1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

19

φωνὴν εἶχον μίαν. ∆ιὰ τί δὲ χεῖλος ἓν ἐκάλεσε τὴν φωνήν; Ἔθος τῇ Γραφῇ οὕτω καλεῖν τὰ ῥήματα, γλῶσσαν. Ἀναγκαῖον δὲ καὶ τοῦτο εἰδέναι διὰ τοὺς αἱρετικοὺς, τοὺς κατηγοροῦντας τῆς δημιουργίας τοῦ Θεοῦ, τοὺς λέγοντας, ὅτι πονηρὸν τὸ σῶμα. Ἐπειδὴ γὰρ τὰ πονηρὰ κινήματα τῆς διανοίας τοῖς μέλεσι τοῦ σώματος ἡ Γραφὴ καλεῖ· οἷόν τι λέγω· Ἠκόνησαν γλῶσσαν αὐτῶν ὡσεὶ ὄφεως· Ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα· νομίζουσιν οὖν τινες, ὅτι περὶ τῆς γλώττης εἴρηται. Οὐκ εἴρηται δὲ περὶ τῆς γλώττης· μὴ γένοιτο· ἔργον γάρ ἐστι τοῦ Θεοῦ· ἀλλὰ περὶ τῶν ῥημάτων τῶν φονικῶν, τῶν ἀποκτιννύντων ἀνθρώπους, τῶν ἐμπιπτόντων ξίφους χαλε56.187 πώτερον. Ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα· καὶ πάλιν· Χείλη δόλια ἐν καρδίᾳ, καὶ ἐν καρδίᾳ ἐλάλησε κακά· οὐ περὶ τοῦ μέλους λέγων τοῦ σώματος, ἀλλὰ περὶ τῶν ὑπούλων ῥημάτων. Οὕτω καὶ ἐνταῦθα εἰπὼν, Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἓν, οὐ τοῦτο ἐδίδαξεν, ὅτι πάντες ἄνθρωποι εἶχον ἓν χεῖλος, ἀλλὰ χεῖλος τὴν φωνὴν ἐκάλεσεν. Εἰπὼν γὰρ, Ἦν πᾶσα ἡ γῆ χεῖλος ἓν, ἐπήγαγε, Καὶ φωνὴ μία πᾶσιν. Οὕτως ὅταν λέγῃ, Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, οὐ τοῦ λάρυγγος κατηγορεῖ, ἀλλὰ τῶν κακῶν ῥημάτων τῶν ἀναβαινόντων ἐκεῖθεν, τῶν νεκρῶν δογμάτων. Τάφος γὰρ τοῦτό ἐστι, νεκρῶν δοχεῖον ὀστῶν καὶ σωμάτων. Τοιαῦτα κἀκείνων τὰ στόματα, τῶν κατηγορούντων τοῦ ∆ημιουργοῦ· τοιαῦτα τὰ στόματα τῶν αἰσχρὰ φθεγγομένων ἀνθρώπων, τῶν λοιδορούντων, τῶν δυσώδη καὶ πονηρὰ ῥήματα ἐκ τῆς οἰκείας φάρυγγος ἐκβαλλόντων. ηʹ. Εὐωδίας αὐτὴν ἔμπλησον, ἄνθρωπε, μὴ δυσωδίας· θησαυρὸν ποίησον βασιλικὸν, μὴ τάφον σατανικόν. Εἰ δὲ τάφος ἐστὶ, κἂν ἀπόκλεισον, ἵνα μὴ προβαίνῃ ἡ δυσωδία. Πονηρὰ ἔχεις ἐνθυμήματα; Μὴ προενέγκῃς αὐτὰ διὰ ῥημάτων· ἔασον κάτω κεῖσθαι, καὶ ταχέως ἀποπνίγονται. Ἄνθρωποί ἐσμεν, πολλὰ πολλάκις πονηρὰ βουλευόμενοι καὶ ἄτοπα καὶ αἰσχρὰ βουλεύματα· ἀλλὰ μὴ συγχωρῶμεν εἰς ῥήματα τὰ νοήματα προελθεῖν, ἵνα πιεζόμενα κάτω ἀσθενέστερα γίνηται καὶ ἀπολλύηται. Καθάπερ γὰρ θηρία τις παντοδαπὰ καὶ ἀνήμερα εἰς λάκκον ἐμβαλὼν, ἂν μὲν ἐμφράξῃ τὸν λάκκον ἄνωθεν, ἀποπνίγει ῥᾳδίως· ἂν δὲ διέξοδόν τινα καὶ ἀναπνοὴν παράσχῃ μικρὰν, πολλὴν αὐτοῖς δίδωσι τὴν παραμυθίαν, καὶ οὐκ ἀφίησιν ἀπολέσθαι, ἀλλ' ἐκθηριοῖ μειζόνως· οὕτω καὶ ἐπὶ τῶν λογισμῶν γίνεται τῶν πονηρῶν, ὅταν τεχθῶσιν ἔνδον, ἂν μὲν ἀποκλείσωμεν αὐτῶν τὴν εἰς τὰ ἔξω πρόοδον, ταχέως αὐτοὺς ἀφανίζομεν· ἂν δὲ διὰ τῶν ῥημάτων αὐτοὺς ἐξενέγκωμεν, κἀκείνους ἰσχυροτέρους εἰργασάμεθα, δόντες ἀναπνεῦσαι διὰ τῆς γλώττης αὐτοῖς, καὶ πρὸς τὰ τῶν ἀτόπων πράξεων βάραθρα ταχέως ἀπὸ τῆς τῶν αἰσχρῶν ῥημάτων μελέτης καταπίπτομεν. ∆ιὰ τοῦτο ὁ προφήτης οὐχ ἁπλῶς τάφον ἐκάλεσεν, ἀλλὰ Τάφον ἀνεῳγμένον, αὐτὸ τοῦτο ἐγκαλῶν ὅπερ εἶπον. Οὐδὲ γὰρ ἑαυτὸν αἰσχύνει μόνον ὁ τὰ αἰσχρὰ φθεγγόμενος ῥήματα, ἀλλὰ καὶ τοὺς πλησίον, καὶ τοὺς συγγινομένους αὐτῷ πολλῆς ἀναπίμπλησι τῆς λύμης. Καὶ καθάπερ εἰ τοὺς τάφους ἀνοίξομεν, λοιμοῦ τὰς πόλεις ἐμπλήσομεν· οὕτω τὰ αἰσχρὰ στόματα εἰ μετὰ ἀδείας ἀνοίγοιτο, τοὺς συγγινομένους ἅπαντας νόσου χαλεπωτάτης ἐμπλήσει. ∆ιὰ τοῦτο χρὴ θύραν καὶ μοχλὸν καὶ χαλινὸν ἐπιθεῖναι τῷ στόματι. Ὅτι μὲν οὖν μία φωνὴ ἦν τότε, ἱκανῶς ἐκ τούτων ἡμῖν ἀποδέδεικται· λοιπὸν δὲ ἀναγκαῖον εἰπεῖν, τίνος ἕνεκεν αἱ πολλαὶ ἐπεισήχθησαν. Ἀλλὰ τέως τὸν ἠθικώτερον γυμνάσωμεν λόγον· παιδεύσωμεν τὴν ἡμετέραν γλῶτταν χαλινὸν ἔχειν, καὶ μὴ πάντα ἁπλῶς ἐκφέρειν τὰ ἀπὸ τῆς διανοίας· μὴ κακηγορεῖν τοὺς ἀδελφοὺς, μὴ ἀλλήλους δάκνειν καὶ κατεσθίειν. Τῶν δακνόντων τὰ σώματα χείρους εἰσὶν οἱ διὰ λόγων τοῦτο ποιοῦντες. 56.188 Ἐκεῖνοι τοῖς ὀδοῦσι δάκνουσι τὸ σῶμα, οὗτος τοῖς λόγοις δάκνει τὴν ψυχὴν, τιτρώσκει τὴν ὑπόληψιν, ἀνίατον ποιεῖ τὸ τραῦμα. ∆ιόπερ μείζονα ἐκδέξεται κόλασιν καὶ τιμωρίαν,