19
σύλλογοι μὲν ἦσαν, ὧν ἦσαν τότε (ὀκνῶ γὰρ εἰπεῖν αὖθις, οἷς αἰσχύνομαι), ἦσαν δὲ πάντων, ἶσον εἰπεῖν οὐδενός· ἀναρχία γάρ ἐστιν ἡ πλεισταρχία. Ἐμοῦ δὲ καλῶς ἡ νόσος προεστάτει, ἥ μ' εἶργεν οἴκοι πολλὰ δὴ καὶ πολλάκις πρὸς ἓν μόνον βλέποντα, τὴν ἐκδημίαν, ἣ πάντων εἶχε τῶν κακῶν ἀπαλλαγήν. ὃ δ' οὖν παρέστη, τοῦτο καὶ κείσθω νόμος. τινὲς μὲν ἦσαν, οἳ βίᾳ μὲν καὶ μόγις, ἀλλ' οὖν συνῆλθον, οἷς τι μετῆν παρρησίας, ὅσοις ἄγνοια τοῦ κακοῦ συνήγορος τῇ διπλόῃ κλαπεῖσι τῶν διδαγμάτων τό τ' ἐν μέσῳ κήρυγμα εὐσεβῶς ἔχον, τόκος τεκόντων παντελῶς ἀλλότριος. τὸν συρφετὸν δὲ τὸν πολὺν χριστεμπόρων τότε προσήσομ', ἡνίκ' ἂν καὶ βόρβορον εὐωδίᾳ μίξῃ τις ἀχράντου μύρου. ῥᾷον κακοῦ γὰρ ἢ καλοῦ μετουσία. τούτοις ὁ καινόδοξος οὐκ ἠρέσκετο (οὕτω καλοῦσι τοὺς προμηθεῖς οἱ θρασεῖς), ἀλλ' οὐδ' ἐκεῖνοι τῷ προμηθεῖ. γίνετ' οὖν ὁ Λὼτ ἐκεῖνος ὁ πατριάρχης τ' Ἀβραάμ· ὁ μὲν βαδίζει τήν, ὁ δὲ τὴν ἐναντίαν, ὡς μὴ στενοῦσθαι τῷ πλάτει τῆς κτήσεως. Τί δεῖ λέγειν, ὅσοις τε καὶ οἵοις λόγοις ταύτην ἐπείρων τὴν πολιὰν οἱ φίλτατοι, τὰ πρῶτα μὲν διδόντες, αἰτοῦντες δέ γε τὸ γνήσιον, φεῦ, Γρηγόριον τὸν γνήσιον, οἱ γνήσιοι μέν, εἰς δὲ σύμπνοιαν κακῶν· τὸ δ' ἐστίν, εἰς ἅπαντα συνεργοῦντ' ἔχειν. πῶς εἰς ἅπαντα; τίς δ' ἐφαντάσθη τόσον, ὡς πλῆθος ἄξει πρός τί μ', οὐ θεοῦ λόγος; πρόσθεν ῥυήσετ' εἰς ἄνω πηγῶν φύσις καὶ πῦρ ὁδεύσει τὴν ἐναντίαν φοράν, ἤ τι προδώσω τῆς ἐμῆς σωτηρίας.
Ἐντεῦθεν ἐξέκλεπτον ἐκ μέσου πόδα. δῆλον δέ· καὶ γὰρ οἶκον ἀντηλλαξάμην ἕλκων ἐμαυτὸν ἐκ βυθῶν ἐκκλησίας πόρρω κακῶν τε καὶ λόγων καὶ συλλόγων. πλὴν ὅσα κατεστέναζον οἱ προσκείμενοι- λαοῦ μάλιστα, ὡς τὰ πάντων μὴ λέγω- βοῶντες, ἱκετεύοντες, εἰς θεὸν χέρας αἴροντες, ὁρκίζοντες, ὡς τεθνηκότα πενθοῦντες ἤδη-τοῦ πάθους, τῶν δακρύων. πῶς ἦν ἐνεγκεῖν ταῦτα καὶ τίνος φρενός; «ἡμᾶς ἀφήσεις τὸν σόν, ὡς ἠκούομεν, στάχυν, στενόν ποτ', εὔκομον δὲ νῦν θέρος; λαὸν δὲ τὸν προσήλυτον, τὸν μὲν θύραις ταῖς σαῖς προσεστῶθ', οἷς ἀνοῖξαι δεῖ μόνον, τὸν δ' ἔνδον ἤδη, τὸν δὲ θηρευτὴν ξένων, τίσιν προήσῃ; τίς σὸν ἐκθρέψει τόκον; τοὺς σοὺς πόνους τίμησον, οἷς †προσερρύης†· δὸς τῆς πνοῆς τὸ λεῖπον ἡμῖν καὶ θεῷ. ναὸς γενέσθω σοῦ βίου πεμπτήριος.» ταῦτ' ἦν κλάσις μέν, ἀλλ' ὅμως ἐκαρτέρουν. Μικρόν τι, καὶ δίδωσι τὴν λύσιν θεός. ἦλθον γάρ, ἦλθον ἐξαπίνης κεκλημένοι, ὡς δή τι συνοίσοντες εἰρήνης σκοπῷ, Αἰγύπτιοί τε καὶ Μακεδόνες, ἐργάται τῶν τοῦ θεοῦ νόμων τε καὶ μυστηρίων, φυσῶντες ἡμῖν ἑσπέριόν τε καὶ τραχύ. τοῖς δ' ἀντεπῄει δῆμος ἡλιοφρόνων. κάπροι δ' ὅπως θήγοντες ἀγρίαν γένυν (ὡς ἂν μιμήσωμαί τι τῆς τραγῳδίας), λοξὸν βλέποντες ἐμπύροις τοῖς ὄμμασιν συνῆπτον. ἐν πολλοῖς δὲ τοῖς κινουμένοις θυμοῦ τὸ πλεῖον ἢ λόγου κινήμασιν καὶ τῶν ἐμῶν τι πικρότερον ἐπεσκόπουν, νόμους στρέφοντες τοὺς πάλαι τεθνηκότας, ὧν πλεῖστον ἦμεν καὶ σαφῶς ἐλεύθεροι· οὐ μὴν πρὸς ἔχθραν τὴν ἐμὴν οὐδὲ θρόνον σπεύδοντες ἄλλῳ, οὐδαμῶς, ὅσον πόνῳ τῶν ἐνθρονιστῶν τῶν ἐμῶν, ὡς γοῦν ἐμέ σαφῶς ἔπειθον λαθρίοις δηλώμασιν. οὐ γὰρ φορητὴν τὴν ὕβριν σφῶν εἰδέναι, ὅση παλαιὰ καὶ νέοις ἐν πράγμασιν. Ἐγὼ δὲ τέως μὲν ὥσπερ ἵππος δέσμιος, καίπερ κακοῖς τε καὶ νόσῳ τετρυμένος, ἔνδον κροαίνων οὐκ ἐπαυσάμην πόδας καὶ δοῦλον ἐχρεμέτιζον ἐκ δεσμῶν βίας ποθῶν νομάς τε τήν τ' ἐμὴν ἐρημίαν. ἐπεὶ δὲ κινεῖν, ἃ προεῖπον, ἠξίουν, ἔρρηξα δεσμὰ τήν τ' ἀφορμὴν ἀσμένως (οὐκ ἂν πείσαιμι τοὺς φιλάρχους οὔποτε, εὔδηλόν ἐστι, πλὴν ἀληθές) ἥρπασα. καιρὸς γὰρ ἦν μοι· καὶ παρελθὼν εἰς μέσους τάδ' εἶπον· «ἄνδρες, οὓς συνήγαγεν θεός, ὡς ἄν τι βουλεύσησθε τῶν θεῷ φίλων, τὸ μὲν καθ' ἡμᾶς δευτέρου κείσθω λόγου· μικρὸν γάρ, ὥς γε πρὸς τοσοῦτον σύλλογον, ὅπως ποθ' ἕξει, κἂν μάτην αἰρώμεθα· ὑμεῖς δὲ πρός τι μεῖζον ὑψοῦτε φρένα. εἰς ἓν γένεσθε, συνδέθητε ὀψὲ γοῦν. ἕως τίνος γελώμεθ' ὡς ἀνήμεροι καὶ τοῦτο μανθάνοντες ἕν, πνέειν μάχην; δότε προθύμως δεξιὰς