1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

20

προαγωνίσασθαι, σύμβουλος γίνεται τῇ Ἐκκλησίᾳ μικρὸν ὑποχωρῆσαι τῇ φοβερᾷ προσβολῇ, κρεῖττον εἶναι ἡγούμενος διὰ φυγῆς τὰς ψυχὰς αὐτῶν περισώσασθαι, ἢ ἑστῶτας ἐπὶ τῆς τῶν ἀγώνων παρατάξεως, λιποτάκτους γενέσθαι τῆς πί στεως· καὶ ὡς ἂν μάλιστα πεισθεῖεν οἱ ἄνθρωποι, μηδένα κίνδυνον φέρειν τῇ ψυχῇ, τὸ τὴν πίστιν διὰ φυγῆς περισώσασθαι, τῷ καθ' ἑαυτὸν ὑποδείγματι, σύμβουλος τῆς ἀναχωρήσεως γίνεται· αὐτὸς πρὸ τῶν ἄλλων ἀναχωρήσας τῇ τοῦ κινδύνου φορᾷ· ἅμα δὲ καὶ τοῦτο τοῖς κρατοῦσι διὰ σπουδῆς μάλιστα ἦν, τὸ δι' ἐκείνου καθάπερ στρατηγοῦ χειρωθέντος, πᾶσαν διαλῦσαι τῆς πίστεως τὴν παράταξιν, καὶ τούτου 46.948 χάριν ἐκεῖνον ὑπὸ χεῖρα ποιήσασθαι τοῖς ἐχθροῖς δι εσπούδαστο. Ὁ δὲ ἦν ἔρημόν τινα καταλαβὼν λοφιὰν, ἔχων μεθ' ἑαυτοῦ τὸν ἐκ νεωκόρου κατ' ἀρχὰς προσαχθέντα τῇ πίστει, ἤδη τῇ χάριτι τῆς διακονίας ὑπηρετούμενον. Τῶν δὲ διωκόντων κατ' ἴχνος ἑπομένων ἐν πλήθει πολλῷ, μηνύσαντος αὐτοῖς τὸν τόπον τινὸς ἐν ᾧ κατ εκρύπτετο· οἱ μὲν ἐν κύκλῳ τὴν ὑπώρειαν τῆς λο φιᾶς διαλαβόντες ἐφύλαττον, ὅπως ἂν μηδαμόθεν αὐτῷ γένοιτο διαφυγεῖν, εἴπερ εἰς τοῦτο τραπείη· οἱ δὲ προσβάντες τῷ ὄρει, κατὰ πᾶν μέρος διερευνώμενοι, ἤδη καταφανεῖς ἐγίνοντο τῷ μεγάλῳ, κατ' εὐθεῖαν πρὸς αὐτὸν ἀνατρέχοντες.

Ἐκεῖνος δὲ διακελευσάμενος τῷ μετ' αὐτοῦ, στερεᾷ τε καὶ ἀδιστάκτῳ τῇ πε ποιθήσει στῆναι πρὸς τὸν Θεὸν, καὶ καταπιστεῦσαι τὴν σωτηρίαν αὐτῷ, τὰς χεῖρας εἰς προσευχὴν ἀνα τείναντα, καὶ μηδὲ εἰ πλησίον γένοιντο οἱ διώκοντες ἐκκρουσθῆναι τῷ φόβῳ τὴν πίστιν· ὑπόδειγμα δὲ τῆς παραγγελίας ἑαυτὸν ἐποίει τῷ διακόνῳ, βλέπων τε πρὸς οὐρανὸν ἀμετατρέπτῳ ὄμματι, καὶ τεταμέναις ταῖς χερσὶν ἐν ὀρθίῳ τῷ σχήματι· καὶ οἱ μὲν ἐν τού τοις ἦσαν. Οἱ δὲ πρὸς αὐτοὺς ἀναδραμόντες, πανταχῆ τὸν τόπον περισκεψάμενοι, καὶ πᾶσαν ἔνστασιν θάμνου, καὶ πᾶσαν πέτρας προσβολὴν, καὶ πᾶσαν ἐκ χαράδρας κοιλότητα μετὰ πάσης ἀκριβείας διερευνη σάμενοι, πάλιν τὴν ὑπώρειαν καταλαμβάνουσιν, ὡς φόβῳ τῶν διερευνωμένων εἰς φυγὴν τραπόντων τοῖς κάτω περιεστοιχισμένοις ὑπὸ χεῖρα γενέσθαι. Ὡς οὖν οὔτε παρὰ τούτων εὑρέθη, καὶ παρ' ἐκείνοις οὐκ ἦν· ὁ δὲ τὸν τόπον τῆς τοῦ μεγάλου διαγωγῆς κατα σκεψάμενος σημείοις ὑπέγραφεν, ἐν ᾧ διεβεβαιοῦντο οἱ ζητοῦντες μηδένα ἑωρακέναι, πλὴν εἰ μὴ δύο δέν δρα μόνον μικρὸν ἀπ' ἀλλήλων διεστηκότα. Ἀνακε χωρηκότων δὲ τῶν ζητούντων, ὑπολειφθεὶς ὁ μηνυτὴς, καὶ καταλαβὼν ἐν προσευχῇ αὐτόν τε τὸν μέγαν καὶ τὸν σὺν αὐτῷ, καὶ γνοὺς τὴν θείαν φρουρὰν, δι' ἧς ἐκεῖνοι δένδρα τοῖς διώκουσιν ἐνομίσθησαν, προσ πίπτει τε αὐτῷ, καὶ πιστεύει τῷ λόγῳ. Καὶ ὁ πρὸ βραχέος διώκτης, εἷς τῶν φευγόντων ἐγένετο. Μενόν των τοίνυν κατὰ τὴν ἔρημον χρόνον πολὺν (ἐπεκρά τει γὰρ ὁ κατὰ τῆς πίστεως πόλεμος, χαλεπῶς τοῦ καθηγουμένου κατὰ τῶν προστιθεμένων τῷ λόγῳ τῆς εὐσεβείας λυσσῶντος), καὶ πάντων πρὸς φυγὴν τε τραμμένων· ἐπειδὴ τὸ κατὰ τὸν μέγαν αὐτοῖς ἀπ' ἐλπίδος ἦν, ὡς οὐκ ἂν ὑπὸ χεῖρά ποτε γενόμενον τοῖς διώκουσι· τότε κατὰ τῶν ὑπολοίπων τὴν λυσσώδη μανίαν ἑαυτῶν τρέψαντες, πανταχῆ κατὰ τὸ ἔθνος διηρευνῶντο πάντας ὁμοίως ἄνδρας τε καὶ γυναῖκας καὶ παῖδας, ὅσοις τὸ ὄνομα τοῦ Χριστοῦ τὸ σεβά σμιον ἦν· καὶ εἷλκον ἐπὶ τὴν πόλιν, καὶ τὰ δεσμω τήρια κατεπλήρουν, ἀντ' ἄλλης τινὸς ἀδικίας ἔγκλημα ποιούμενοι κατ' αὐτῶν τὴν εὐσέβειαν, ὡς μηδενὶ τότε τῶν κοινῶν προσασχολεῖσθαι τὰ δικαστήρια, ἢ τοῦτο μόνον διὰ σπουδῆς τοῖς κρατοῦσιν εἶναι, τὸ πάντας αἰκισμοὺς καὶ παντοίας στρεβλώσεις δι' ἐπινοίας ἐπάγειν κατὰ τῶν ἀντεχομένων τῆς πίστεως. 46.949 Ἔνθα δὴ καὶ μᾶλλον πᾶσι κατάδηλον γίνεται, τὸ μηδὲν ἀθεεὶ τὸν μέγαν ἐκεῖνον βουλεύεσθαι. Φυλάξας γὰρ ἑαυτὸν διὰ τῆς φυγῆς τῷ λαῷ, κοινὴ συμμαχία τοῖς ὑπὲρ τῆς πίστεως ἀγωνιζομένοις ἅπασιν ἦν. Καθάπερ γὰρ περὶ τοῦ Μωϋσέως ἀκούομεν, ὅτι πόῤ ῥωθεν ἀφεστηκὼς τῆς τῶν Ἀμαληκιτῶν παρατάξεως, διὰ προσευχῆς ἐνετίθει τοῖς ὁμοφύλοις κατὰ τῶν ὑπ εναντίων τὴν δύναμιν· κατὰ τὸν αὐτὸν τρόπον κἀκεῖ