γινόμενα· Ὅπως, φησίν, ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. καὶ οἱ ἀπόστολοι δὲ διὰ τοῦ πνεύματος νομοθετήσαντες μηδὲν τοῖς ἀπὸ τῶν ἐθνῶν παρενοχλεῖν, εἰ μὴ ἀπέχεσθαι τῶν ἐπάναγκες, πορνείας καὶ εἰδωλοθύτου καὶ πνικτοῦ καὶ αἵματος, τὴν πολλὴν τῶν ἐντολῶν ὕλην παρεσιώ282 πησαν τέως διὰ πολλὴν καὶ ἄμετρον ἀγαθότητα καὶ συμπάθειαν ἐλαφρύναντες τῆς νοητῆς αὐτῶν ἡλικίας τὴν νηπιότητα, μόνον εἰς τὴν πίστιν αὐτοὺς εἰσελθεῖν πρῶτον ἐκ τῆς εἰδωλολατρείας βουλόμενοι, ἵν' οὕτως κατὰ μέρος ὑπακούοντες τῷ λόγῳ τῆς ἀληθείας καὶ ἐπὶ τὰ μείζονα τῶν ἐντολῶν παραγγέλματα καὶ τὴν πνευματικὴν αὔξησιν φθάσαι καταξιωθῶσιν. εἰ δέ τις καὶ ἐν τῇ εὐχῇ ὀκνηρότερος τυγχάνει καὶ ἐν τῇ διακονίᾳ καὶ ἐν τῇ λοιπῇ οἱουδήποτε ἔργου ὑπηρεσίᾳ εἰς ἀνάπαυσιν ἀδελφῶν γινομένῃ χαύνως καὶ ἀμελῶς καὶ καταφρονητικῶς διάκειται, καὶ οὐκ ἀνδρίζεται σπουδαίως καὶ πιστῶς ποιεῖν ὃ ἐπιτάσσεται, οὗτος ὑπὸ τοῦ ἀποστόλου ἀργὸς ὀνομαζόμενος ὡς μηδὲν ἐργαζόμενος ἀλλὰ περιεργαζόμενος οὐδὲ ἄρτου ἄξιος εἶναι ἀποφαίνεται εἰπόντος· Ὁ ἀργὸς μηδὲ ἐσθιέτω· καὶ ἀλλαχοῦ· Τοὺς δὲ ἀργοὺς καὶ ὁ θεὸς μισεῖ· καὶ ὁ ἀργὸς οὐδὲ πιστὸς εἶναι δύναται· καὶ ἐν τῇ Σοφίᾳ λέγει· Πολλὴν κακίαν ἐδίδαξεν ἡ ἀργία. ὀφείλει γὰρ ἕκαστος ἐν ὁποιῳδήποτε ἔργῳ διὰ τὸν κύριον γινομένῳ καρποφορεῖν καὶ σπουδαῖος εἶναι κἂν ἐν ἑνὶ καλῷ, ἵνα μὴ παντελῶς ἄκαρπος εὑρισκόμενος ἐκτὸς τῆς αἰωνίου ζωῆς γένηται. Ἑνὸς οὖν προκειμένου τοῖς πᾶσιν ὁμοτρόπως ἀδελφοῖς τοῦ προειρημένου σκοποῦ τὸ λοιπὸν ἀγωνιζέσθω κατὰ δύ283 ναμιν ἕκαστος καὶ πιστευέτω τῷ ἀψευδεῖ θεῷ φθάσαι εἰς τὸ τέλειον τῆς υἱοθεσίας τοῦ χριστιανισμοῦ μέτρον ἐν πάσῃ ἀγαθῇ σπουδῇ καὶ ἀρετῆς ἐπιτηδεύσει. ἡ ἁπλότης δὲ καὶ ἡ ἀφελότης καὶ ἡ πρὸς ἀλλήλους ἀγάπη καὶ χαρὰ καὶ ταπείνωσις ἐξ ἅπαντος ὥσπερ θεμέλιος ἐν τῇ ἀδελφότητι ἑδρασθήτωσαν καὶ ἐν μέσῳ διὰ παντὸς ἤτωσαν, ἵνα μὴ ἐπαιρόμενοι κατ' ἀλλήλων ἢ φυσιούμενοι καὶ γογγύζοντες εἰκαῖον ὑμῶν τὸν κάματον ἀποδείξητε, ἀλλὰ μᾶλλον τῇ ταπεινοφροσύνῃ ἑαυτῶν ὑπερέχοντες καὶ κυρίους τοὺς πλησίον ἡγούμενοι Χριστοῦ τοῦ δι' ἡμᾶς πτωχεύσαντος μιμηταὶ γενώμεθα. καὶ μήτε ὁ ἀδιαλείπτως ταῖς εὐχαῖς προσκαρτερῶν κατὰ τοῦ μηδέπω οὕτω δυναμένου προσκαρτερῆσαι κατεπαιρέσθω καὶ φυσιούσθω, ἵνα δυνηθῇ τὸ ἔργον αὐτοῦ ἐπὶ θεοῦ καὶ ἀνθρώπων προκοπὴν λαμβάνειν, μήτε ὁ ἐν τῇ διακονίᾳ ἢ ἐν τῇ λοιπῇ ὑπηρεσίᾳ ἑαυτὸν δοὺς ὑποβολῇ κακίας γογγυζέτω ἢ καταλαλείτω τοῦ σχολάζοντος ταῖς προσευχαῖς καὶ νηστείαις, ἵνα χάριν ἐπὶ θεοῦ κτήσηται καὶ τὸ ἔργον αὐτοῦ εὐπρόσδεκτον γένηται, ἀλλ' ὡς μέλη ἀλλήλων ὄντες καὶ ἀλλήλους ἀναπαύειν ὀφείλοντες μηδὲν κατ' ἐρίθειαν ἢ κενοδοξίαν ποιῶμεν κατὰ τὸ ἀποστολικὸν παράγγελμα· ὥσπερ γὰρ τὰ μέλη τοῦ σώματος ὑπὸ τῆς μιᾶς ψυχῆς διοικούμενα τὴν διακονίαν ἄφθονως παρέχει ἀλλήλοις καὶ Οὐ δύναται, φησίν, ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρὶ χρείαν σου οὐκ ἔχω ἢ ἡ κεφαλὴ τοῖς ποσὶ χρείαν ὑμῶν οὐκ ἔχω, ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν, ταῦτα περιέπομεν καὶ τού284 τοις τιμὴν περισσοτέραν περιτίθεμεν, οὕτω καὶ ἡμεῖς μέλη ἀλλήλων ὄντες, καθὼς εἴρηται, ποιῶμεν, ὁ δὲ καθεῖς ὡς ἀλλήλων μέλη ὑπὸ ἑνὸς πνεύματος κυβερνώμενοι καὶ ὑφ' ἑνὸς τοῦ τῆς ἀληθείας λόγου ζῶντος τρεφόμενοι διὰ τῆς ἀγάπης καὶ ἁπλότητος καὶ ἀγαθότητος καὶ χαρᾶς εἰς ἀνάπαυσιν ἀλλήλων συναρμοσθῆναι ὀφείλομεν. εἰς τοῦτο γὰρ καὶ ἐκτίσθημεν, καθὼς εἴρηται· Αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ ἐπὶ ἔργοις ἀγαθοῖς, ἵνα ἐν αὐτοῖς περιπατήσωμεν· καὶ οὕτως ὁ θεὸς ἐπὶ ταῖς τοιαύταις προαιρέσεσι χαίρει ἑκάστου τὸ ἔργον τὸ δι' αὐτὸν γινόμενον ἀποδεχόμενος. τοιαύτην γὰρ διάθεσιν ἁπλότητος εἰς ἀλλήλους ὑμῶν ἀποσῳζόντων γίνεται τὸ περίσσευμα τῶν ταῖς εὐχαῖς προσκαρτερούντων ἐπὶ τὸ