20
ἐθέλων, ἵνα ἐπιγράψῃ τῇ τοῦ δαίμονος ἐπαγγελίᾳ τὸ δρᾶμα καὶ διὰ τῆσδε τῆς προφάσεως ἀπάτῃ φθείρῃ τινάς· ἀνάγκη γὰρ ἐξ ἅπαντος φυλάττεσθαι τὸ τῆς μαντείας ἅγος, ὡς ὁ νομοθέτης ἐθέσπισεν. 24.11 ἀλλ' οὐ μυσερά τις ἡγεῖται τὰ τῆς οἰωνοσκοπίας αἴτια καὶ τὰ τῆς ἐγγαστριμύθου μαντεῖα καὶ σύμβολα κλῃδόνων; ἀκουέτω πῶς ὀλίγῳ πρόσθεν ὑπερβὰς ἐδογμάτισε πάλιν· «ἐὰν δὲ» φησὶν «εἰσέλθῃς εἰς τὴν γῆν ἣν κύριος ὁ θεός σου δίδωσίν σοι, οὐ μαθήσῃ ποιεῖν κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν ἐκείνων. 24.12 οὐχ εὑρεθήσεται ἐν σοὶ περικαθαίρων τὸν υἱὸν αὐτοῦ καὶ τὴν θυγατέρα αὐτοῦ ἐν πυρί, καὶ μαντευόμενος μαντείαν, καὶ κλῃδονιζόμενος καὶ οἰωνιζόμενος φαρμάκοις ἐπαοιδῶν ἐπαοιδήν, ἐγγαστρίμυθος καὶ τερατοσκόπος, ἐπερωτῶν τοὺς νεκρούς. ἔστι γὰρ βδέλυγμα κυρίῳ πᾶς ὁ ποιῶν ταῦτα». 24.13 μετὰ δὲ τοῦτο μηνύων ὅτι καὶ τοῖς ἀλλογενέσι διὰ ταῦτα θανάτου γένεσιν ἀπειλεῖ καὶ φθοράν, ἐπήγαγεν εὐθέως· «ἕνεκα γὰρ τῶν βδελυγμάτων τούτων κύριος ἐξολοθρεύσει αὐτοὺς ἀπὸ σοῦ». 24.14 φαίνεται τοίνυν ὡς ἡ μαντεία τῆς ἐγγαστριμύθου συνέζευκται μετὰ πάντων ὁμοῦ τῶν τῆς εἰδωλολατρείας αἰτιῶν, ὥσπερ ἂν εἰ πυρετῷ σκυβάλων ἔνδοθεν ὑποκειμένων, ἐγερτικῶν μὲν ἀρρωστίας, ὑπεκκαυμάτων δὲ μοχθηρῶν, οἰδήσει καὶ φθορᾷ τὴν λυμώδη νόσον ἀποκύειν εἰωθότων. 24.15 εἰ δὲ δὴ καὶ τερατοσκοπίας 20ὠνόμασε τὰς ἀμειδεῖς ὀπτασίας, ὅσαι διὰ τῶν20 ἐγγαστριμύθων ἱστοροῦνται, συνέστησεν ὅτι μηδέν ἐστιν ἀληθὲς ἐν αὐτοῖς· 24.16 ἐντεῦθεν, οἶμαι, πάλιν ἐν τῷ Λευϊτικῷ σκυθρωποτέραν ἀπόφασιν ἐξήνεγκε κατ' αὐτῶν, ἐπαγαγὼν αὐτοῖς ῥήμασιν· «καὶ ἀνὴρ ἢ γυνὴ» φάμενος «<ὃς> ἂν γένηται ἐγγαστρίμυθος ἢ ἐπαοιδὸς ἐν ὑμῖν, θανάτῳ θανατούσθωσαν· λίθοις λιθοβολήσατε αὐτούς, ἔνοχοί εἰσιν».
25.1 Τί τοίνυν φασὶν οἱ τὰς Ὠριγένους ἀσπαστέας εἶναι τιθέμενοι δοξοκοπίας;
πότερον ὡς ἐχθίστων ἐπιτηδευμάτων αἰτίους ἀναιρεῖσθαι προστάττει τοὺς ἐγγαστριμύθους, ἢ τοὐναντίον ὡς ἀγαθῶν ὑποθήμονας ἔργων; εἰ μὲν οὖν ἀσεβῶν εἰσὶ δραμάτων αὐτουργοί, δικαίως ὁ νομοθέτης ἀπελαύνει τοὺς ἐναγεῖς, οὐδὲν εἰσαγγέλλοντας ἀληθές. 25.2 εἰ δὲ καλλίστων εὑρεταὶ πράξεών εἰσι, περιττῶς ὁ νόμος ἐψηφίσατο κατ' αὐτῶν. εἰ γὰρ ἀνάγουσι μὲν ἐξ ᾅδου ψυχάς, αἱ δὲ ἀφικνούμεναι δεῦρο κηρύττουσι τὸ μέλλον, ἐφοδιάζουσι τοὺς δεομένους ἐπωφελῶς· οὐ δικαίως ἄρα λιθοβολεῖσθαι τοὺς εὐεργέτας ἐθέσπισεν ὁ νομοθέτης. 25.3 ὥστε δυοῖν ἀνάγκη θάτερον, ἢ ταύτας ἀχρειῶσαι τὰς φωνάς, ἢ τὰ τῆς ἐγγαστριμύθου ῥήματα διαβαλεῖν ὡς ἕωλα καὶ ψευδῆ. ἀλλὰ τί φῶμεν; ἀντιδοξοῦσιν ἑαυταῖς αἱ θεῖαι γραφαί; ταῖς δὲ πολλαῖς ἡ μία μάχεται ψῆφος; εἰ δ' ἄρα καὶ μάχη τίς ἐστιν, ἐπικρατοῦσιν αἱ πολλαί. 25.4 καὶ μὴν ἐκ τῶν ἐναντίων οὕτως ὁμοφώνῳ συνῳδίᾳ καταψηφίζονται τῶν ἐγγαστριμύθων ὡς ἀνόσια δρώντων. οὐδὲν ἧττον ἔτι κἀν τῇ τετάρτῃ τῶν Βασιλειῶν ἀνειλημμένον ἐστὶν ὅτι Μανασσῆς μὲν ἀσεβείας ὑπερβολῇ πρὸς οἷς ἐδικαιοκτόνει καὶ παντοίας ἐθρήσκευεν εἰδωλομόρφους ὕλας «ἐποίησεν ἑαυτῷ» φησὶν «ἐγγαστριμύθους καὶ γνώστας». 25.5 ἀντιστρόφως δ' αὖ πάλιν ὁ δικαιοσύνης ἀρετῇ διαπρέψας Ἰωσίας ὁ βασιλεὺς ἅπαντα μὲν ὁμοῦ τὰ χειρότευκτα καθεῖλεν ἀφιδρύματα, πυρὶ δὲ τεφρώσας ἠφάνισεν· οὐ μὴν ἀλλά γε πρὸς τούτοις «ἀφεῖλεν» ἔφη «τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας καὶ τὰ θεραφεὶμ καὶ τὰ εἴδωλα καὶ τὰ καρσαείν»· εἶτα καὶ μετ' ὀλίγα φησὶν 20ὅτι καὶ «ἐνεπύρισεν», ὡς ἀθέμιτα δηλαδή20. 25.6 τοιγαροῦν εἴπερ ὁ αὐτός ἐστιν συγγραφεὺς ἑκατέρου τοῦ γράμματος, ἐνταῦθα δὲ δύο πρόσωπα βιολογεῖ βασιλέων, εἶτα τούτοιν τὸ μὲν ἄδικον εἰσάγει, τὸ δὲ δίκαιον-ἀλλὰ τὸ μὲν ἀκράτῳ κεχορηγημένον ἀδικίᾳ μέμφεται, διὸ πρὸς τοῖς ἄλλοις εἴχετο καὶ τῶν ἐγγαστριμύθων, τὸ δὲ ζήλῳ θείῳ διεγηγερμένον ἐπαινεῖ τῷ καὶ τοὺς ἐγγαστριμύθους ἐξᾶραι πρὸς ἅπασι τοῖς ἐχθροῖς-εἰ δὲ ταῦτα οὕτως ἔχει, συνέστηκεν ὡς οὐχ ἑαυτῷ μαχομένας ἐξεδίδου φωνάς. 25.7 οὐδ' αὖ τὸ