1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

19

τὸν οἰκέτην τοιοῦτον ἑαυτὸν ἐπιδείκνυσθαι, εἰ βούλεσθε, ὑμῖν καὶ παράδειγμα διηγήσομαι· Ὁ Ἰωσὴφ ἐπράθη πρὸς τὸν ἀρχιμάγειρον, καὶ δόξης ἑτέρας ἦν, οὐ τῆς Αἰγυπτιακῆς· τί οὖν ἐκεῖνος; Ἐπειδὴ ἐνάρετον εἶδε τὸν νεανίσκον, οὐκ ἐνενόησε τὸ τῆς δόξης διεστηκὸς, ἀλλ' αὐτός τε ἠγάπα καὶ ἐφίλει καὶ ἐθαύμαζε, καὶ τῶν ἄλλων αὐτῷ τὴν ἐπιστασίαν ἐνεχείρισεν ἅπασαν, καὶ τῶν κατὰ τὴν οἰκίαν οὐδὲν ᾔδει δι' αὐτόν· ἀλλὰ δεύτερος δεσπότης ἐκεῖνος ἦν, μᾶλλον δὲ καὶ αὐτοῦ τοῦ δεσπότου κυριώτερος, εἴ γε ὁ μὲν ἠγνόει τὰ αὑτοῦ, οὗτος δὲ τὰ ἐκείνου ᾔδει μᾶλλον τοῦ δεσπότου. Καί μοι δοκεῖ καὶ ὕστερον, ὅτι ἐπίστευσε τῷ γυναίῳ τὴν παράνομον ἐκείνην συκοφαντίαν κατ' αὐτοῦ ποιησαμένῳ, τιμῶν τὸν δίκαιον ἀπὸ τῆς προτέρας αἰδοῦς καὶ τῆς τιμῆς, μέχρι τοῦ δεσμωτηρίου στῆσαι τὴν ὀργήν. Εἰ γὰρ μὴ σφόδρα ᾐδεῖτο τὸν ἄνδρα, καὶ ἐθαύμαζεν ἀπὸ τῶν προϋπηργμένων αὐτῷ, κἂν εὐθέως αὐτὸν διεχειρίσατο, καὶ τὸ ξίφος διήλασε διὰ τοῦ σώματος ἐκείνου. Μεστὸς γὰρ ζήλου, φησὶ, θυμὸς ἀνδρός· οὐκ ἀνταλλάξεται οὐδενὸς λύτρου τὴν ἔχθραν, οὐδὲ μὴ διαλυθῇ πολλῶν δώρων. Εἰ δὲ παντὸς ἀνδρὸς τοιοῦτος ὁ ζῆλος, πολλῷ μᾶλλον ἐκείνου, Αἰγυπτίου τε ὄντος καὶ βαρβάρου, καὶ παρὰ τοῦ τιμηθέντος ἠδικημένου, ὡς ᾤετο. Ἴστε γὰρ δήπου πάντες, ὅτι οὐχ ὁμοίως ἡμᾶς δάκνει τὰ παρὰ πάντων ἀδικήματα, ἀλλὰ σφοδρότερον τῶν ἄλλων καὶ πικρότερον τὰ παρὰ τῶν εὐνοϊκῶς πρὸς ἡμᾶς διατεθέντων, καὶ πιστευθέντων καὶ πιστευσάντων ἡμῖν, καὶ πολλὰ παρ' ἡμῶν εὖ παθόντων γενόμενα κακὰ μᾶλλον ἡμᾶς ἀνιᾷ καὶ λυπεῖ. Οὐκ ἐνενόησε πρὸς ἑαυτὸν, οὐδὲ εἶπε· Τί τοῦτο; οἰκέτην αὐτὸν λαβὼν πάντων μετέδωκα τῶν τῆς οἰκίας, ἐλεύθερον ἐποίησα καὶ ἐμοῦ τι μείζονα, καὶ τοιαύτας μοι τὰς 62.687 ἀμοιβὰς ἀποδέδωκεν; Οὐδὲν τούτων εἶπεν· οὕτως αὐτοῦ τὴν ψυχὴν ἡ προτέρα κατεῖχεν αἰδώς. Καὶ τί θαυμαστὸν, εἰ ἐν οἰκίᾳ τοσαύτης ἀπήλαυσε τιμῆς, ὅπου καὶ ἐν τῷ δεσμωτηρίῳ ὅρα αὐτὸν, ὅσης ἀπολαύει κηδεμονίας; Ἴστε δὲ πῶς πρὸς ὠμότητα τοῖς τὰ δεσμωτήρια ἐγκεχειρισμένοις τὸ ἦθος ἐξήσκηται· τὰς ἀλλοτρίας καρποῦνται συμφορὰς, καὶ οὓς ἕτεροι κακῶς πάσχοντας τρέφουσι, τούτους οὗτοι σπαράττουσι, κέρδη κερδαίνοντες πολλῶν δακρύων ἄξια, θηρίων ὄντες ὠμότεροι. Ἀφ' ὧν γὰρ ἐχρῆν ἐλεεῖν τοὺς ἐμβεβλημένους, ἀπὸ τούτων αὐτοὶ καρποῦνται. Καὶ μὴ τοῦτο μόνον λογιζώμεθα, ἀλλ' ὅτι καὶ αὐτοὶ οὗτοι οὐχ ὁμοίως πᾶσι κέχρηνται τοῖς ἐμβεβλημένοις. Τοὺς μὲν γὰρ ἐπὶ συκοφαντίαις, καὶ ἐπηρεασθέντας ἁπλῶς καὶ δεθέντας καὶ ἐλεήσαιεν ἄν· τοὺς δὲ ἐπὶ τοῖς αἰσχίστοις καὶ δεινοτάτοις καὶ τολμηροῖς ἐμβεβλημένους μυρίαις αἰκίζονται πληγαῖς. Ὥστε οὐ μόνον ἀπὸ τοῦ τρόπου ὠμὸς ἔμελλεν ἔσεσθαι ὁ δεσμοφύλαξ, ἀλλὰ καὶ ἀπὸ τῆς αἰτίας, δι' ἢν ἐνεβέβλητο. Τίνα γὰρ οὐκ ἂν διήγειρε καθ' ἑαυτοῦ ὁ νεανίσκος, τοσαύτης μὲν ἀπολαύσας τιμῆς, ὑποπτευθεὶς δὲ τὴν δέσποιναν πειρᾷν καὶ τοιαύταις τὸν εὐεργέτην ἀμειβόμενος ἀμοιβαῖς; Ταῦτα οὖν ἐννοῶν ὁ δεσμοφύλαξ, καὶ τὴν τιμὴν τοῦ ἐμβεβλημένου, καὶ τὸ πρᾶγμα ἐφ' ᾧ ἐνεβέβλητο, οὐκ ἂν παντὸς θηρίου χαλεπώτερον ἐχρήσατο τῷ ἀνδρί; Ἀλλὰ πάντων τούτων ἀνωτέρα γέγονεν ἡ ἐλπὶς ἡ εἰς τὸν Θεόν· οὕτως οἶδε καὶ θηρία καταπραΰνειν ψυχῆς ἀρετή. Ἀπὸ γὰρ τῆς αὐτῆς ἐπιεικείας, ἀφ' ἧς τὸν δεσπότην εἷλεν, ἀπὸ τῆς αὐτῆς καὶ τὸν ἀρχιδεσμοφύλακα· καὶ πάλιν ἦν ἄρχων ὁ Ἰωσὴφ, καὶ ἐν δεσμωτηρίῳ ἐκράτει, καὶ ἐν οἰκίᾳ. Ἐπειδὴ γὰρ ἔμελλε βασιλεύειν, εἰκότως πρότερον ἐμάνθανεν ἄρχεσθαι, καὶ ἀρχόμενος ἄρχων ἦν καὶ προέστη τῆς οἰκίας. εʹ. Εἰ γὰρ τὸν εἰς Ἐκκλησίαν ἑλκόμενον ἀπαιτεῖ τοῦτο ὁ Παῦλος, οὕτω λέγων· Εἰ γάρ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐκ οἶδε, πῶς Ἐκκλησίας Θεοῦ ἐπιμελήσεται; καὶ τὸν εἰς ἀρχὴν ἐλθόντα, πρότερον ἄριστον εἶναι χρὴ προεστάναι οἰκίας. Προέστη δεσμωτηρίου, οὐχ ὡς δεσμωτηρίου, ἀλλ' ὡς οἰκίας. Πᾶσι γὰρ ἐπεκούφιζε τὰς συμφορὰς,