ὑστέρημα τῶν διακονούντων καὶ ἀναπαυόντων, καὶ πάλιν τὸ περίσσευμα τῶν διακονούντων καὶ ἐργαζομένων ἐπὶ τὸ ὑστέρημα τῶν ταῖς εὐχαῖς σχολαζόντων. οὕτως γάρ φησι γίνεται ἰσότης κατὰ τὸ γεγραμμένον· Ὁ τὸ πολὺ οὐκ ἐπλεόνασε, καὶ ὁ τὸ ὀλίγον οὐκ ἠλαττόνησε· μόνον, ὡς προειρήκαμεν, ἐν μέσῳ τῶν ἀδελφῶν ἁπλότης καὶ ἀγάπη καὶ ταπείνωσις καὶ ἀζηλία ἤτωσαν καὶ λοιπὸν ἕκαστος κατὰ δύναμιν μετὰ χαρᾶς τὸν καλὸν δρόμον τρεχέτω καὶ τὸν καλὸν ἀγωνιζέσθω ἀγῶνα, ἵνα εἰς τὴν ἀπλανῆ τῆς θεοσεβείας ὁδόν, καθόσον πιστεύει καὶ καθόσον ἀγαπᾷ καὶ καθόσον 285 κάμνει, ὁσημέραι τὴν προκοπὴν λαμβάνων τῆς βασιλείας ἀξιωθήσεται. Οὗτος ἀληθῶς ἀγγελικὸς ἐπὶ γῆς ἐστι βίος· τοῦτό ἐστι τὸ Γενηθήτω τὸ θέλημά σου ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, ὅταν μὴ κατεπαιρώμεθα ἀλλήλων· ὅταν μετὰ ἀζηλίας καὶ ἀφθονίας καὶ ἁπλότητος καὶ ἀγάπης καὶ εἰρήνης καὶ χαρᾶς συνηρμόσμεθα ἀλλήλοις, τὴν τοῦ πλησίον προκοπὴν ἴδιον ἡγούμενοι κέρδος, τὴν δ' ἀτονίαν ἢ ἐλάττωσιν ἢ θλῖψιν τοῦ πλησίον ἰδίαν εἶναι νομίζοντες ζημίαν. Μὴ γάρ φησι μόνον τὰ ἑαυτῶν σκοποῦντες, ἀλλὰ καὶ τὰ τῶν πλησίον ἕκαστος· οὕτω γὰρ ἀλλήλοις συμπάσχοντες καὶ ἀλλήλων τὰ βάρη βαστάζοντες, μάλιστα οἱ δυνατοὶ τῶν ἀδυνάτων καὶ οἱ ἰσχυροὶ τῶν ἀσθενεστέρων, ἀναπληρῶσαι δυνάμεθα τὸν νόμον τοῦ Χριστοῦ κατὰ τὴν παραίνεσιν Παύλου. τοιούτῳ δὲ τρόπῳ ἐπὶ τὸ αὐτὸ τυγχάνοντες ἀληθῶς δυνησόμεθα πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ καὶ διὰ τῆς ὁμονοίας καὶ τῆς χάριτος τοῦ Χριστοῦ κεφαλὰς δρακόντων [πνευμάτων πονηρίας] συνθλᾶν, ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβαίνοντες καὶ καταπατοῦντες λέοντα καὶ δράκοντα. ἐὰν γάρ, ὡς προειρήκαμεν, ἐν ἀγάπῃ καὶ ἁπλότητι καὶ ἀκεραιότητι σύνεισιν οἱ ἀδελφοὶ ἀλλήλοις, τότε καὶ ὁ ἐν μέτροις μεγάλοις ὢν πνευματικῆς προκοπῆς καὶ τῇ εὐχῇ προσκαρ286 τερῶν ἐπὶ τὰ μείζονα διὰ τῆς συνεργίας καὶ συμπνοίας τῶν ἀδελφῶν τὴν αὔξησιν καὶ προκοπὴν λαμβάνει. ὁμοίως δὲ καὶ ὁ μικρότερος διὰ τῆς τῶν μειζόνων ἐν ἀγάπῃ προτροπῆς καθ' ἡμέραν βελτιοῦται τῇ προκοπῇ καὶ εὐθύμως ἐργαζόμενος καὶ ἐπὶ τὰ κρείττονα ἐπειγόμενος. εἰ δὲ μὴ οὕτω διάκεισθε πρὸς ἀλλήλους, ἀλλὰ γογγυσμοὶ καὶ μέμψεις καὶ καταλαλιαὶ καὶ φυσιώσεις κατ' ἀλλήλων ἐπεγείρονται, οὔτε οἱ δοκοῦντες σχολάζειν εὐχαῖς καὶ νηστείαις διὰ τὴν τῶν ἑτέρων πρὸς αὐτοὺς ἀσυμφωνίαν καὶ βλάβην καὶ τὴν αὐτῶν ἔπαρσιν κρείττους ἑαυτῶν γενέσθαι δύνανται, οὔτε οἱ διακονοῦντες καὶ ἀναπαύοντες σωματικῶς δυνήσονται χάριν ἐν τῇ διακονίᾳ αὐτῶν ἔχειν διὰ τὸν κατὰ τῶν σχολαζόντων γογγυσμὸν καὶ τὸ μεταξὺ μῖσος· καὶ οὕτω σχίσματος ὄντος ἐν τῷ σώματι ἀδύνατον οἰκοδομὴν πνευματικὴν λαμβάνειν καὶ τὸ θέλημα τοῦ θεοῦ ἐν ἡμῖν γίνεσθαι. Ἀλλὰ καὶ τὴν τῶν πολλῶν χαρισμάτων διανομὴν εἰς μίαν ἕνωσιν καὶ συμφωνίαν ὁ ἀπόστολος ἄγων ὡς ἑνὸς σώματος ὄντα μέλη, φησίν, ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα, εἴτε προφητείαν κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, εἴτε ὁ διακονῶν ἐν τῇ διακονίᾳ, εἴτε ὁ παρακαλῶν ἐν τῇ παρακλήσει, ὁ μεταδιδοὺς ἐν ἁπλότητι, ὁ προϊστάμενος ἐν σπουδῇ, ὁ ἐλεῶν ἐν ἱλαρότητι, ἡ ἀγάπη ἀνυπόκριτος καὶ τὰ ἑξῆς. καὶ πάλιν ἕκαστος ὑμῶν ψαλμὸν ἔχει, 287 ἀποκάλυψιν ἔχει, γνῶσιν ἔχει, προφητείαν ἔχει· πάντα πρὸς οἰκοδομὴν γινέσθω· τουτέστιν ἀπολάβετε ἕκαστος τῶν χαρισμάτων ἀλλήλων διὰ τῆς ὁμονοίας καὶ τῆς πρὸς ἀλλήλους ἐν ἀγάπῃ συμφωνίας. οὕτω καὶ οἱ ἐν τοῖς μοναστηρίοις ἀδελφοὶ ἐκδεδωκότες ἑαυτοὺς τῷ κυρίῳ καὶ ἀλλήλοις οἱ ἰσχυροὶ εἴτε τῷ σώματι εἴτε τῇ φρονήσει τῶν ἀσθενεστέρων τὰ βάρη βαστάζετε διὰ τὴν τοῦ Χριστοῦ μακαρίαν ἐλπίδα· καὶ ἕκαστος ὅπερ ἔχει ἐν τῇ φύσει αὐτοῦ ἀγαθόν, ἢ ἰσχὺν ἢ σύνεσιν ἢ ἀνδρείαν ἢ ἐπίνοιάν τινα ἢ σπουδήν, ἀλλήλοις ὁλοκλήρως ἐκδῶμεν. εἴτε πνευματικῶν χαρισμάτων διὰ τῆς χάριτος