1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

20

ἀπόστολοι, ὅτι δέδεκται ἡ Σαμάρεια τὸν λόγον τοῦ Θεοῦ, ἀπέστειλαν πρὸς αὐτοὺς Πέτρον καὶ Ἰωάννην· οἵτινες καταβάντες προσηύξαντο περὶ αὐτῶν, ὅπως ἂν λάβωσιν Πνεῦμα ἅγιον. Οὐδέ πω γὰρ ἦν ἐπ' οὐδενὶ αὐτῶν ἐπιπεπτωκὸς, μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ. Τότε ἐπετίθεσαν τὰς χεῖρας ἐπ' αὐτοὺς, καὶ ἐλάμβανον Πνεῦμα ἅγιον." Τὸ γὰρ ἔχειν· "Μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ," καὶ τὸ μετέπειτα λαμβάνειν τὸ Πνεῦμα, δηλοῖ, ὡς μόνον οὐχὶ ἔλειπεν αὐτοῖς ἡ περὶ τοῦ Πνεύματος θεογνωσία· ἀλλ' ὅτι καὶ σὺν τῷ Υἱῷ καὶ τῷ Πνεύματι συμπάρεστιν, καὶ συμμνημονεύεται, καὶ συνευεργετεῖ ὁ Πατὴρ καὶ Θεὸς, κἄν ποτε ἰδικῶς μὴ ὀνομασθῇ· ἢ ὡς δ' αὖ πάλιν, κἂν σιωπηθείη τῷ λόγῳ, καὶ μὴ τῇ πίστει, ὁ Υἱὸς, ἢ τὸ Πνεῦμα, συμπάρεστιν, καὶ συμμνημονεύεται, καὶ συνσώζει ἅμα τῷ Θεῷ καὶ Πατρί. Καὶ πάλιν· "Καὶ συναυλιζομένοις παρήγγειλεν αὐτοῖς, ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι· ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρὸς, ἣν ἠκούσατέ μου· Ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ ἐν Πνεύματι ἁγίῳ βαπτισθήσεσθε, οὐ μετὰ πολλὰς ταύτας ἡμέρας·" καὶ πάλιν ἀπὸ τοῦ Πέτρου περὶ τῶν ἐν Καισαρείᾳ βαπτισθέντων· "Ἐν δὲ τῷ ἄρξασθαί με λαλεῖν, ἐπέπεσεν τὸ Πνεῦμα τὸ ἅγιον ἐπ' αὐτοὺς, ὥσπερ καὶ ἐφ' ἡμᾶς ἐν ἀρχῇ· ἐμνήσθην δὲ τοῦ ῥήματος τοῦ Κυρίου, ὡς ἔλεγεν· Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι ἁγίῳ." Οἱ οὖν ἐν ψιλῷ ὀνόματι τοῦ ἁγίου Πνεύματος, καὶ οὐχ ὡς ἐν ὀνόματι Θεοῦ καὶ Πνεύματος Θεοῦ, φύσει ὄντος Πνεύματος αὐτοῦ, βαπτι 39.680 ζόμενοι, ὡς ὕδατι ψιλῷ λουόμενοι, ἀνόνητον ἔχουσι τὴν ἐλπίδα. Καταδύοντες μὲν γὰρ ἐν τῇ κολυμβήθρᾳ, εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς γυμνούμεθα, τῇ χάριτι τοῦ Πνεύματος αὐτοῦ, τῶν ἁμαρτιῶν, ἀποτιθέμενοι τὸν παλαιὸν ἄνθρωπον, καὶ τῇ βασιλικῇ αὐτοῦ δυνάμει ἀναγεννώμεθα καὶ σφραγιζόμεθα· ἀνιόντες δὲ ἐνδυόμεθά τε τὸν Σωτῆρα Χριστὸν, στολὴν ἄφθαρτον καὶ ἰσότιμον τοῦ ἀναγεννήσαντος καὶ σφραγίσαντος ἡμᾶς ἁγίου Πνεύματος, "Ὅσοι γὰρ," φησὶν, "εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε·" καὶ τὴν γεγραμμένην εἰκόνα καὶ ὁμοίωσιν τοῦ Θεοῦ ἀπολαμβάνομεν, ἣν ἐδεξάμεθα διὰ τοῦ θεϊκοῦ ἐμφυσήματος, καὶ ἀπωλέσαμεν διὰ τοῦ ἁμαρτήματος καὶ αὖθις εὑρισκόμεθα, οἷοί περ ἐπὶ τοῦ πρωτοπλάστου ἐγενήθημεν, ἀναμάρτητοι καὶ αὐτεξούσιοι· ταῦτα γὰρ σημαίνει ἡ εἰκὼν καὶ ὁμοίωσις· ὡς ἁρμόζειν τὴν Παύλου περὶ τῶν βαπτιζομένων Γραφήν· "Ὅπως 39.681 γένησθε κατ' εἰκόνα τοῦ κτίσαντος ὑμᾶς·" καὶ, "Καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου." Ἀναπείσει δὲ περὶ τούτου, καὶ αὖθις γράφων ὁ αὐτὸς, Ῥωμαίοις μέν· "Οὒς προέγνω καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς·" Ἐφεσίοις δέ· "Καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασιν, συνεζωοποίησε τῷ Χριστῷ, καὶ συνήγειρε καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις." Τίς, ἢ πότε ταῦτα παρέσχεν; Ὁ Πατὴρ, μετὰ τοῦ ἀνακαινισθῆναι ἡμᾶς ὑπὸ τοῦ ἁγίου Πνεύματος αὐτοῦ. Ὃν τρόπον γὰρ τὸ πρῶτον ὑπὸ τῆς μακαρίας Τριάδος ἐκτίσθημεν κατὰ τὸ, "Ποιήσωμεν ἄνθρωπον·" οὕτως τὸ δεύτερον ὑπ' αὐτῆς σωζόμεθα· ἵν' ὁμοίως τὴν Τριάδα δοξάζωμεν. ∆ίχα δὲ τοῦ ἀναγεννηθῆναι βαπτίσματι ὑπὸ τοῦ Πνεύματος τοῦ Θεοῦ, καὶ σφραγισθῆναι τῷ ἁγιασμῷ, καὶ ναὸς αὐτοῦ γενέσθαι, οὐδεὶς τῶν ἐπουρανίων ἔτυχεν ἀγαθῶν, κἂν τὸν ἄλλον βίον ἄμεμπτος εὑρέθη. Ἀλλὰ καὶ οἱ πρὸ βαπτίσματος μαρτυρῆσαι ἐπιτυχόντες, τῷ ἰδίῳ ἀπολουσάμενοι αἵματι, οὕτως ὑπὸ τοῦ ἁγίου Πνεύματος τοῦ Θεοῦ ἐζωοποιήθησαν. ∆ιὸ προτρέπων ὁμοῦ καὶ μαρτυρόμενος ἱερολόγος ἀνὴρ βοᾷ· "Προσέλθετε πρὸς αὐτὸν, καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ" Φῶς γὰρ τὸ ἀληθινὸν καὶ αἴτιον τοῦ αἰσθητοῦ φωτὸς, καὶ δόξα ἐκλάμπουσα πανταχοῦ ἐστι τὸ Πνεῦμα τὸ σεπτὸν, ᾗ καὶ αὖθις ψάλλει· "∆ιότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς." Περὶ τούτου καὶ ἐν τῷ κηʹ