1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

19

δυνάμεως ἐναποκει μένης αὐτῷ δηλονότι. Ὅθεν ὅσαπερ ἂν βλέπῃ τὸν Πατέρα ποιοῦντα, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ. {ΕΥΝ.} Ἀλλ' ἡ κατ' οὐσίαν, φησὶν, ὁμοιότης, ἢ σύγκρισις, ἢ κοινωνία, μηδεμίαν ὑπεροχὴν ἢ διαφο ρὰν καταλείπουσα, ἰσότητα σαφῶς ἀπεργάζεται. {ΒΑΣ.} Πῶς οὖν οὐδεμίαν διαφορὰν καταλείπει, οὐδὲ τὴν τοῖς αἰτίοις πρὸς τὰ ἐξ αὐτῶν ἐνυπάρχουσαν; Εἶτα ἐπάγει· {ΕΥΝ.} Τίς δὲ οὕτως ἀνόητος, ἢ πρὸς ἀσέβειαν τολ μηρὸς, ὥστε ἴσον εἰπεῖν τὸν Υἱὸν τῷ Πατρί; {ΒΑΣ.} Εἴπωμεν αὐτῷ τὰ τοῦ προφήτου πρὸς ταῦτα· ὅτι, Ὄψις πόρνης ἐγένετό σοι· ἀπηναισχύντησας πρὸς πάντας. Καὶ γὰρ ἐκεῖναι τὰ ἑαυτῶν ὀνείδη τοῖς σεμνῶς βεβιωκόσι προστρίβονται· καὶ οὗτος τοὺς τὴν δόξαν τοῦ Μονογενοῦς μεγαλύνειν ἐπιθυμοῦντας ἀνοήτους ἀποκαλεῖ καὶ πρὸς ἀσέβειαν τολμηροὺς, ἐπὶ τοῖς αὐτοῖς χαλεπαίνων, ἐφ' οἷς καὶ Ἰουδαῖοι παρ ωξύνοντο τηνικαῦτα λέγοντες ὅτι, Ἴσον ἑαυτὸν ποιεῖ τῷ Θεῷ. Καίτοι γε (καὶ μηδενὶ παράδοξον τὸ λεγόμενον δόξῃ) μᾶλλόν πως ἐδόκουν ἐκεῖνοι τὸ ἀκόλουθον ἐπι βλέπειν. Ἠγανάκτουν γὰρ, ὅτι Πατέρα ἑαυτοῦ ἔλεγε τὸν Θεόν· τὸ ἐφεξῆς ἀφ' ἑαυτῶν συλλογιζόμενοι, ὅτι διὰ τούτου ἴσον ἑαυτὸν ποιεῖ τῷ Θεῷ· ὡς ἀναγκαίως ἑπομένου τῷ Πατέρα ἔχειν τὸν Θεὸν τοῦ ἴσον ὑπάρχειν αὐτῷ. Ὁ δὲ, τὸ πρῶτον συγχωρῶν δῆθεν, πρὸς τὸ δεύτερον ἀνανεύει, καὶ τὴν τοῦ Κυ ρίου φωνὴν ἡμῖν προβάλλεται εἰπόντος· Ὁ Πατὴρ, 29.565 ὁ πέμψας με, μείζων μου ἐστί· τοῦ δὲ Ἀπο στόλου λέγοντος οὐκ ἀκούει ὅτι, Οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ. Καίτοι εἰ κατὰ τὸν σὸν λόγον ἡ ἀγεννησία οὐσία ἦν, ἐβούλετο δὲ τὴν κατ' οὐσίαν ὑπεροχὴν ἐπιδεῖξαι, εἶπεν ἄν· Ὁ ἀγέν νητος μείζων μου ἐστίν. Ὑμέτερος δέ ἐστιν ὁ λόγος, ὅτι ἡ τοῦ Πατρὸς προσηγορία ἐνεργείας ἐστὶ καὶ οὐκ οὐσίας σημαντική. Μείζονα οὖν λέγοντες τοῦ Υἱοῦ τὸν Πατέρα, μείζονα τοῦ ἔργου φατὲ τὴν ἐνέρ γειαν. Πᾶσα δὲ δήπου ἐνέργεια συμβαίνει τῷ μέτρῳ τοῖς ἐξ αὐτῆς γινομένοις· καὶ μεγάλη μὲν τῶν μεγάλων ἔργων ἐστὶ, σμικρὰ δὲ τῶν σμικροτέ ρων. Τὸ οὖν μείζονα τοῦ Υἱοῦ τὸν Πατέρα κατὰ τοῦτον τὸν λόγον ὁμολογεῖν οὐδὲν ἕτερόν ἐστιν, ἢ ἀσύμμετρον τῷ ἔργῳ τίθεσθαι τὴν ἐνέργειαν, καὶ μάτην φάσκειν πρὸς τὸ τῆς ἐνεργείας μέγεθος τὸν Θεὸν κεκινῆσθαι, οὐ δυνηθέντα τῇ ἐνεργείᾳ παρ ισῶσαι τὸ τέλος. Ὥστε τὸ ἕτερον τοῖν δυοῖν ἀναγ καίως διαπεσεῖται· ἢ μὴ δηλοῦν ἐνέργειαν τὸν Πα τέρα, ἀλλὰ οὐσίαν, καὶ οὕτως αὐτοῖς ὁ σεσοφισμέ νος τῆς ὁμοιότητος λόγος διαγεγράψεται, ὅμοιον τῷ Πατρὶ τὸν Υἱὸν τιθεμένων, τουτέστι, τῇ ἐνερ γείᾳ· οἷον γὰρ ἠθέλησεν ὁ Πατὴρ, φησὶ, τοιοῦτον ἐποίησε, καθὸ καὶ εἰκόνα βουλήσεως ὀνομά ζουσιν· ἢ τοῦτο φυλάσσοντας, μὴ εἶναι λέγειν μεί ζονα τὸν Πατέρα. Ἐπειδήπερ πᾶσα ἐνέργεια, μηδενὸς ἀνθισταμένου τῶν ἔξωθεν, σύμμετρός ἐστι τοῖς οἰκείοις ἀποτελέσμασι. Ταῦτα μὲν οὖν πρὸς ἔλεγχον τῆς ἐν τοῖς δόγμασιν αὐτῶν ἀσυμφωνίας εἰρήσθω. Ἐκεῖνο δὲ τίνι τῶν πάντων ἄδηλον, ὅτι τὸ μεῖζον ἢ κατὰ τὸν τῆς αἰτίας λόγον, ἢ κατὰ τὸν τῆς δυνάμεως πλεονασμὸν, ἢ κατὰ τὴν τοῦ ἀξιώματος ὑπεροχὴν, ἢ κατὰ τὴν τῶν ὄγκων περιου σίαν λέγεται; Κατὰ μὲν οὖν τὸν ὄγκον μὴ εἰλῆ 29.568 φθαι τὸ μεῖζον αὐτός τε οὗτος προλαβὼν ἔφησε, καὶ τὸ εἰκὸς οὕτως ἔχει· ἐπειδήπερ τὸ μεῖζον ἐν τοῖς μεγέθεσι τοσοῦτόν ἐστιν, ὅσον καὶ τὸ ἔλαττον, καὶ ἔτι. Τὰ δὲ ἀπερίληπτα τῷ μεγέθει, μᾶλλον δὲ ἀμεγέθη καὶ ἄποσα παντελῶς, τίς ἂν ἀλλήλοις πα ραμετρήσειεν; ὧν δὲ ἀμήχανος ἡ παράθεσις, τίνι ἂν τρόπῳ ἐν τούτοις τὸ ὑπερβάλλον ἐπιγνωσθείη; ∆υ νάμει δὲ λέγειν ἐλλείπειν τὸν Χριστὸν τὴν τοῦ Θεοῦ δύναμιν κομιδῆ νηπίων καὶ οὐδὲ κατακουόντων τῆς φωνῆς τοῦ Κυρίου, λέγοντος· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· καὶ τὸ ἓν ἀντὶ τοῦ κατὰ τὴν δύναμιν ἴσου παραλαμβάνοντος, ὡς ἐξ αὐτῶν δείξομεν τοῦ Εὐαγγελίου τῶν ῥημάτων. Εἰπὼν γὰρ περὶ τῶν πιστευσάντων ὅτι, Οὐ μή τις ἁρπάσῃ ἐκ τῆς χει ρός μου· καὶ ὅτι Ὁ Πατὴρ, ὃς δέδωκέ μοι, μεί ζων πάντων ἐστί· καὶ, Οὐδεὶς δύναται ἁρπάσαι ἐκ τῆς χειρὸς τοῦ Πατρός μου, ἐπήγαγεν· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, σαφῶς