20
πολιορκούμενος προῆται τὸ ἀργύριον ὅπερ ἔχει καὶ ὃ οὐ κέκτηται. 4.4.5 Ἀμοιβαδὸν δὲ προσιόντες ταῖς θύραις ἀλλήλους διαδέχονται καὶ μέχρις δείλης ὀψίας ἄνεσις οὐκ ἔστιν τοῦ κακοῦ, ἀλλὰ φατρία φατρίαν καταλαμβάνει καὶ βοὴ βοὴν καὶ ζημία ζημίαν. 4.5.1 Αὕτη ἡ βελτίστη ἑορτὴ καὶ δανεισμάτων αἰτία γίνεται τοῖς ἀνθρώ ποις, καὶ τούτων ἐντόκων· ἀφορμὴ πενίας, δυστυχημάτων ἀρχή. Ἂν δέ τις διὰ τὸ τῆς οὐσίας ἀναξιόπιστον μηδὲ τοῦ δανείζοντος εὐπορήσῃ, ἕλκεται ὡς ὁ τοὺς φόρους τοὺς βασιλικοὺς ἐλλιπών, δακρύει ὡς ὁ δημευό μενος, ὀλοφύρεται ὡς ὁ λῃσταῖς περιπεσών, φρουρεῖται, μαστίζεται. 4.5.2 Ἂν δέ τι μικρὸν ὑπάρχῃ κατὰ τὴν οἰκίαν εἰς διατροφὴν γαμετῆς καὶ παίδων ἀθλίων, τοῦτο προΐεται· κάθηται δὲ λιμώττων παγγενεὶ ἐπὶ τῆς φαιδρᾶς ἑορτῆς. Καινὸς κακῆς συνηθείας νόμος, ἀηδίαν ἑορτάζεσθαι καὶ ἀπορίαν ἀνθρώπων πανήγυριν λέγεσθαι. 4.6.1 Αὕτη ἡ ἡμέρα καὶ τοὺς μικροὺς παῖδας καὶ ἀφελεῖς καὶ ἁπλοϊκοὺς φιλαργύρους εἶναι διδάσκει καὶ παρασκευάζει οἰκίαν ἀμείβειν ἐξ οἰκίας καὶ δῶρα προσφέρειν καινά, ὀπώρας ἀργυρίῳ καθηλωμένας. Ἔστιν δὲ ἡ δόσις τοῦ διπλοῦ ἀντίδοσις καὶ τὸ καπηλικὸν καὶ ἀνελεύθερον ἐντεῦθεν ἄρχεται ἁπαλοῖς τοῖς φρονήμασιν ἐντυποῦσθαι τῶν νέων. 4.6.2 Τοὺς δὲ ἱεροὺς καὶ βελτίστους γεωργοὺς οἷα διατίθησιν αὕτη ἡ ἡμέρα! Φευκτὴν αὐτοῖς καὶ ἄβατον τὴν πόλιν ἐργάζεται· καὶ μᾶλλον αὐτὴν ἀποδιδράσκου σιν ἢ οἱ λαγοὶ τὰ δίκτυα. Οἱ γὰρ εὑρισκόμενοι μαστίζονται, παροινοῦνται, ἀπολλύουσιν τὰ ἐν χερσίν, ἐν εἰρήνῃ πολεμοῦνται, ἐπιχλευάζονται, κωμῳδοῦνται λόγοις καὶ ἔργοις· πληροῦνται τῆς ὕβρεως οἱ βέλτιστοι ἡμῶν προφῆται, τὰ ἀπόνηρα ζῷα, αἱ ἁπλοϊκαὶ τοῦ Θεοῦ εἰκόνες, οἱ ἐν ἐλευθερίᾳ πιστοὶ δοῦλοι τῆς ἡμετέρας ζωῆς. 4.6.3 Οὕτως μὲν οὖν οἱ ἐν τέλει, οὕτως πένητες, οὕτως παιδία, οὕτως ἄγροικοι. Οἱ μὲν μοχθοῦσιν, οἱ δὲ γογγύζουσιν, οἱ δὲ μανθάνουσιν ἃ μὴ εἰδέναι καλόν. 4.7.1 Σκεψώμεθα δὲ ὅπως καὶ οἱ ἔνοπλοι στρατιῶται παρὰ ταύτης ὠφελοῦνται τῆς ἑορτῆς. Εἰς χρήματα ζημιοῦνται καὶ ἑνὸς ἐκπτώματος μισθὸν προσφέρουσιν τὸν ἐπισιτισμὸν τοῦ πολέμου. Εἰς τρόπους καὶ ἤθη βλάπτονται. Μανθάνουσι γὰρ ἀνελευθερίαν, ἐπιτηδεύματα σκηνικῶν, ἔκλυσιν καὶ μαλακίαν ἠθῶν, παιδιὰν κατὰ τῶν νόμων καὶ τῆς ἀρχῆς, ἧς ἐτάχθησαν φύλακες. 4.7.2 Τὴν γὰρ μεγίστην ἀρχὴν κωμῳδοῦσιν καὶ διασύρουσιν, ἅρμα ὡς ἐπὶ σκηνῆς ἀναβαίνοντες καὶ δορυφόρους πεπλασμέ νους χειροτονοῦντες καὶ δημοσίᾳ ποιοῦντες τὰ τῶν ἐξυρημένων πρὸς κόνδυλον. Καὶ ταῦτ' ἔστιν τῆς πομπείας τὰ σεμνότερα. Τὰ δὲ ἄλλα πῶς ἄν τις εἴποι; 4.7.3 Μὴ καὶ ἐκκαλυψάμενος γυναικίζεται ὁ ἀριστεύς, ὁ τὸν θυμὸν λεοντώδης, ὁ μετὰ τὴν ὅπλισιν θαυμαστὸς ὀφθῆναι τοῖς οἰκείοις καὶ φοβερὸς τοῖς ἐναντίοις· καὶ τὸν χιτῶνα μέχρι τῶν σφυρῶν ἀφίησι καὶ τοῖς στέρνοις περιελίττει τὴν ζώνην καὶ ὑποδήματι κέχρηται γυναικείῳ καὶ τὸν κρώβυλον ἐπιτίθεται τῇ κεφαλῇ, ᾗ γυναιξὶ νόμος· 4.7.4 καὶ φέρει τὴν ἠλακάτην ἐρίου γέμουσαν καὶ τῇ δεξιᾷ νῆμα κατάγει, τῇ ποτε φερούσῃ τὸ τρόπαιον· καὶ τὸν τόνον τῆς ψυχῆς ἐναλλάττων τὸ ὀξύτερον καὶ γυναικῶδες φθέγγεται; Ταῦτα τῆς πανηγύρεως τὰ χρηστά· ταῦτα τῆς πανδήμου ἑορτῆς τὰ συμφέροντα σήμερον. 4.8.1 Καὶ οἱ τῆς κορυφῆς τῶν ἀξιωμάτων ἀνθρωπικῶν ἐπιβάντες, οἱ πολυθρύλητοι ὕπατοι, τῇ ματαιότητι δαπανῶσι τὸν πλοῦτον, σωροὺς χρημάτων σκορπίζοντες εἰς ἀκαρπίαν δικαιοσύνης καὶ καρπὸν ἁμαρτίας· ὧν τοσοῦτον περιφανὴς ἡ ἀφροσύνη, ὅσον ὑψηλὸς ὁ θρόνος. 4.8.2 Πολλοῖς γὰρ ἀνθρωπικοῖς ἐμβατεύσαντες θρόνοις καὶ τὰς μεγίστας τῆς βασιλείας ἀρχὰς διοικήσαντες, λαμβάνουσιν ἀφειδῶς ἀπὸ πάσης τὰ πλεῖστα· οἱ μὲν πενήτων στρατιωτῶν τὸ σιτηρέσιον σφετερισάμενοι, ἄλλοι τὸ δίκαιον καὶ τὴν ἀλήθειαν πολλάκις πωλήσαντες, καὶ τῶν βασιλικῶν ταμιείων ἕτεροι ἄφατον ἐξαντλήσαντες πλοῦτον καὶ τὰ πανταχόθεν σπουδαίως ἀθροίσαντες· φεισάμενοι δὲ οὐδενὸς λήμματος, οὐκ ἀπρεποῦς, οὐκ ἀδίκου· 4.8.3 καὶ Θεὸν παροξύνοντες προκάθηνται νῦν, καὶ μετ' ὀλίγον ἡνιόχοις μερίζοντες τὸν χρυσὸν καὶ