1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

19

ἀλλὰ συμπράττων μόνον, οὐδὲ συμφθειρόμενος καὶ συναλλοιούμενος ἀλλὰ συναύξων μὲν ἐκεῖνα, αὐτὸς δὲ μὴ μειούμενος ὑπ' αὐτῶν, πρὸς τῷ μένειν ἄτρεπτος καὶ ἀσύγχυτος, ἐπειδὴ καὶ καθαρῶς πάσης ἀλλοιώσεως ἀμέτοχός ἐστιν. μάρτυς τούτων Πορφύριος ὁ κατὰ Χριστοῦ κινήσας τὴν ἑαυτοῦ γλῶσσαν. ἰσχυραὶ δὲ τῶν ἐχθρῶν αἱ ὑπὲρ ἡμῶν μαρτυρίαι καὶ μηδεμίαν ἀντιλογίαν ἐπιδεχόμεναι. οὗτος τοίνυν ὁ Πορφύριος ἐν τῷ δευτέρω λόγῳ τῶν συμμίκτων ζητημάτων γράφει κατὰ λέξιν οὕτως· οὐκ ἀπογνωστέον οὖν ἐνδέχεσθαί τινα οὐσίαν παραληφθῆναι εἰς συμπλήρωσιν ἑτέρας οὐσίας καὶ εἶναι μέρος οὐσίας μένουσαν κατὰ τὴν ἑαυτῆς φύσιν μετὰ τὸ συμπληροῦν ἄλλην οὐσίαν, ἕν τε σὺν ἄλλῳ γενο μένην καὶ τὸ καθ' ἑαυτὸν ἓν διασώζουσαν, καὶ τὸ μεῖζον αὐτὴν μὲν μὴ τρεπομένην, τρέπουσαν δὲ ἐκεῖνα ἐν οἷς ἂν γίγνηται εἰς τὴν ἑαυτῆς ἐνέργειαν τῇ παρουσίᾳ. λέγει δὲ ταῦτα περὶ τῆς ἑνώσεως τῆς ψυχῆς καὶ τοῦ σώματος. εἰ δὲ ἐπὶ τῆς ψυχῆς ἀληθὲς ὁ λόγος διὰ τὸ ἀσώματον, πολλῷ πλεῖον ἐπὶ τοῦ θεοῦ λόγου, τοῦ μᾶλλον ἀσυγκρίτως καὶ κατὰ ἀλήθειαν ὄντος ἀσωμάτου. ὅπερ ἄντικρυς ἀποφράττει τὰ στόματα τῶν ἐπιχειρούντων κατηγορεῖν τῆς τοῦ Θεοῦ ἑνώσεως πρὸς τὸν ἄνθρωπον. τοῦτο γὰρ Ἑλλήνων οἱ πολλοὶ γέλωτα ποιοῦνται, φάσκοντες ἀδύνατον καὶ ἀπίθανον καὶ ἀπρεπὲς εἶναι συγγενέσθαι θνητῇ φύσει τὸ θεῖον κατὰ κρᾶσιν καὶ ἕνωσιν· ἀλλ' ἡμεῖς τοῖς εὐδοκίμοις αὐτῶν χρησάμενοι μάρτυσιν ἀποδυόμεθα τὴν αἰτίαν. λέγεται δὲ παρά τισιν, καὶ μάλιστα παρὰ τοῖς Εὐνομιανοῖς, ἡνῶσθαι τὸν Θεὸν λόγον τῷ σώματι οὐ κατ' οὐσίαν ἀλλὰ κατὰ τὰς ἑκατέρου δυνάμεις. οὐ γὰρ εἶναι τὰς οὐσίας τὰς ἑνωθείσας ἢ κραθείσας, ἀλλὰ τὰς δυνάμεις τοῦ σώματος ταῖς δυνάμεσι ταῖς θείαις συγκεκρᾶσθαι· δυνάμεις δὲ τοῦ σώματος πάντως δήπου τοῦ ὀργανικοῦ κατὰ Ἀριστοτέλην λέγουσιν εἶναι τὰς αἰσθήσεις· ταύταις οὖν αἱ θεῖαι δυνάμεις συγκιρνάμεναι, τὴν ἕνωσιν ἀπειργάσαντο κατ' αὐτούς. οὐδεὶς δ' ἂν αὐτοῖς οἶμαι συγχωρήσειεν τὰς αἰσθήσεις σωματικὰς δυνάμεις ἀποφαινομένοις. διώρισται γὰρ ἐν τοῖς ἔμπροσθεν σαφῶς τίνα μὲν ἴδια σώματος, τίνα δὲ ψυχῆς, τίνα δὲ τοῦ συναμφοτέρου· καὶ ἐν τοῖς ἰδίοις τοῦ συναμφοτέρου τὰς δι' ὀργάνων αἰσθήσεις ἐτίθεμεν· αὐτὰ δὲ τὰ ὄργανα τοῦ σώματος λέγομεν εἶναι. βέλτιον οὖν ὡς προείρηται κατὰ τὴν οἰκείαν φύσιν τῶν ἀσωμάτων ἀσυγχύτως τὴν ἕνωσιν γίγνεσθαι τῶν οὐσιῶν, μηδὲν παραβλαπτομένης τῆς θειοτέρας ἐκ τῆς ὑποδεεστέρας· ἀλλὰ ταύτης μόνον ὠφελουμένης ἐκ τῆς θειοτέρας· ἐπείπερ ἡ καθαρῶς ἀσώματος φύσις χωρεῖ μὲν ἀκωλύτως διὰ πάντων, δι' αὐτῆς δὲ οὐδέν· ὥστε τῷ μὲν χωρεῖν αὐτὴν διὰ πάντων ἡνῶσθαι· τῷ δὲ μηδὲν δι' αὐτῆς μένειν ἄμικτον καὶ ἀσύγχυτον. οὐκ εὐδοκία τοίνυν ὁ τρόπος τῆς ἑνώσεως, ὥς τισιν τῶν ἐνδόξων ἀνδρῶν δοκεῖ, ἀλλ' ἡ φύσις αἰτία. τὸ μὲν γὰρ ἀναλαβεῖν σῶμα κατ' εὐδοκίαν εἴποι τις ἂν εὐλόγως γεγενῆσθαι· τὸ δὲ ἑνούμενον μὴ συγχυθῆναι κατὰ τὴν οἰκείαν τοῦ Θεοῦ φύσιν, οὐ κατ' εὐδοκίαν γίνεται. τοὺς γὰρ βαθμοὺς τῶν ψυχῶν καὶ τὰς ἀναβάσεις καὶ καταβάσεις ἃς Ὠριγένης εἰσάγει, μηδὲν προσηκούσας ταῖς θείαις γραφαῖς, μηδὲ συνᾳδούσας τοῖς τῶν Χριστιανῶν δόγμασιν, παραλειπτέον. 4 περὶ σώματοσ Πᾶν σῶμα τῶν τεσσάρων στοιχείων ἐστὶ σύγκριμα καὶ ἐκ τούτων γέγονεν· προσεχῶς δὲ τὰ τῶν ἐναίμων ζῴων ἐκ τῶν τεσσάρων χυμῶν, αἵματος, φλέγματος ξανθῆς τε χολῆς καὶ μέλανος· τὰ δὲ τῶν ἀναίμων ἔκ τε τῶν ἄλλων χυμῶν καὶ ἐκ τοῦ ἀναλογοῦντος ἐν αὐτοῖς τῷ αἵματι. προσεχῶς δὲ λέγεται ὅταν ἀμέσως ἐξ αὐτῶν ἐκείνων τι γίνηται. ὡς εἶναι τῶν μὲν τεσσάρων στοιχείων σύγκριμα τοὺς τέσσαρας χυμούς· τῶν δὲ χυμῶν τὰ ὁμοιομερῆ, ἅ ἐστι μόρια τοῦ σώματος. εἰκάζουσι δὲ τῇ μὲν γῇ τὴν μέλαιναν χολήν· τῷ δὲ ὕδατι τὸ φλέγμα· τῷ δὲ ἀέρι τὸ αἷμα· τῷ δὲ πυρὶ τὴν ξανθὴν χολήν. πᾶν δὲ σύγκριμα στοιχείων ἢ στερεόν ἐστιν ἢ ὑγρὸν ἢ πνεῦμα. Ἀριστοτέλης δὲ προσεχῶς ἐξ αἵματος μόνου βούλεται γίνεσθαι τὰ σώματα τῶν ζῴων. ἐκ τούτου γὰρ καὶ τρέφεσθαι προσεχῶς καὶ αὔξεσθαι πάντα τὰ τοῦ ζῴου μόρια· καὶ τὸ σπέρμα δὲ τὴν γένεσιν ἐξ αἵματος ἔχειν. ἀλλ' ἐπείπερ ἐξ ἑνὸς καὶ τοῦ