19
σοί» κεκραγότες «υἱὲ τοῦ θεοῦ; ἦλθες πρὸ καιροῦ ἀπολέσαι ἡμᾶς;» τὸ δὲ ψυχὰς ἐξ ᾅδου μεταπέμπεσθαι καὶ χοροὺς ἀγγέλων οὐρανοπετεῖς ἐν ταὐτῷ μετακαλεῖσθαι μόνος ἐξουσίαν ἔχει διαπράττεσθαι θεὸς καὶ ὁ θειότατος αὐτοῦ παῖς, ἄλλος δὲ τὸ παράπαν οὐδείς. 23.7 εἰ οὖν τὴν ἀόρατον τοῦ θεοῦ βασιλείαν ἔγνωσαν ἁγίῳ πνεύματι χρισθεῖσαν, οὐ πολλῷ πλέον ἐπιγνῶναι τὴν τοῦ ∆αβὶδ ἐδύναντο διὰ χρίσματος ἀναδειχθεῖσαν αἰσθητοῦ καὶ καταχύσεως ὁρατῆς; ἀλλ' οὐκ ᾔδει τὰ πεπραγμένα καὶ γραφαῖς ἀνακείμενα περὶ τοῦ ∆αβὶδ ὁ ἀλιτήριος, ὅς γε καὶ τῷ κυρίῳ περιβαλλομένῳ τὸ σῶμα προσελθὼν ἔφη τολμηρῶς· «εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν κάτω· γέγραπται γὰρ ὅτι τοῖς ἀγγέλοις αὐτοῦ» φησὶν «ἐντελεῖται περὶ σοῦ καὶ ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου»; 23.8 οὐκοῦν εἴπερ ἐκ τῶν ἁγίων ὑποτυποῦται γραφῶν ὁμιλεῖν, οἶδεν ἄρα τὰ γεγραμμένα κακομαθῶς· εἰ δὲ τούτων ἐν γνώσει καθέστηκεν, οὐκ ἄρα τὴν τοῦ ∆αβὶδ ἠγνόει βασιλείαν, ἣ τοῖς ἱεροῖς ἐγκεχάρακται γράμμασιν· ὥστε τὰ γεγραμμένα λέγων ὁ δαίμων οὐδὲν ἐπροφήτευσεν οὐδαμῶς.
24.1 Ἀλλ' ὁ πολύφημος Ὠριγένης, οὐδ' ὁτιοῦν εὑρίσκων εἰπεῖν, εἰς τοῦτο
κατέφυγε τετεχνασμένως, ἑτέρωθι πρὸς ἐπὶ τούτοις ἐπαγαγών· «ἐγὼ δὲ» φησὶν «οὐ δύναμαι διδόναι δαιμονίῳ τηλικαύτην δύναμιν, ἵνα προφητεύῃ περὶ Σαοὺλ καὶ τοῦ λαοῦ τοῦ θεοῦ, καὶ προφητεύῃ περὶ βασιλείας ∆αβὶδ ὅτι μέλλει βασιλεύειν». 24.2 εἶτα, φαίη τις ἄν, ὦ ἀνοητότατε ἀνδρῶν, οὐ δίδως μὲν αὐτῷ προφητεύειν, ἐπιτρέπεις δὲ αὐτῷ προφήτας ἀνάγειν ἐξ ᾅδου καὶ ἀγγελικοὺς ἄφνω μεταστέλλεσθαι χορούς, ὅπερ ἐστὶ μεῖζον καὶ προὖχον καὶ θειοτέρας ἐχόμενον ἐξουσίας; ἆρά γέ τις οὕτως ἐνόησεν ἀσθενῶς ἢ πτωχῶς; 20ἀλλὰ μάλιστα μὲν ἔγωγε φαίην ἂν20 ἀνθυπενέγκας ὅτι μηδὲν ἐπροφήτευσεν ὁ δαίμων, ὥς γε καὶ πρόσθεν ἐδείξαμεν· 24.3 εἰ δ' ἄρα καὶ προφητείας 20ἄξια διαλεχθεὶς ἐτύγχανεν, οὐδ' οὕτως ἐχρῆν20 ὑπολαμβάνειν ὅτι πνεύματα καὶ ψυχὰς ὁ δαίμων ἀνήγαγεν ἐξ ᾅδου· καὶ γὰρ ὁ Καϊάφας ἐπὶ τῇ κατὰ τοῦ Χριστοῦ συστάσει προὐφήτευσεν, εἰρηκὼς ὅτι «συμφέρει ἡμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται». 24.4 ταῦτα μὲν οὐκ εἶπεν ἀφ' ἑαυτοῦ, καθάπερ ὁ σοφώτατος ἐξέδωκεν Ἰωάννης, ἀρχιερεὺς δὲ τυγχάνων ἐκείνου τοῦ ἔτους ἐπροφήτευσεν. 24.5 εἰ δὲ οὗτος ὁ κατὰ τοῦ κυρίου βουλὰς ἀδίκους ἀράμενος ὅμως οὐκ ἀφ' ἑαυτοῦ προφητεύει, κινούμενος δὲ δήπουθεν ὑφ' ἑτέρου καθ' ἑαυτοῦ ποιεῖται τὸν ἔλεγχον, οὐδὲ εἴ τις ἄλλος ἄρα τοιοῦτό τι δρᾷ προσεκτέον ὅτι 20παρὰ τοῦτο θειοτέρας ἐξῆπται δυνάμεως, οὐδὲ20 ἀνασχετέον εἰ λέγοι τις ὅτι μαντείᾳ δαιμονιώδει ψυχὰς ἀνάγειν ἔοικεν ἐξ ᾅδου καὶ στρατιὰς ἀγγέλων οἷα θεός. 24.6 ἐπακουστέον γὰρ οἷα περὶ τῶν τοιούτων ἐξαγορεύει προφητῶν ἐν τῷ ∆ευτερονομίῳ θεσπίζων ὁ Μωσῆς, «ἐὰν δὲ ἀναστῇ» φάσκων «ἐν σοὶ προφήτης ἢ ἐνυπνιαζόμενος ἐνύπνιον καὶ δῷ σοι σημεῖον ἢ τέρας, καὶ ἔλθῃ τὸ σημεῖον ἢ τὸ τέρας ὃ ἐλάλησεν πρὸς σὲ λέγων· 24.7 πορευθῶμεν καὶ λατρεύσωμεν θεοῖς ἑτέροις οὓς οὐκ οἴδατε, οὖκ ἀκούσεσθε τῶν λόγων ἐκείνου τοῦ προφήτου» φησὶν «ἢ τοῦ ἐνυπνιαζομένου τὸ ἐνύπνιον ἐκεῖνο· ὅτι πειράζει κύριος ὁ θεὸς ὑμῶν ὑμᾶς, τοῦ ἰδεῖν εἰ ἀγαπᾶτε κύριον τὸν θεὸν ὑμῶν». 24.8 ἀλλ' ἐνταῦθα μὲν τὴν δυάδα πατρός τε καὶ τοῦ μονογενοῦς υἱοῦ παριστῶν, ἄλλον μὲν τὸν ἐκπειράζοντα κύριον ὠνόμαζεν, ἄλλον δὲ παρὰ τοῦτον εἶναι τὸν ἀγαπώμενον κύριόν τε καὶ θεόν, ἵν' ἐκ δυάδος τὴν μίαν ἀποδείξοι θεότητα καὶ τὴν ἀληθῆ θεογονίαν. 24.9 εἰ δ' ὁ προφήτης ἐκεῖνος ὁ τὸ σημεῖον ὑποσχόμενος ἢ τὸ τέρας ὑποδεῖξαι παντάπασιν ἀποκριτέος ἐστὶ τῷ τὴν ἀθέμιτον εἰδωλολατρείαν εἰσηγεῖσθαι, κἂν ἡ τοῦ σημείου δύναμις ἐνεργοῦσα προτρέχῃ, πόσῳ δὴ μᾶλλον οὐ χρὴ δαίμονι πιστεύειν ἐπαγγελλομένῳ ψυχὰς ἐξ ᾅδου μεταπέμπεσθαι καὶ πνεύματα δικαίων; 24.10 ἀλλ' οὐδὲ φαίη τις ἂν ἀσεβῶν ὅτι μαντευομένων ἐκείνων ὁ θεὸς ἀνέστησε τὸν Σαμουὴλ ἐκπειράσαι τὸν ἄδικον