20
ἐνομοθέτησε λόγος· ἀλλ' εἰ μέν τι τούτων κατὰ τὸ αὐτόματον ἕποιτο τοῖς προηγουμένοις, ὡς σκιὰν κατὰ τὸ συμβὰν ἀκολουθοῦσαν οὐκ ἀποβάλλομεν· εἰ δὲ μή, οὐδὲν ἧττον ἀγαπήσομεν τὰ προτιμότερα, κἂν χωρὶς 17.11 τούτων τύχῃ. αἰπόλος ἦν ὁ προφήτης Ἀμώς, ἁλιεὺς ὁ Πέτρος, καὶ τῆς αὐτῆς τέχνης ὅ τε τούτου ἀδελφὸς Ἀνδρέας καὶ ὁ ὑψηλὸς Ἰωάννης, σκηνορράφος ὁ Παῦλος, καὶ ὁ Ματθαῖος τελώνης, καὶ οἱ ἄλλοι κατὰ τὸν αὐτὸν τρόπον ὁμοίως ἅπαντες, οὐχ ὕπατοί τινες καὶ στρατηλάται καὶ ὕπαρχοι ἢ κατὰ ῥητορικὴν καὶ φιλοσοφίαν περίβλεπτοι, ἀλλὰ πένητες καὶ ἰδιῶται καὶ ἀπὸ τῶν ταπεινοτέρων ἐπιτηδευμάτων ὁρμώμενοι· καὶ ὅμως Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης 17.12 τὰ ῥήματα αὐτῶν. Βλέπετε, φησί, τὴν κλῆσιν ὑμῶν, ἀδελφοί, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοί, οὐ πολλοὶ εὐγενεῖς· ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο 17.13 ὁ θεός. ἴσως τι μωρὸν καὶ νῦν ἐν τοῖς φαινομένοις τῶν ὀφθαλμῶν τῶν ἀνθρωπίνων νομίζεται, ὅταν ἀσθενὲς ὑπὸ πενίας ἢ ἄδοξον ᾖ διὰ τὴν σωματικὴν δυσγένειαν· ἀλλὰ τίς οἶδεν εἰ μὴ τούτῳ τὸ κέρας τῆς κρίσεως παρὰ τῆς χάριτος ἐπικλίνεται, κἂν τῶν ὑψηλῶν τε καὶ ἐμφανεστέρων μικρό17.14 τερος ᾖ; τί λυσιτελέστερον ἦν τῇ Ῥωμαίων πόλει, τὸ κατ' ἀρχὰς τῶν εὐπατριδῶν τινα καὶ ὑπερόγκων ἐκ τῆς ὑπάτου βουλῆς εἰς προστασίαν λαβεῖν, ἢ τὸν ἁλιέα Πέτρον, ᾧ μηδὲν ἦν ἐκ τοῦ κόσμου τούτου πρὸς εὐδοξίαν ἐφόλκιον; τίς οἰκία, τίνες οἰκέται, ποία κτῆσις διὰ προσόδων τρυφὴν χορηγοῦσα; ἀλλ' ὁ ξένος καὶ ἄστεγος καὶ ἀτράπεζος τῶν τὰ πάντα ἐχόντων πλουσιώτερος ἦν, ὅτι διὰ τοῦ μηδὲν ἔχειν τὸν θεὸν εἶχεν ὅλον. 17.15 οὕτω καὶ οἱ Μεσοποταμῖται βαρυπλούτους ἔχοντες ἐν ἑαυτοῖς σατράπας, πάντων ἐδοκίμασαν τὸν Θωμᾶν εἰς ἐπιστασίαν ἑαυτῶν προτιμότερον, καὶ Τίτον Κρῆτες καὶ Ἱεροσολυμῖται Ἰάκωβον, καὶ ἡμεῖς οἱ Καππαδόκαι τὸν ἑκατόνταρχον τὸν ἐπὶ τοῦ πάθους τὴν θεότητα τοῦ κυρίου ὁμολογήσαντα, πολλῶν ὄντων κατὰ τὸν χρόνον ἐκεῖνον λαμπρῶν ἐν γένει καὶ ἱπποτρόφων καὶ τοῖς ἐν τῇ συγκλήτῳ πρωτείοις σεμνυνομένων· καὶ κατὰ πᾶσαν δὲ ἐκκλησίαν εὕροι τις ἂν τοὺς κατὰ θεὸν μεγάλους τῆς κοσμικῆς περιφανείας προτι17.16 μηθέντας. πρὸς ταῦτα βλέπειν ἐπὶ τοῦ παρόντος οἶμαι δεῖν καὶ ὑμᾶς, εἴ γε μέλλοιτε πάλιν τὸ ἀρχαῖον τῆς ἐκκλησίας ὑμῶν ἀνακαλεῖσθαι ἀξίωμα. 17.17 Οἴδατε γὰρ παντὸς μᾶλλον τὰ ὑμέτερα διηγήματα, ὅτι ἐξ ἀρχαίου, πρὶν τὴν γείτονα ὑμῶν ἐξανθῆσαι πόλιν, παρ' ὑμῖν ἦν τὰ βασίλεια, καὶ τὸ προέχον ἐν πόλεσιν ὑπὲρ τὴν ὑμετέραν οὐκ ἦν· καὶ νῦν, εἰ καὶ ὁ τῶν οἰκοδομημάτων καλλωπισμὸς ἠφανίσθη, ἀλλ' ἡ ἐν τοῖς ἀνθρώποις πόλις ἐν πλήθει τε καὶ δοκιμότητι τῶν οἰκητόρων πρὸς 17.18 τὸ ἀρχαῖον ἐξισοῦται κάλλος. οὐκοῦν πρέπον ἂν εἴη μὴ ταπεινότερον τῶν προσόντων ὑμῖν ἀγαθῶν ἔχειν τὸ φρόνημα, ἀλλὰ συνεπαίρειν τῇ περιφανείᾳ τῆς πόλεως τὴν περὶ τῶν προκειμένων σπουδήν, ὡς ἂν τοιοῦτον εὕρητε παρὰ τοῦ θεοῦ τὸν τοῦ λαοῦ καθηγούμενον, ὡς μὴ ἀνάξιον 17.19 ὑμῖν ἐπιδειχθῆναι. αἰσχρὸν γάρ, ἀδελφοί, καὶ παντάπασιν ἄτοπον νεὼς μὲν κυβερνήτην μὴ γίνεσθαι εἰ μὴ τῆς κυβερνητικῆς ἐπιστήμων εἴη, τὸν δὲ ἐπὶ τῶν οἰάκων τῆς ἐκκλησίας καθήμενον ἀγνοεῖν ὅπως ἂν τὰς τῶν συμπλε 17.20 όντων ψυχὰς εἰς τὸν λιμένα τοῦ θεοῦ καθορμίσειε. πόσα γέγονε δι' ἀπειρίαν τῶν καθηγουμένων αὔτανδρα τῶν ἐκκλησιῶν ἤδη ναυάγια; τίς ἂν ἐξαριθμήσαιτο τὰ ἐν ὀφθαλμοῖς κακὰ μὴ ἂν συμβάντα εἴ τις ἦν που ἐν τοῖς καθηγουμένοις 17.21 κυβερνητικὴ ἐμπειρία; ἀλλὰ καὶ τὸν σίδηρον οὐ τοῖς ἀτέχνοις, τοῖς δὲ ἐπιστήμοσι τῆς χαλκευτικῆς εἰς τὴν τῶν σκευῶν ἀπεργασίαν καταπιστεύομεν· οὐκοῦν καὶ τὰς ψυχὰς τῷ καλῶς ἐπισταμένῳ τῇ τοῦ ἁγίου πνεύματος ζέσει καταμαλάσσειν ἐγχειριστέον, ὃς διὰ τῆς τῶν λογικῶν ὀργάνων τυπώσεως σκεῦος ἐκλογῆς τε καὶ εὐχρηστίας ἕκαστον ὑμῶν 17.22 ἐπιτελέσειε. τοιαύτην ποιεῖσθαι τὴν πρόνοιαν ὁ θεῖος ἀπόστολος ἐγκελεύεται, διὰ τῆς πρὸς Τιμόθεον ἐπιστολῆς πᾶσι νομοθετῶν τοῖς ἀκούουσιν, ἐν οἷς φησι δεῖν τὸν ἐπίσκοπον 17.23 ἀνεπίληπτον εἶναι. ἆρ' οὖν τούτου