1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

20

ταπεινοφρονεῖν ἐκδιδάσκεται. 235 22, 4 γενεὰ σοφίας φόβος κυρίου καὶ πλοῦτος καὶ δόξα καὶ ζωή «Αὗται αἱ γενέσεις Νῶε», αὗται αἱ γενέσεις Ἀβραάμ. 236 22, 5 τρίβολοι καὶ παγίδες ἐν ὁδοῖς σκολιαῖς· ὁ δὲ φυλάσσων τὴν ἑαυτοῦ ψυχὴν ἀφέξεται αὐτῶν Καὶ ὁ κύριος τῷ Ἀδάμ φησιν· «ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι» ἡ γῆ, τουτέστιν ἡ ψυχή. Ἀκάνθας δὲ καὶ τριβόλους λέγει τὰς ἁμαρτίας, ἀφ' ὧν καὶ ὁ στέφανος ἐπλάκη τοῦ Χριστοῦ· αὐτὸς γὰρ ἦρε τὴν ἁμαρτίαν τοῦ κόσμου. 237 22, 7 πλούσιοι πτωχῶν ἄρξουσιν καὶ οἰκέται ἰδίοις δεσπόταις δανιοῦσιν Ἐν τῷ αἰῶνι τῷ μέλλοντι οἱ ἐν παντὶ πλουτισθέντες ἐν πάσῃ γνώσει καὶ πάσῃ σοφίᾳ ἄρξουσιν τῶν ἀκαθάρτων καὶ ἐστερημένων τούτου τοῦ πλούτου. Τίνες δὲ οἱ οἰκέται καὶ τίνες οἱ δεσπόται, νῦν οὐκ ἀναγκαῖον δημοσιεύειν διὰ τὸ εἶναι τὸν περὶ αὐτῶν λόγον μυστικὸν καὶ βαθύτερον. 238 22, 8α ἄνδρα ἱλαρὸν καὶ δότην εὐλογεῖ ὁ θεός· ματαιότητα δὲ ἔργων αὐτοῦ συντελέσει Τὴν ματαιότητα τῶν ἔργων διὰ τῆς ἀρετῆς ὁ κύριος καὶ τῆς γνώσεως συντελεῖ. 239 22, 9α νίκην καὶ τιμὴν περιποιεῖται ὁ δῶρα διδούς, τὴν μέντοι ψυχὴν ἀφαιρεῖται τῶν κεκτημένων ∆ῶρα τοῦ ἀνθρώπου τὰς ἀρετὰς ὀνομάζει, δι' ὧν νικῶν τὸν διάβολον τίμιον ἑαυτὸν παρέχει θεῷ καὶ ἀφαιρεῖται τὴν ἑαυτοῦ ψυχὴν ἀπὸ τῶν κτησαμένων αὐτὴν δαιμόνων. 240 22, 10 ἔκβαλε ἐκ συνεδρίου λοιμὸν καὶ συνεξελεύσεται αὐτῷ νεῖκος· ὅταν γὰρ καθίσῃ ἐν συνεδρίῳ, πάντας ἀτιμάζει Τὴν χειρίστην κατάστασιν συνέδριον εἶπεν, ἀφ' ἧς ὁ σοφὸς Σολομὼν ἐκβάλλεσθαι τὸν ἄνθρωπον βούλεται διὰ πνευματικῆς διδασκαλίας· τὸ δὲ νεῖκος τὴν φιλονεικίαν σημαίνει. ∆ύναται δὲ λοιμὸν καὶ τὸν διάβολον λέγειν, ὃν δεῖ ἀποδιώκειν τῆς ψυχῆς. Ἐὰν γὰρ καθίσῃ ἐν αὐτῇ, διὰ τῆς ἀκαθαρσίας πάντας τοὺς ὀρθοὺς λογισμοὺς ἀτιμάζει. Συνέδριον δὲ καὶ ὁ ἀπόστολος τὴν ψυχὴν ἀποδείκνυσι, δι' ὧν κατηγοροῦντας λογισμοὺς εἰσάγει καὶ ἀπολογουμένους· «μεταξὺ γάρ, φησίν, ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων»· ὅπου δὲ κατηγορία καὶ ἀπολογία, ἐκεῖ καὶ συνέδριον. 241 22, 11.3 χείλεσι ποιμαίνει βασιλεύς· 22, 12 οἱ δὲ ὀφθαλμοὶ κυρίου διατηρήσουσιν αἴσθησιν· φαυλίζει δὲ λόγους παράνομος Ὁ διατηρῶν τὰς ψυχὰς ἡμῶν κύριος αὐτὸς καὶ διὰ τῆς πνευματικῆς γνώσεως ποιμαίνει ἡμᾶς, ἥντινα γνῶσιν φαυλίζει ὁ παραβαίνων τὸν νόμον αὐτοῦ. Σημειωτέον δὲ ὅτι βασιλεὺς ὢν ὁ Χριστὸς λέγεται διὰ τῆς συγκαταβάσεως ποιμαίνειν ἡμᾶς· «ἐγὼ γάρ, φησίν, εἰμὶ ὁ ποιμὴν ὁ καλός.» Εἰ δὲ βασιλεὺς μέν ἐστι βασιλευόντων, ποιμὴν δὲ προβάτων, ἔσται ποτὲ μόνον βασιλεύς, τῶν προβάτων εἰς τὸ βασιλικὸν μεταβάντων ἀξίωμα. 242 22, 13 προφασίζεται καὶ λέγει ὀκνηρός· λέων ἐν ταῖς ὁδοῖς, ἐν δὲ ταῖς πλατείαις φονευταί Ὁ ἐχθρὸς ἡμῶν διάβολος ὡς λέων περιέρχεται ζητῶν τίνα καταπίῃ, ὅντινα φοβούμενος ὁ ὀκνηρὸς πρὸς τὴν ἐργασίαν τῶν ἀρετῶν ἀναδύεται. 243 22, 14 βόθρος βαθὺς στόμα παρανόμου· ὁ δὲ μισηθεὶς ὑπὸ κυρίου ἐμπεσεῖται εἰς αὐτόν Ὁ Ἰὼβ οὐ μισηθεὶς ὑπὸ κυρίου, ἀλλὰ δοκιμῆς ἕνεκεν ἐμπέπτωκεν εἰς αὐτόν. 244 22, 15 ἄνοια ἐξῆπται καρδίας νέου· ῥάβδος δὲ καὶ παιδεία μακρὰν ἀπ' αὐτοῦ Μακρὰν ἀπὸ τῆς καρδίας τοῦ ἄφρονός ἐστιν ἡ ῥάβδος ἡ ἐκ τῆς ῥίζης Ἰεσσαί. 245 22, 16 ὁ συκοφαντῶν πένητα πολλὰ ποιεῖ τὰ ἑαυτοῦ κακά· δίδωσιν δὲ πλουσίῳ ἐπ' ἐλάσσονι Ὥσπερ ὁ διάβολος συκοφαντεῖ ἡμᾶς, λαμβάνων παρ' ἡμῶν τὰς ἀρετὰς ἃς μὴ δέδωκεν ἡμῖν, οὕτω καὶ ἡμεῖς συκοφαντοῦμεν αὐτόν, λαμβάνοντες παρ' αὐτοῦ τὰς κακίας ἃς μὴ δεδώκαμεν αὐτῷ. Καὶ καθὸ μὲν λαμβάνομεν παρ' αὐτοῦ τὰς κακίας, ὡς παρὰ πένητος ἐν ἀρεταῖς λαμβάνομεν· καθὸ δὲ τὰς ἀρετὰς ἡμῶν διδόαμεν αὐτῷ ἐπ' ἐλαττώσει ἡμῶν, ὡς πλουσίῳ ἐν κακίᾳ διδόαμεν. Ἔλεγεν δέ τις τῶν γερόντων ὅτι ἡμεῖς ἐσμὲν οἱ συκοφάνται οἱ Χριστὸν συκοφαντοῦντες πτωχεύσαντα δι' ἡμᾶς καὶ μηδὲν ὀφείλοντα ἡμῖν καὶ λαμβάνοντες παρ' αὐτοῦ πολλὰ καὶ διδόντες τῷ σατανᾷ ἐπὶ ταπεινώσει τῶν ἡμετέρων ψυχῶν. 246 22, 17 λόγοις σοφῶν παράβαλε σὸν οὖς καὶ ἄκουε ἐμὸν