1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

19

τοὺς ἐραστὰς ἐκείνης ἀποστῆσαι τῆς πεπλανημένης σπουδῆς. 4.2.1 Ἑορτῆς τοίνυν πανδήμου οὗτος ὁ θεσμὸς καὶ ὁ νόμος· πρῶτον μὲν φανερὸν σκοπὸν εἶναι τῆς πανηγύρεως, ἔπειτα κοινὴν εἶναι πάντων εὐφροσύνην καὶ μὴ μέρος μὲν ἥδεσθαι, τὸ δὲ λειπόμενον ἐν λύπῃ καὶ κατηφείᾳ διάγειν. Τοῦτο γὰρ πολέμου μᾶλλον ἢ ἑορτῆς ἐξαίρετον· ἐπειδήπερ ἐπάναγκες τοὺς μὲν κρατήσαντας ἐμπομπεύειν τῇ νίκῃ, τοὺς δ' ἡττηθέντας δακρύειν τὴν συμφοράν. 4.2.2 Ἐπὶ δέ γε τούτων τῶν ἡμερῶν, πρῶτον μὲν τὸ ἐπὶ τίσι τελεῖται ἡ πανήγυρις ἄδηλον. Μῦθοι γὰρ λέγονται πολλοί, ἀλλήλων ἀνατρεπτικοί· ἀληθὲς δὲ οὐδέν. Εἶτα ὀλίγους μὲν εὐφραινομένους βλέπω· ἀνιωμένους δὲ τοὺς πολλούς, κἂν εὐπρεπεῖ ἑτερότητι τὴν λύπην ἐπισκιάζωσιν· πάντα δὲ θορύβου γέμοντα καὶ ταραχῆς, καὶ τὸ πλῆθος πρὸς ἑαυτῷ εἰκῆ ὠθιζόμενον. 4.3.1 Ἀνάμνησίς ἐστιν καὶ εὐφροσύνη ἐνιαυτοῦ. Ποία εὐφροσύνη, ἄνθρωπε; Πρῶτον, ὅταν ἐννοήσω τῆς συντυχίας τὸ σχῆμα, οἷόν ἐστιν, καὶ ὅπως ὕποπτον καὶ οὐ φιλικόν! Ἀδρανεῖ τῇ φωνῇ καὶ λεπτῇ ἡ προσηγορία πρόεισι τῶν χειλέων· εἶτα ἀκολουθεῖ φίλημα τοῦ λήμματος προοίμιον, καὶ φιλεῖται μὲν τὸ στόμα, ἀγαπᾶται δὲ τὸ νόμισμα· τὸ σχῆμα διαθέσεως καὶ τὸ ἔργον πλεονεξίας. Ἔνθα δὲ καθαρὰ φιλία καὶ ἄδολος, ἄμισθοι καὶ ἀκερδεῖς εἰσιν αἱ φιλοφρονήσεις. 4.3.2 Περιφέρεται γοῦν πολὺ πανταχοῦ καὶ δίδοται τὸ χρυσίον, πρόφασις δὲ δικαία καὶ εὐπρεπὴς τοῦ λήμματος οὔτε ἔστιν οὔτε λέγεται. Γάμος οὐκ ἔστιν, ἵνα νυμφίου τις γαύρου καλέσῃ φιλοτιμίαν. Ἐλεημοσύνην οὐκ ἔχω καλεῖν τὴν δαπάνην· οὐδεὶς γὰρ πένης ἀφίεται συμφορᾶς. Συνάλλαγμα οὐκ ἄν τις καλέσειεν τὸ γινόμενον· οὐδὲν γὰρ διαμείβουσι πρὸς ἀλλήλους τὸ πλῆθος. ∆ωρεὰν δὲ εἰπεῖν, οὐδὲ μέχρις ὅτου δίκαιον, ἔνθα συνέζευκται ἀνάγκη τῇ δόσει. 4.3.3 Τί τοίνυν ἢ τὴν ἑορτὴν καλέσωμεν ἢ τὰ ἐν ταύτῃ δαπανώμενα; Ἐγὼ μὲν οὐχ εὑρίσκω. Εἴπατε δέ, οἱ περὶ αὐτὴν ἐσπου δακότες· δότε λόγον, ὡς ἡμεῖς τῶν ἀληθινῶν καὶ κατὰ Θεὸν πανηγύρεων. Γενέθλιον ἑορτάζομεν, ἐπειδὴ τὰ ἐν σαρκὶ θεοφάνια κατὰ τοῦτον τὸν χρόνον ἔδειξεν ἡμῖν ὁ Θεός. Φῶτα πανήγυριν ἄγομεν, ἐπειδὴ τῇ τῶν ἁμαρτημάτων ἀφέσει οἷον ἐκ σκοτεινοῦ τινος δεσμωτηρίου τοῦ προτέρου βίου πρὸς τὸν φωτεινὸν καὶ ἀνεύθυνον ἀναγόμεθα. 4.3.4 Καλλωπιζόμεθα πάλιν καὶ χαίροντες ἐμπομπεύομεν τῇ ἡμέρᾳ τῆς ἀναστάσεως· τὴν γὰρ ἀφθαρσίαν ἡμῖν καὶ τὴν πρὸς τὸ κρεῖττον δηλοῖ μετακόσμησιν. Οὕτως ταύτας ἑορτάζομεν, οὕτως τὰς ἐφεξῆς· καὶ παντὸς ἀνθρωπικοῦ πράγματος λόγος ἡγεῖται· οὗ δὲ αἰτία καὶ σκοπὸς ἄπεστιν, λῆρος τοῦτο καὶ φλήναφος. 4.4.1 Ὢ τῆς ἀτοπίας! Πάντες κεχηνότες περινοστοῦσι, τὰ παρ' ἀλλήλων 4.4.1 ἐλπίζοντες. Οἱ δόντες λυποῦνται, οἱ λαβόντες οὐ κατέχουσι. Μεταβαίνει γὰρ εἰς ἀλλήλους τὸ λῆμμα καὶ ὁ παρὰ τοῦ ὑπευθύνου δεξάμενος δίδωσι τῷ μείζονι. Ἄστατον δέ ἐστιν τὸ τῆς ἡμέρας ταύτης χρυσίον, ὥσπερ ἡ τῶν παιζόντων σφαῖρα, ὀξέως παρ' ἐμοῦ πεμπόμενον πρὸς τὸν ἕτερον. 4.4.2 Καὶ καινὸς δωροφορίας καὶ λειτουργίας τρόπος, ἀπαραίτητον ἔχων τῆς ἀνάγκης τὴν εἰσφοράν. Ὁ γὰρ μείζων καὶ ἔνδοξος δυσωπεῖ, ὁ ἐλάττων αἰτεῖ, καὶ πάντες βαθμοῖς ἐπὶ τοὺς κόλπους τῶν ὑπερεχόντων κινοῦνται. Καὶ ὅπερ ἐπὶ τῆς συρροίας τῶν ὑδάτων γίνεται, τοῦτο νῦν ἔστιν ἰδεῖν. 4.4.3 Καὶ γὰρ ἐκεῖ λεπτὸς ῥύαξ ἀπορρεύσας τοὺς ῥοῦς τῷ μετ' αὐτὸν καὶ μείζονι μίγνυται· κἀκεῖνος καλύπτεται πάλιν παρὰ τοῦ μᾶλλον πλημμυροῦντος καὶ πολλὰ λεπτότερα ῥεύματα ἀθροισθέντα ποταμοῦ γείτονος προσθήκη γίνονται· οὗτος πάλιν ἑτέρου τοῦ μείζονος καὶ ἄλλος ἄλλου, μέχρις ἂν ὁ τελευταῖος τῷ βάθει καὶ τῷ πλάτει τῆς θαλάσσης ἐγκαθορμίσῃ τὸ ὕδωρ. 4.4.4 Ἑορτὴ αὕτη ψευδώνυμος, ἐπαχθείας γέμουσα· καὶ γὰρ ἡ πρόοδος ἐπαχθὴς καὶ ἡ ἔνδον μονὴ οὐκ ἀνενόχλητος. ∆ημόται γὰρ ἀγύρται καὶ οἱ τῆς ὀρχήστρας θαυματοποιοὶ εἰς τάξεις καὶ συστήματα ἑαυτοὺς καταμερίσαντες ἑκάστην οἰκίαν διοχλοῦσιν· καὶ δῆθεν μὲν εὐφημοῦσι καὶ ἐπικροτοῦσιν, μένουσι δὲ πρὸς ταῖς πύλαις τῶν πρακτήρων εὐτονώτερον, μέχρις ἂν ἀποκναισθεὶς ὁ ἔνδον