19
Λʹ. Ὕμνος πρὸς Θεόν. Σὲ τὸν ἄφθιτον μονάρχην ∆ὸς ἀνυμνεῖν, δὸς ἀείδειν, Τὸν ἄνακτα τὸν δεσπότην· ∆ι' ὃν ὕμνος, δι' ὃν αἶνος, ∆ι' ὃν Ἀγγέλων χορεία, ∆ι' ὃν αἰῶνες ἄπαυστοι, 509 ∆ι' ὃν ἥλιος προλάμπει, ∆ι' ὃν ὁ δρόμος σελήνης, ∆ι' ὃν ἄστρων μέγα κάλλος, ∆ι' ὃν ἄνθρωπος ὁ σεμνὸς Ἔλαχε νοεῖν τὸ θεῖον, Λογικὸν ζῶον ὑπάρχων. Σὺ γὰρ ἔκτισας τὰ πάντα Παρέχων τάξιν ἑκάστῳ, Συνέχων τε τῇ προνοίᾳ. Λόγον εἶπας, πέλεν ἔργον. Ὁ Λόγος σου Θεὸς Υἱός· Ὁμοούσιος γάρ ἐστιν, Ὁμότιμος τῷ τεκόντι, Ὃς ἐφήρμοσεν τὰ πάντα, Ἵνα πάντων βασιλεύσῃ. Περιλάμβανον δὲ πάντα Ἅγιον Πνεῦμα τὸ θεῖον Προνοούμενον φυλάσσει. Τριάδα ζῶσαν ἐρῶ σε, Ἕνα καὶ μόνον μονάρχην, Φύσιν ἄτρεπτον, ἄναρχον, Φύσιν οὐσίας ἀφράστου, Σοφίας νοῦν ἀνέφικτον, Κράτος οὐρανῶν ἄπταιστον, Ἄτερ ἀρχῆς, ἀπέραντον, 510 Ἀκατασκόπητον αὐγὴν, Ἐφορῶσαν δὲ τὰ πάντα, Βάθος οὐδὲν ἀγνοοῦσαν Ἀπὸ γῆς μέχρις ἀβύσσου. Πάτερ, ἵλεως γενοῦ μοι. ∆ιὰ παντὸς θεραπεύειν Τὸ σέβασμα τοῦτο, δός μοι Τὰ δ' ἁμαρτήματα ῥίψον, Τὸ συνειδὸς ἐκκαθαίρων Ἀπὸ πάσης κακονοίας, Ἵνα δοξάσω τὸ θεῖον Ὁσίας χεῖρας ἐπαίρων Ἵνα Χριστὸν εὐλογήσω, Γόνυ κάμπτων ἱκετεύσω Τότε προσλαβεῖν με δοῦλον, Ὅτ' ἂν ἔλθῃ βασιλεύων. Πάτερ, ἵλεως γενοῦ μοι, Ἔλεον καὶ χάριν εὕρω· Ὅτι δόξα καὶ χάρις σοι Ἄχρις αἰῶνος ἀμέτρου. ΛΑʹ. Ὕμνος ἄλλος. ∆όξα Θεῷ τῷ Πατρὶ, καὶ Υἱῷ παμβασιλῆι· 511 ∆όξα πανευφήμῳ Πνεύματι παναγίῳ. Ἡ Τριὰς εἷς Θεός ἐστιν, ὃς ἔκτισε, πλῆσέ τε πάντα, Οὐρανὸν οὐρανίων, γαῖαν ἐπιχθονίων· Πόντον, καὶ ποταμοὺς, καὶ πηγὰς πλῆσεν ἐνύδρων, Πάντα ζωογονῶν πνεύματος ἐξ ἰδίου· Ὄφρα σοφὸν κτίστην πᾶσα κτίσις ὑμνήσειε, Τοῦ ζῇν, τοῦ τε μένειν, αἴτιον ὄντα μόνον. Ἡ λογικὴ δὲ μάλιστα φύσις διὰ παντὸς ἀείσῃ, Ὡς βασιλεῖα μέγαν, ὡς ἀγαθὸν πατέρα. Πνεύματι, καὶ ψυχῇ, καὶ γλώττῃ, καὶ διανοίᾳ, ∆ὸς καὶ ἐμοὶ καθαρῶς δοξολογεῖν σε, Πάτερ. ΛΒʹ. Ὕμνος ἑσπερινός. Σὲ νῦν εὐλογοῦμεν, Χριστέ μου, Λόγε Θεοῦ, 512 Φῶς ἐκ φωτὸς ἀνάρχου, Καὶ Πνεύματος ταμίας, Τριττοῦ φωτὸς εἰς μίαν ∆όξαν ἀθροιζομένου· Ὃς ἔλυσας τὸ σκότος, Ὃς ὑπέστησας τὸ φῶς, Ἵν' ἐν φωτὶ τὰ πάντα κτίσῃς, Καὶ τὴν ἄστατον ὕλην Στήσῃς μορφῶν εἰς κόσμον, Καὶ τὴν νῦν εὐκοσμίαν· Ὃς νοῦν ἐφώτισας ἀνθρώπου Λόγῳ τε καὶ σοφίᾳ, Λαμπρότητος τῆς ἄνω Καὶ κάτω θεὶς εἰκόνα, Ἵνα φωτὶ βλέπῃ τὸ φῶς, Καὶ γένηται φῶς ὅλος. Σὺ φωστῆρσιν οὐρανὸν Κατηύγασας ποικίλοις. Σὺ νύκτα καὶ ἡμέραν Ἀλλήλαις εἴκειν ἠπίως 513 Ἔταξας, νόμον τιμῶν Ἀδελφότητος καὶ φιλίας. Καὶ τῇ μὲν ἔπαυσας κόπους Τῆς πολυμόχθου σαρκός· Τῇ δ' ἤγειρας εἰς ἔργον, Καὶ πράξεις τάς σοι φίλας, Ἵνα τὸ σκότος φυγόντες Φθάσωμεν εἰς ἡμέραν, Ἡμέραν τὴν μὴ νυκτὶ Τῇ στυγνῇ λυομένην. Σὺ μὲν βάλοις ἐλαφρὸν Ὕπνον ἐμοῖς βλεφάροις, Ὡς μὴ γλῶσσαν ὑμνῳδὸν Ἐπὶ πολὺ νεκροῦσθαι. Μήτ' ἀντίφωνον ἀγγέλων Πλάσμα σὸν ἡσυχάζειν. Σὺν σοὶ δὲ κοίτη εὐσεβεῖς Ἐννοίας ἐταζέτω, Μηδέ τι τῶν ῥυπαρῶν Ἡμέρας νὺξ ἐλέγχῃ, Μηδὲ παίγνια νυκτὸς Ἐνύπνια θροείτω· Νοῦς δὲ καὶ σώματος δίχα Σοὶ, Θεὲ, προσλαλείτω, Τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, 514 Καὶ τῷ ἁγίων Πνεύματι, Ὧ τιμὴ, δόξα, κράτος, Εἰς τοὺς αἰῶνας. Ἀμήν. ΛΓʹ. Εὐχαριστήριον. Σοὶ χάρις, ὦ πάντων βασιλεῦ, πάντων δὲ ποιητά. Οὐρανὸς ἐπλήσθη δόξης σέο, πᾶσά τε γαῖα Σῆς σοφίης. Θεὸς Υἱὸς ὁ σὸς Λόγος ἔκτισε πάντα. Σὸν ἅγιον Πνεῦμα ζωὴν πάντεσσι χορηγεῖ. Ἱλήκοις κόσμῳ θεία Τριάς· ἵλαθι δ' ἡμῖν, Υἱὲ Θεοῦ κατὰ πνεῦμα, καὶ ἀνθρώπου κατὰ σάρκα, Ὅστις ἐπὶ σταυροῖο μόρον τέτληκας ἐπισπεῖν, Οἷα βροτός· τριτάτῃ δὲ πύλας λίπες ἀϊδονῆος, Οἷα Θεός· θανάτου