1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

18

δέδοικεν, οὔτε τὸν ἀέρα μεταπεσόντα εἰς αὐχμὸν εὐλαβεῖται· ἱκανὴν γὰρ ἔχον ἐναποκεκλεισμένην ἐν ἑαυτῷ τὴν νοτίδα, πάσης ἡλιακῆς θέρμης πλεονεξίαν ἔξωθεν προσβαλοῦσαν εὐθέως ἀποκρούεται καὶ διωθεῖται· οὕτω καὶ ψυχὴ παρὰ τοὺς ῥύακας ἑστηκυῖα τῶν θείων Γραφῶν, καὶ ποτιζομένη διηνεκῶς, ἐκεῖνα τὰ νάματα καὶ τὴν δρόσον τοῦ Πνεύματος ἐν ἑαυτῇ συνάγουσα, πρὸς πᾶσαν πραγμάτων περίστασιν ἀχείρωτος ἔσται, κἂν νόσος, κἂν ἐπήρεια, κἂν συκοφαντία, κἂν λοιδορίαι, κἂν σκώμματα, κἂν πᾶσα ῥᾳθυμία, κἂν πάντα τὰ τῆς οἰκουμένης κακὰ εἰς τὴν τοιαύτην κατασκήψῃ ψυχὴν, εὐκόλως ἀποκρούεται τὴν πύρωσιν τῶν παθῶν, ἀπὸ τῆς τῶν Γραφῶν ἀναγνώσεως ἱκανὴν παράκλησιν ἔχουσα. Οὔτε γὰρ δόξης μέγεθος, οὐ δυναστείας ὄγκος, οὐ φίλων παρουσία, οὐκ ἄλλο οὐδὲν τῶν ἀνθρωπίνων οὕτω τὸν ἐν ὀδύνῃ παραμυθήσασθαι δυνήσεται, ὡς ἡ τῶν θείων Γραφῶν ἀνάγνωσις. Τί δήποτε; Ὅτι 51.90 ἐκεῖνα μὲν ἐπίκηρα καὶ φθαρτὰ, διὸ καὶ φθαρτὴ αὐτῶν ἡ παράκλησις· ἡ δὲ τῶν Γραφῶν ἀνάγνωσις, Θεοῦ ὁμιλία ἐστίν. Ὅταν οὖν ὁ Θεὸς τὸν ἐν ἀθυμίᾳ παρακαλῇ, τί τῶν ὄντων αὐτὸν εἰς ἀθυμίαν ἐμβαλεῖν δύναται; Προσέχωμεν τοίνυν τῇ ἀναγνώσει, μὴ τὰς δύο μόνον ταύτας ὥρας (οὐ γὰρ ἀρκεῖ ἡμῖν εἰς ἀσφάλειαν ἡ ψιλὴ αὕτη ἀκρόασις), ἀλλὰ διηνεκῶς· καὶ ἕκαστος οἴκαδε ἀναχωρήσας τὰ Βιβλία μετὰ χεῖρας λαμβανέτω, καὶ τῶν εἰρημένων ἐπερχέσθω τὰ νοήματα, εἴ γε μέλλῃ διηνεκῆ καὶ ἀρκοῦσαν ἔχειν τὴν ἀπὸ τῆς Γραφῆς ὠφέλειαν. Καὶ γὰρ τὸ ξύλον ἐκεῖνο, τὸ παρὰ τοὺς ῥύακας ἑστηκὸς, οὐ δύο καὶ τρεῖς ὥρας ὁμιλεῖ τοῖς ὕδασιν, ἀλλὰ πᾶσαν μὲν ἡμέραν, πᾶσαν δὲ νύκτα. ∆ιὰ τοῦτο κομᾷ τοῖς φύλλοις, διὰ τοῦτο βρίθει τῷ καρπῷ ἐκεῖνο τὸ ξύλον, κἂν μηδεὶς αὐτὸ ἀνθρώπων ποτίζῃ· ἐπειδὴ παρὰ τοὺς ῥύακας ἕστηκεν αὐτὸ, διὰ τῶν ῥιζῶν ἐπισπᾶται τὴν νοτίδα, καὶ ὥσπερ διά τινων πόρων παραπέμπει τὴν ὠφέλειαν παντὶ τῷ σώματι· οὕτω καὶ ὁ συνεχῶς ἀναγινώσκων τὰς θείας Γραφὰς, καὶ παρὰ τοὺς ῥύακας αὐτῶν ἑστηκὼς, κἂν μηδένα ἔχῃ τὸν ἑρμηνεύοντα, διὰ τῆς συνεχοῦς ἀναγνώσεως, ὥσπερ διά τινων ῥιζῶν, πολλὴν ἐπισπᾶται τὴν ὠφέλειαν. ∆ιὰ τοῦτο καὶ ἡμεῖς τὰς φροντίδας ὑμῶν εἰδότες, τοὺς περισπασμοὺς, τὰς ἀσχολίας τὰς πολλὰς, ἠρέμα καὶ καταμικρὸν ὑμᾶς προσάγομεν τοῖς νοήμασι τῶν Γραφῶν, τῷ σχολαίῳ τῆς ἐξηγήσεως μόνιμον ποιοῦντες τῶν λεγομένων τὴν μνήμην. Καὶ γὰρ ὄμβρος ῥαγδαῖος μὲν καταῤῥηγνύμενος, κατακλύζει τὴν ἐπιφάνειαν, καὶ τὸ βάθος οὐδὲν ὠφελεῖ· ἠρέμα δὲ καὶ καταμικρὸν ἐλαίου δίκην ἐνιζάνων τῷ προσώπῳ τῆς γῆς, ὥσπερ διά τινων φλεβῶν τῶν πόρων αὐτῆς πρὸς τὸ βάθος διολισθαίνων, τὰς λαγόνας αὐτῆς ἐμπλήσας νοτίδος, εὐπορωτάτην ποιεῖ πρὸς τὴν τῶν καρπῶν φοράν. ∆ιὸ καὶ ἡμεῖς τὸν πνευματικὸν τοῦτον ὄμβρον ἠρέμα ταῖς ὑμετέραις ἐνίεμεν ψυχαῖς· αἱ μὲν γὰρ Γραφαὶ νεφέλαις ἐοίκασι πνευματικαῖς, τὰ δὲ ῥήματα καὶ νοήματα ὄμβρῳ προσέοικε πολλῷ τούτου βελτίονι· καὶ διὰ τοῦτο τὸν πνευματικὸν τοῦτον ὄμβρον καταμικρὸν ὑμῖν ἐνίεμεν, ἵνα πρὸς αὐτὸ τὸ βάθος χωρήσῃ τὰ ῥήματα. ∆ιὰ τοῦτο τετάρτην σήμερον ἡμέραν ἔχοντες ἐξηγήσεως, οὐδέπω μίαν ἐπιγραφὴν παρελθεῖν ἠδυνήθημεν, ἀλλ' ἔτι περὶ αὐτὴν στρεφόμεθα. Βέλτιον γὰρ μικρὸν διασκάπτοντας χωρίον, καὶ πρὸς τὸ βάθος καταβαίνοντας πολὺν τῶν ἀναγκαίων εὑρίσκειν τὸν θησαυρὸν, ἢ πολλὰς ἀρούρας ἐπιόντας ἄνωθεν, ἁπλῶς καὶ εἰκῆ ταλαιπωρεῖσθαι καὶ μάτην. Καίτοι οἶδα πολλοὺς πρὸς τὴν βραδύτητα ταύτην δυσχεραίνοντας· ἀλλ' οὐ μέλει μοι τῆς ἐκείνων κατηγορίας, ἀλλὰ μέλει μοι τῆς ὑμετέρας ὠφελείας. Οἱ ὀξύτερον βαδίζειν δυνάμενοι τοὺς βραδυτέρους τῶν ἀδελφῶν ἀναμενέτωσαν· οὗτοι μὲν γὰρ ἐκείνους ἀναμεῖναι δύνανται, οἱ δὲ ἀσθενέστεροι πρὸς ἐκείνους ἑαυτοὺς παρεκτεῖναι οὐκ ἰσχύουσι. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλός φησιν, ὅτι οὐκ ὀφείλομεν τοὺς ἀσθενεῖς ἀναγκάζειν πρὸ καιροῦ, πρὸς τὴν τελειότητα τῶν δυνατῶν ἐκτείνεσθαι μὴ δυναμένους· ἀλλ' ὅτι ἡμεῖς ὀφείλομεν οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων