεῖται οὖν ὁ προφήτης γενηθῆναι τὸ ἔλεος τοῦτο εἰς τὸ ἀνθρώπινον γένος, καθὼς ἐπηγγείλατο διὰ τῶν πατριαρχῶν, τοῦ νόμου καὶ προφητῶν· τοῦτο γάρ 55.691 ἐστι· Κατὰ τὸ λόγιόν σου τῷ δούλῳ σου. Τοῖς γὰρ μεταμελείᾳ χρωμένοις τὴν σὴν εὔνοιαν ἐπηγγείλω. Τοῦτο καὶ διὰ Ἡσαΐου ἔφη· Ὅταν ἀποστραφεὶς στενάξῃς. τότε σωθήσῃ· καὶ διὰ τοῦ Ἱερεμίου βοᾷ· Ἐπιστράφητε πρός με, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς. Ἐλθέτωσάν μοι οἱ οἰκτιρμοί σου, καὶ ζήσομαι ὅτι ὁ νόμος σου μελέτη μου ἐστί. Νεκρὸν ἑαυτὸν ἡγεῖ ται, τῆς θείας ἐστερημένος εὐμενείας· οὐ δὴ χάριν ὥσπερ ἀναβιῶναι διὰ τῆς θείας φιλανθρωπίας παρακαλεῖ. Αὐ τοὺς οὖν τοὺς οἰκτιρμοὺς λέγει, οὓς δέδωκεν ἡμῖν ὁ Κύ ριος ἐπὶ τῇ παρουσίᾳ αὐτοῦ, τὸν εὐαγγελικὸν λόγον, τὰ ἀποστολικὰ διδάγματα, ἵνα ἐν τούτοις ζῶντες ἔχωμεν αὐτὰ μελέτην διαπαντός. Αἰσχυνθήτωσαν ὑπερήφανοι, ὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμέ· ἐγὼ δὲ ἀδολεσχήσω ἐν ταῖς ἐντολαῖς σου. Οὐκ ἐπαρᾶται τοῖς ἐχθροῖς, ἀλλὰ ὑπερεύχεται τούτων. Ἡ γὰρ αἰσχύνη τὴν σωτηρίαν πραγματεύεται. Ἧς τοίνυν ἀπέλαυσεν ἰατρείας, κἀκεί νους τυχεῖν ἀξιοῖ. Ὑπερηφανεύθη οὖν ὁ διάβολος καὶ αἱ ὑπ' αὐτὸν ἀντικείμεναι δυνάμεις κατὰ τοῦ ἀνθρωπίνου γένους διὰ τῆς παραβάσεως· ἀλλ' οὖν ᾐσχύνθησαν ἐπὶ τῇ παρουσίᾳ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Αὐτοὶ γὰρ ἔλεγον· Ἐπίτρεψον ἡμῖν ἀπελθεῖν εἰς τὴν ἀγέλην τῶν χοί ρων· καὶ, Τί ἡμῖν καὶ σοὶ, Υἱὲ τοῦ Θεοῦ; Ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς; Τὸ δὲ, Ἀδολεσχήσω ἐν ταῖς ἐντολαῖς σου, ὁ μὲν τῶν ἑρμηνευτῶν ἐξέδωκε, ∆ιηγού μην ἐν ταῖς ἐντολαῖς σου· ὁ δὲ, Λαλήσω· ἕτερος δὲ, Ὁμιλήσω. Ἐπιστρεψάτωσάν με οἱ φοβούμενοί σε, καὶ οἱ γινώσκοντες τὰ μαρτύριά σου. Ὡς πόῤῥω που τοῦ χοροῦ τῶν δικαίων διὰ τὴν ἁμαρτίαν γενόμενος, καὶ πάντων αὐτὸν τῷ Θεῷ παραπλησίως ἀποστραφέντων, ἱκετεύει πάλιν αὐτοῖς ἑνωθῆναι, καὶ τὴν πρὸς αὐτοὺς κοινωνίαν ἀπολαβεῖν. Τοῦτο γὰρ ὁ Σύμμαχος σαφέστερον παρεδήλωσεν· Ἀναστρεψάτωσάν με οἱ φοβούμενοί σε. Ὁ δὲ προφήτης ἐκ προσώπου τοῦ ἀνθρωπίνου γένους διαλέγεται. Οἱ γὰρ ἀπόστολοι καὶ οἱ φοβούμενοι τὸν Θεὸν ἐπέστρεψαν πάντα τὰ ἔθνη εἰς ἐπίγνωσιν τῆς ἀληθείας. Εἶπε γὰρ αὐτοῖς ὁ Κύριος· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη. Αὐτοὶ γὰρ τῷ ὄντι ἔγνωσαν τὰ μαρτύ ρια τοῦ Θεοῦ. Γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασί σου, ὅπως ἂν μὴ αἰσχυνθῶ. βʹ. Μώμου παντὸς ἐλευθέραν καρδίαν ἔχειν ἐφίεται· ἡ τοιαύτη γὰρ αἰσχύνης