1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

19

πειραθῶσι τοῦ ναυαγίου· οὕτω καὶ οἱ πένητες, καθάπερ ναυάγιον δεδοικότες τὸν λιμὸν, σπεύδουσι πρὸ τῆς ἑσπέρας τὸ πρὸς τροφὴν αὐτοῖς ἀργύριον ἀρκοῦν συναγαγεῖν, ἵνα μὴ, πάντων ἀποδημησάντων οἴκαδε, ἔξω τοῦ λιμένος μείνωσι. Λιμὴν γὰρ αὐτοῖς αἱ τῶν ἀντιλαμβανομένων χεῖρές εἰσιν. δʹ. Ἡμεῖς δὲ οὔτε ἐν ἀγορᾷ πρὸς τὰς ἐκείνων ἐκκαμπτόμεθα συμφορὰς, οὔτε οἴκαδε ἀπελθόντες· ἀλλὰ καὶ τῆς τραπέζης ἡμῖν παρακειμένης, πολλάκις καὶ μυρίων γενούσης ἀγαθῶν (εἴγε ἀγαθὰ χρὴ καλεῖν, ἃ ἐπὶ κατακρίσει τῆς ἡμῶν ἀπανθρωπίας ἐσθίομεν), πλὴν ἀλλὰ καὶ τῆς τραπέζης παρακειμένης, ἀκούοντες κάτωθεν διὰ τῶν στενωπῶν βαδιζόντων ἐκείνων, καὶ μεγάλα βοώντων ἐν τοῖς ἀμφόδοις, ὀδυνωμένων ἐν βαθυτάτῳ σκότῳ, ἐν ἐρημίᾳ πολλῇ, οὐδὲ οὕτως ἐπικαμπτόμεθα· ἀλλὰ καὶ ἐμπλησθέντες, καὶ πρὸς ὕπνον βαδίζοντες, καὶ ἐν ἐκείνῳ πάλιν τῷ καιρῷ μεγάλα κάτωθεν ὀδυρομένων ἀκούοντες, ὥσπερ κυνὸς λυττῶντος, ἀλλ' οὐκ ἀνθρωπίνης ἀκούοντες φωνῆς οὕτω παρατρέχομεν· καὶ οὔτε πρὸς τὸν καιρὸν ἐπιστρεφόμεθα, ὅτι ἀωρὶ λοιπὸν τῶν νυκτῶν καθευδόντων ἁπάντων ἐκεῖνος ὀδύρεται μόνος, οὔτε πρὸς τὸ κοῦφον τῆς αἰτήσεως, ὅτι ἄρτου πλέον οὐδὲν ἡμᾶς ἀπαιτεῖ, ἢ ἀργύριον ὀλίγον, οὔτε πρὸς τὸ μέγεθος τῆς συμφορᾶς, ὅτι λιμῷ παλαίει διηνεκεῖ, οὔτε πρὸς τὴν ἐπιείκειαν τοῦ ἱκέτου, ὅτι τοσαύτῃ κατεχόμενος ἀνάγκῃ, οὐ πρὸς τὰς θύρας ἐλθεῖν, οὐκ ἐγγὺς γενέσθαι τολμᾷ, ἀλλὰ κάτωθεν ἐκ πολλοῦ τοῦ διαστήματος ποιεῖται τὴν ἱκετηρίαν. Κἂν μὲν λάβῃ, μυρίας δίδωσι τὰς εὐχάς· ἂν δὲ μὴ λάβῃ, οὐδὲ οὕτω πικρὸν ἐκβάλλει ῥῆμα, οὐδὲ λοιδορεῖται καὶ βλασφημεῖ τοὺς δυναμένους δοῦναι, καὶ μὴ παρέχοντας· ἀλλ' ὥσπερ τις ὑπὸ δημίου τινὸς ἐπὶ κόλασιν ἀγόμενος ἀφόρητον, εἶτα τοὺς παριόντας ἅπαντας παρακαλῶν, ἱκετεύων, καὶ μηδεμιᾶς τυγχάνων ἀντιλήψεως, μετὰ πολλῆς 54.604 τῆς ἀπανθρωπίας πρὸς τὴν κόλασιν ἄγεται· οὕτω καὶ οὗτος, καθάπερ ὑπὸ δημίου τοῦ λιμοῦ πρὸς τὴν νύκτα ἑλκόμενος καὶ τὴν ἀφόρητον ἀγρυπνίαν, ἐκτείνει μὲν τὰς χεῖρας, μετὰ σφοδρᾶς τῆς βοῆς τοὺς ἐν ταῖς οἰκίαις ἄνω καθημένους παρακαλῶν, οὐδεμιᾶς δὲ φιλανθρωπίας τυγχάνων, ἀνηλεῶς ἀποπέμπεται καὶ μετὰ πολλῆς τῆς ὠμότητος. Ἀλλ' οὐδὲν τούτων ἡμᾶς ἐπικάμπτει, ἀλλὰ μετὰ τοσαύτην ἀπανθρωπίαν εἰς τὸν οὐρανὸν ἐκτεῖναι τὰς χεῖρας τολμῶμεν, καὶ περὶ ἐλέου διαλεχθῆναι τῷ Θεῷ, καὶ συγγνώμην αἰτῆσαι τῶν οἰκείων ἁμαρτημάτων· καὶ οὐ δεδοίκαμεν μὴ κεραυνὸς μετὰ τὴν τοιαύτην εὐχὴν κατενεχθῇ, μετὰ τὴν τοσαύτην ὠμότητα καὶ ἀπανθρωπίαν. Πῶς πρὸς ὕπνον, εἰπέ μοι, βαδίζομεν καὶ ἀνάπαυσιν, καὶ οὐ δεδοίκαμεν μὴ κατ' ὄναρ αὐτὸς οὗτος ὑμῖν ὁ πένης ἐπιστὰς, αὐχμῶν, ῥυπῶν ῥάκια περιβεβλημένος, ὀδύρηται καὶ θρηνήσῃ, τὴν ὠμότητα ἐγκαλῶν; Καὶ γὰρ πολλῶν πολλάκις ἤκουσα λεγόντων, ὅτι μεθ' ἡμέραν ὑπεριδόντες τῆς τῶν πτωχῶν ἀντιλήψεως, ἐν νυκτὶ σχοινία περιβεβλημένους ἑαυτοὺς εἶδον καὶ ἑλκομένους ὑπὸ τῆς τῶν πενήτων χειρὸς, σπαραττομένους, μυρία πάσχοντας πράγματα. Ἀλλὰ ταῦτα μὲν ὕπνος καὶ ὄναρ, καὶ πρόσκαιρος τιμωρία· ἡμεῖς δὲ οὐ δεδοίκαμεν, εἰπέ μοι, μήποτε τὸν πένητα τοῦτον τὸν ὀδυρόμενον καὶ βοῶντα καὶ ὀλοφυρόμενον ἐν τοῖς κόλποις ἴδωμεν τοῦ Ἀβραὰμ, καθάπερ ποτὲ τὸν Λάζαρον ὁ πλούσιος ἐκεῖνος; Τὰ δὲ ἐντεῦθεν ἀφίημι ὑμῶν τῷ συνειδότι, τὰ πικρὰ καὶ ἀπαραμύθητα ἐκεῖνα κολαστήρια, πῶς ᾔτησεν ὕδωρ, πῶς οὐδὲ σταγόνος ἔτυχε, πῶς ἡ γλῶττα ἀπετηγανίζετο, πῶς πολλὴν τὴν ἱκετηρίαν θεὶς, οὐδεμιᾶς συγγνώμης ἀπέλαυσε, καὶ πῶς ἀθάνατα ἐκολάζετο. Ἀλλὰ γὰρ μὴ γένοιτο ἡμᾶς ταῦτα διὰ τῆς πείρας μαθεῖν, ἀλλὰ διὰ τῶν λόγων ἀκούσαντας φυγεῖν τὴν διὰ τῶν ἔργων ἀπειλὴν, καὶ τῆς τοῦ προπάτορος Ἀβραὰμ φιλοφροσύνης ἀξίους ἀποδειχθέντας, εἰς τὸν αὐτὸν ἐκείνῳ χωρῆσαι τόπον, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ τιμὴ, δόξα,