1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

20

γὰρ ἔλυσας δεσμὸν ἀναστὰς, Καὶ βροτέῃ γενεῇ φύσιν ὤπασας, οἷα καὶ ἡμᾶς Ζώειν ἤματα πάντα, σὲ δ' ἄμβροτον αἰὲν ἀείδειν. 515 Λ∆ʹ. Εὐχαριστήριον ἄλλο. Σοὶ χάρις, ὦ πάντων βασιλεῦ, πάντων δὲ ποιητά. Σοὶ χάρις· ὃς τὰ νοητὰ λόγῳ, τά θ' ὁρατὰ κελεύσει Στῆσας τ' οὐ πρὶν ἐόντα, καὶ ἐξ ἀφανοῦς κατέδειξας. Σὸν θρόνον ἀμφιέπουσιν ἀκήρατοι ὑμνητῆρες, Ἔνθεν μυριάδες, καὶ χιλιάδες πάλιν ἔνθεν, Ἀγγελικῆς στρατιῆς πυρόεις χορὸς, ἄφθιτοι ἀρχὴν Λαοὶ πρωτοτόκων, καὶ λαμπομένων χορὸς ἄστρων· Πνεύματα θεσπεσίων ἀνδρῶν, ψυχαί τε δικαίων, Πάντες ὁμηγερέες, καὶ σὸν θρόνον ἀμφιέποντες, Γηθοσύνῃ τε, φόβῳ τε διηνεκὲς ἀείδουσι Ὕμνον ἀνυμνείοντες ἀκήρατον, ἢ καὶ ἄπαυστον· Σοὶ χάρις, ὦ πάντων βασιλεῦ, πάντων δὲ ποιητά. Οὗτος ἀκήρατος ὕμνος ἐπ' οὐρανίοιο χοροῖο. Ναὶ λίτομαι κἀγὼ, Πάτερ ἄφθιτε, καὶ γόνυ κάμπτω 516 Ἡμετέρης κραδίης, Πάτερ ἄμβροτε, καὶ νόος ἔνδον Πρηνής σου προπάροιθε· κάρη δέ μοι ἐς χθόνα νεύει Λισσομένῳ· κεῖμαι δ' ἱκέτης, καὶ δάκρυα χεύω. Οὐδὲ γὰρ ἄξιός εἰμι πρὸς οὐρανὸν ἀντία λεύσσειν Ἀλλὰ σύ μ' οἰκτείροις, ἐλέους Πάτερ, ἵλαος ἔσσο Σῷ κινυρῷ θεράποντι· σάου δέ με χεῖρα τανύσσας Ἐξ ὀνύχων θανάτοιο, νοήματα πάντα καθήρας. Μή μ' ἀπογυμνώσῃς σοῦ Πνεύματος, ἀλλ' ἔτι μᾶλλον Χεῦε μένος καὶ θάρσος ἐνὶ στήθεσσιν ἐμοῖσιν· Ὄφρα σε καὶ κραδίῃ, καὶ χείλεσι καλὸν ἀείσω. Ὥσπερ ἐμῷ γενετῆρι, σῷ θεράποντι παρέστης, ∆ὸς καὶ ἐμοὶ καθαρὸν βίοτον, καθαράν τε τελευτὴν, Ἐλπωρήν τε τυχεῖν ἀγαθὴν, ἔλεόν τε, χάριν τε· Πάντα δ' ἀμαλδύνει, ὅσα ἤλιτον ἐκ νεότητος, 517 Ὡς ἀγαθὸς βασιλεύς· ὅτι σοὶ χάρις ἤματα πάντα, Σοὶ χάρις ἤματα πάντα, καὶ εἰς αἰῶνας ἅπαντας. ΛΕʹ. Ἐπίκλησις πρὸ τῆς τῶν Γραφῶν ἀναγνώσεως. Κλῦθι, Πάτερ Χριστοῦ πανεπίσκοπε, τῶνδε λιτάων Ἡμετέρων· μολπὴν δὲ χαρίζεο σῷ θεράποντι Θεσπεσίην. Ζαθέην γὰρ ἐς ἀτραπὸν ἴχνος ἐλαύνων Οὗτος, ὃς αὐτογένεθλον ἐνὶ ζωοῖς θεὸν ἔγνω, Καὶ Χριστὸν θνητοῖσιν ἀλεξίκακον βασιλῆα· Ὅς ποτ' ἐποικτείρας μερόπων γένος αἰνὰ παθόντων Πατρὸς ὑπ' ἐννεσίῃσιν ἑκὼν ἠλλάξατο μορφήν. Γίγνετο δὲ θνητὸς Θεὸς ἄφθιτος, εἰς ὅ κε πάντας Ταρταρέων μογέοντας ὑφ' αἵματι λύσατο δεσμῶν. ∆εῦρ' ἴθι νῦν, ἱερῆς καὶ ἀκηρασίης ἀπὸ βίβλου 518 Ψυχὴν σὴν ἀτίταλλε θεοπνεύστοις ἐνὶ μύθοις. Ἔνθα γὰρ ἀθρήσειας ἀληθείης θεράποντας Ζωὴν ἀγγελέοντας ὑπ' οὐρανομήκεϊ φωνῇ. Λʹ. Ἐνόδια. Χριστὲ ἄναξ, ὃς πάντα πέλεις σοῖσιν μερόπεσσιν Ἐσθλὰ, καὶ ἐν πάντεσσιν ὁδὸς ἰθεῖα τέτυξαι, Ὃς πυρὶ καὶ νεφέλῃ στρατὸν ἤγαγες, ὅς θ' ὁδὸν εὗρες Ἐν πελάγει τμηθέντι φίλοις, Φαραὼ δ' ἐκάλυψας, Ἄρτον δ' οὐρανόθεν ξένον ὤπασας, ἐκ δ' ἄρα πέτρης Ἔβλυσας ἀκροτόμοιο ῥόον, μέγα θαῦμ', ἐν ἐρήμῳ· ∆υσμενέων ἀνδρῶν στῆσας μένος, εὖτε διέσχε, Σταυρὸν ὑποσκιάων, Μωσῆς χέρας, ἄλκαρ ἐμεῖο. Μήνη δ' ἠέλιός τε δρόμον σχέθον. Ὡς δὲ ῥέεθρον 519 Εἶξεν ἐπειγομένοισιν, ὁδὸς δ' ἐπὶ γαῖαν ἐτύχθη Ῥηϊδίη, τὴν αὐτὸς ὑπέσχεο καὶ κατένευσας. Αὐτὸς δ' οὐρανίην οἶμον μερόπεσσιν ἔδειξας Ὕστατον, ἀρχαίῃ δὲ νέην ἐπέμιξας ἀταρπὸν, Εὖτε Θεὸς θνητός τε κραθεὶς, ἐπὶ γαῖαν ὁδεύσας Ἡμετέρην, αὖθις δὲ πρὸς οὐρανὸν ἔνθεν ἀερθεὶς, Ἵξεαι ἐλδομένοισι φαάντερος, ἢ τὸ πάροιθεν. Αὐτὸς καὶ πελάγους ἐπεβήσαο, σοῖς δὲ πόδεσσιν Οἶδμα πέσεν, χαλεποῖσι βιαζόμενον ἀνέμοισιν. Ἀλλὰ μάκαρ, καὶ ἐμοί γε συνέμπορος ἐλθὲ καλεῦντι Σήμερον, εὐοδίην δὲ πόροις, καὶ ἄγγελον ἐσθλὸν, Πομπὸν, ἀλεξητῆρα, βοηθόον, ὄφρα με πάντων Ἠματίων νυχίων τε κακῶν ἄπο τηλόθ' ἐέργων, Καὶ τέλος ἐσθλὸν ὁδοῖο χαριζόμενος μογέοντι, Οἴκοθεν ἀρτεμέοντα, καὶ οἴκαδέ μ' αὖθις ἀγινοῖ 520 Πηοῖσίν τε φίλοις τε ὁμὸν βίον