1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

19

Εὐνομίῳ τε καὶ Μακεδονίῳ προενεκάλει, τοῖς τὴν φωνὴν τοῦ ἁγίου Πνεύματος διὰ τῶν Γραφῶν ἀκούουσιν, καὶ οὐκ εἰδόσιν, ὡς ἔρχεται, ἀνάρχως ἐκπορευθὲν παρὰ τοῦ Πατρὸς, τὸ πανταχοῦ ἀεὶ παρὸν, καὶ ὑπάγει πρὸς αὐτὸν, ὡς Πνεῦμα αὐτοῦ ἀχώριστον ὑπάρχον τῇ θεότητι· ἀῤῥήτως γὰρ προῆλθεν ἐξ αὐτοῦ φύσει, καὶ ἐπέστραπται πρὸς αὐτόν· καὶ πρόοδον μὲν τὴν ἐκ τοῦ Πατρὸς ἔχει, ὡς ἂν ἐξ αὐτοῦ ἐκπορευόμενον· μόνην δὲ τὴν εἰς τὸν Πατέρα, ὡς ἂν ἓν καὶ ταυτὸν ὑπάρχον· ἐπιστρέφει δὲ πρὸς τὸν γεννήσαντα προελθὸν, ὡς ἂν μιᾶς καὶ τῆς αὐτῆς ὂν οὐσίας, καὶ τῆς πατρικῆς ἔξω γενέσθαι συνυπάρξεως μὴ δυνάμενον. Τῷ δὲ εἰπεῖν· "Οὕτως ἐστὶν πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος·" διδάσκει, ὡς τὸ Πνεῦμα τοῦ Θεοῦ πνευματικὸν γεννᾷ, καὶ λέγεται πνευματικὸς ἐκ τῆς ἕξεως, καθὰ ὁ ἐξ ἀνθρώπου τεχθεὶς καλεῖται ἄνθρωπος. Ἐπιφωνεῖ γοῦν τῷ τοιούτῳ ὁ Μελῳδός· "Ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου·" καὶ, "Μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι." Καὶ Παῦλος δὲ συνιστῶν, ὅτι 39.676 τούς τε φωτιζομένους τὸ Πνεῦμα ἀναγεννᾷ, καὶ τὴν τοῦ Θεοῦ προσηγορίαν φύσει κέκτηται, ἔγραψεν, πρὸς μὲν Τῖτον, καθὼς ἀνωτέρω ἐλέχθη· "Ἀναγεννήσας ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας, καὶ ἀνακαινίσεως Πνεύματος ἁγίου·" πρὸς δὲ Ῥωμαίους· "Εἰ δὲ Πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε· ὅσοι γὰρ Πνεύματι Θεοῦ ἄγονται, οὗτοι υἱοὶ Θεοῦ εἰσιν. Οὐ γὰρ ἐλάβετε Πνεῦμα δουλείας πάλιν εἰς φόβον· ἀλλ' ἐλάβετε Πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν· Ἀββὰ ὁ Πατήρ. Αὐτὸ τὸ Πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, ὅτι ἐσμὲν τέκνα Θεοῦ· εἰ δὲ τέκνα, καὶ κληρονόμοι, κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ·" πρὸς δὲ Τιμόθεον ἐν τῇ δευτέρᾳ Ἐπιστολῇ· "Οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ Θεὸς Πνεῦμα δουλείας, ἀλλὰ δυνάμεως, καὶ ἀγάπης, καὶ σωφρονισμοῦ." Ὅτι γὰρ περὶ τοῦ ἁγίου Πνεύματος διαλέγεται, εὔδηλον καὶ ἐκ τοῦ εἰπεῖν· "Οὐ γὰρ ἐλάβετε Πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ' ἐλάβετε Πνεῦμα υἱοθεσίας." Ἔχοντες γὰρ ἤδη πάντως τὸ ἡμέτερον, ἐλάβομεν καὶ τὸ τοῦ Θεοῦ. Σαφὲς δὲ τοῦτο καὶ ἀπὸ τοῦ ἐπαγαγεῖν, ὡς "Αὐτὸ τὸ Πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν." Ὅρα οὖν, πῶς παραδόξως ∆εσπότην ἀπαγγέλλει τὸ ἅγιον Πνεῦμα. Ὁ γὰρ μὴ ὢν δοῦλος ἐλεύθερός ἐστιν· καὶ ὁ ἐλευθερῶν δεσπότης καθέστηκεν· οὐδεὶς γὰρ, ὃ αὐτὸς οὐκ ἔχει, ἄλλῳ παρέχει. Καὶ ὁ εἰς υἱοθεσίαν καὶ κληρονομίαν ἄγων Θεός ἐστιν, κοινωνίαν οὐσίας καὶ δεσποτείας ἔχων πρὸς ἐκεῖνον, οὗτινος τῆς υἱοθεσίας καὶ κληρονομίας ἀξιοῖ Κληρονόμον δὲ γράφει, Χριστὸν μὲν, ὡς φύσει Υἱόν· ἡμᾶς δὲ, ὡς ἀγαθότητι αὐτοῦ τῆς κληρονομίας ἀξιουμένους· συγκληρονόμους δὲ Χριστοῦ, διὰ τὴν ἀνέκλεκτον ἐνανθρώπησιν αὐτοῦ. Κράζει δὲ ἐν ἡμῖν ἀντὶ ἡμῶν· "Ἀββὰ," ὅ ἐστιν Πατήρ· ἐπειδήπερ ἡμεῖς οὔτε γνήσιοι υἱοὶ, ὡς αὐτὸ γνήσιον Πνεῦμα, καὶ ἄλλως ἀπαῤῥησίαστοι πρὸς τοιαύτην φωνήν. Τίς γάρ κεν μεγάλοιο Θεοῦ κατ' ἐναντίον ἔλθοι· Ἢ εἴποι τι ἔπος θνητὸς ἐὼν γενεήν; 39.677 Πρὸς δὲ Γαλάτας περὶ τῶν βαπτισθέντων φησίν· "Οὐκ ἔτι εἶ δοῦλος, ἀλλὰ υἱός· εἰ δὲ υἱὸς, καὶ κληρονόμος Θεοῦ διὰ Χριστοῦ." Κορινθίοις δὲ τὰ ἴσα ἐπιστέλλει· "Ἀλλὰ ἀπελούσασθε, ἀλλ' ἡγιάσθητε, ἀλλ' ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν." Ἄθρει οὖν καὶ ἐκ τῶν ῥητῶν τούτων, ὡς ἡ ἀπολύτρωσις, καὶ ὁ ἁγιασμὸς, καὶ ἡ δικαίωσις οὐκ ἄνευ τοῦ ὀνόματος τοῦ θεϊκοῦ Πνεύματος παρέχεται. Καὶ πάλιν ἐν ταῖς Πράξεσιν ἠρώτησεν, φησὶν, τινὰς μαθητὰς, εἰπών· "Εἰ Πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες;" Τῶν δὲ ἀποκριναμένων, "Ἀλλ' οὐδὲ εἰ Πνεῦμα ἅγιόν ἐστιν, ἠκούσαμεν·" ἔφη· "Εἰς τί οὖν ἐβαπτίσθητε;" ὡς οὐδὲν ὄφελος ἐσχηκότων ἀπὸ τοῦ μὴ καὶ εἰς τὸ ἅγιον Πνεῦμα ἐξ ἴσου πιστεῦσαι καὶ βαπτισθῆναι, ὡς ἐπίστευσαν εἰς τὸν Πατέρα καὶ τὸν Υἱόν. Καὶ ἔτι ἀπαγγέλλουσιν αἱ Πράξεις ἀνωφελὲς τὸ βάπτισμα, δίχα τῆς τοῦ θεϊκοῦ Πνεύματος ἐπιφοιτήσεως, καὶ τοῦ ἁγιασμοῦ αὐτοῦ, ἐν συλλαβαῖς τοιαύταις· "Ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύμοις