1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

20

Πῶς οὖν αἱ μὲν εἰσῆλθον, αἱ δὲ οὐκ εἰσῆλθον; Ὅτι αἱ μὲν ἀπάνθρωποι ἦσαν, αἱ δὲ ἥμεροι καὶ φιλάνθρωποι. Ὁρᾷς πάλιν τὴν προαίρεσιν τοῦ τέλους αἰτίαν γινομένην, οὐχὶ τὸν διάβολον; εἶδες ἐκ παραλλήλου τὰς κρίσεις, καὶ ἐκ τῶν ὁμοίων φερομένην τὴν ψῆφον; Σύνδουλοι συνδούλους κρινοῦσι. Βούλει σοι δείξω καὶ ἐξ ἀνομοίων γινομένην σύγκρισιν; γίνεται γὰρ καὶ ἐξ ἀνομοίων, ὥστε τὴν κατάκρισιν γενέσθαι σαφεστέραν. Ἄνδρες Νινευῗται, φησὶν, ἀναστήσονται καὶ κατακρινοῦσι τὴν γενεὰν ταύτην. Οὐκέτι ὅμοιοι οἱ κρινόμενοι· οἱ μὲν γὰρ βάρβαροι, οἱ δὲ Ἰουδαῖοι· οἱ μὲν προφητικῆς ἀπήλαυσαν διδασκαλίας, οἱ δὲ οὐδέποτε μετέσχον θείας ἀκροάσεως. Οὐ τοῦτο δὲ μόνον ἐστὶ τὸ διάφορον, ἀλλ' ὅτι ἐκεῖ μὲν δοῦλος ἀπῆλθεν, ἐνταῦθα δὲ ὁ ∆εσπότης· κἀκεῖνος μὲν καταστροφὴν ἐκήρυττε παραγενόμενος, οὗτος δὲ βασιλείαν οὐρανῶν εὐηγγελίζετο. Τίνας οὖν εἰκὸς ἦν πιστεῦσαι μᾶλλον, τοὺς βαρβάρους καὶ ἀνοήτους καὶ μηδέποτε μετασχόντας θείας διδασκαλίας, ἢ τοὺς ἐκ πρώτης ἡλικίας προφητικαῖς ἐντραφέντας βίβλοις; Παντὶ δῆλον, ὅτι τοὺς Ἰουδαίους μᾶλλον· ἀλλὰ γέγονε τοὐναντίον. Καὶ οὗτοι μὲν ἠπίστησαν τῷ ∆εσπότῃ βασιλείαν οὐρανῶν κηρύττοντι, ἐκεῖνοι δὲ ἐπίστευσαν τῷ συνδούλῳ καταστροφὴν ἀπειλοῦντι, ἵνα μειζόνως κἀκείνων ἡ ἐπιείκεια καὶ τούτων ἡ ἀγνωμοσύνη φανήσηται. Μή τί δαίμων; μή τι διάβολος; μή τι τύχη; μή τι εἱμαρμένη; οὐχὶ ἕκαστος ἑαυτῷ αἴτιος καὶ τῆς κακίας καὶ τῆς ἀρετῆς ἐγίνετο; Εἰ γὰρ μὴ αὐτοὶ ἔμελλον ὑπεύθυνοι ἔσεσθαι, οὐκ ἂν εἶπεν, ὅτι Κατακρινοῦσι τὴν γενεὰν ταύτην· οὐκ ἂν καὶ τὴν βασίλισσαν τοῦ νότου κατακρίνειν τοὺς Ἰουδαίους ἔφη. Οὐ γὰρ δὴ δῆμοι δήμους μόνον κατακρινοῦσι τότε, ἀλλὰ καὶ εἷς ἄνθρωπος δῆμον ὁλόκληρον πολλάκις, ὅταν οὓς μὲν ἐνεδέχετο μᾶλλον ἀπατηθῆναι, φαίνονται μείναντες ἀνεξαπάτητοι, οἱ δὲ ἐκ παντὸς τρόπου περιγενέσθαι ὀφείλοντες, ἡττηθέντες τύχωσι. ∆ιὰ τοῦτο καὶ τοῦ Ἀδὰμ καὶ τοῦ Ἰὼβ ἐμνήσθημεν· ἀνάγκη γὰρ πάλιν ἐπανελθεῖν ἐπὶ τὴν ὑπόθεσιν ἐκείνην, ὥστε τὰ λείψανα ἀποδοῦναι τῷ λόγῳ. Τῷ μὲν οὖν Ἀδὰμ διὰ ῥημάτων προσέβαλε ψιλῶν, τῷ δὲ Ἰὼβ καὶ διὰ πραγμάτων· τὸν μὲν γὰρ τοῦ πλούτου παντὸς ἐγύμνωσε καὶ τῶν παίδων ἀπεστέρησε· τούτου δὲ οὐ μικρὸν, οὐ μέγα τι τῶν ὄντων ἀφείλετο. Μᾶλλον δὲ καὶ αὐτὰ τὰ ῥήματα ἐξετάσωμεν, καὶ τῆς ἐπιβολῆς τὸν 49.269 τρόπον. Προσῆλθε, φησὶν, ὁ ὄφις, καὶ εἶπε τῇ γυναικί· Τί ὅτι εἶπεν ὁ Θεὸς, Οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ; Ἐνταῦθα ὄφις, ἐκεῖ γυνὴ ἐπὶ τοῦ Ἰώβ· τέως πολὺ τῶν συμβούλων τὸ μέσον. Ὁ μὲν γὰρ δοῦλος, ἡ δὲ κοινωνὸς τοῦ βίου· ἡ μὲν βοηθὸς, ὁ δὲ ὑπετέτακτο. Εἶδες τὸ ἀσύγγνωστον ὅσον; τὴν μὲν γὰρ ὁ ὑποτεταγμένος καὶ δουλεύων ἠπάτησεν, ἐκεῖνον δὲ οὐδὲ ἡ κοινωνὸς καὶ βοηθὸς ὑποσκελίσαι ἴσχυσεν. Ἀλλ' ἴδωμεν καὶ τί φησι· Τί ὅτι εἶπεν ὁ Θεὸς, Οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου; Καὶ μὴν οὐκ εἶπεν ὁ Θεὸς τοῦτο, ἀλλὰ τὸ ἐναντίον. Ὅρα οὖν κακουργίαν τοῦ διαβόλου· εἶπε τὸ μὴ εἰρημένον, ἵνα μάθῃ τὸ εἰρημένον. Τί οὖν ἡ γυνή; ∆έον ἐπιστομίσαι, δέον μὴ μεταδοῦναι λόγου, ὑπὸ ἀνοίας ἐξελάλησε τὴν γνώμην τὴν ∆εσποτικήν· διὰ τοῦτο παρέσχεν αὐτῷ λαβὴν ἰσχυράν. δʹ. Ὅρα ὅσον κακόν ἐστι τὸ ἁπλῶς τοῖς ἐχθροῖς καὶ τοῖς ἐπιβούλοις ἑαυτοὺς ἐγχειρίζειν. ∆ιὰ τοῦτο ὁ Χριστὸς ἔλεγε· Μὴ δότε τὰ ἅγια τοῖς κυσὶ, μηδὲ ῥίψητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε στραφέντες ῥήξωσιν ὑμᾶς. Τοῦτο δὲ ἐγένετο ἐπὶ τῆς Εὔας· ἔδωκε τὰ ἅγια τῷ κυνὶ, τῷ χοίρῳ· κατεπάτησεν ἐκεῖνος τὰ ῥήματα, στραφεὶς ἔῤῥηξε τὴν γυναῖκα. Καὶ ὅρα πῶς κακουργεῖ· Οὐ θανάτῳ ἀποθανεῖσθε, φησί. Ἐνταῦθά μοι προσέχετε, ὅτι δυνατὴ ἦν ἡ γυνὴ συνιδεῖν τὴν ἀπάτην. Εὐθέως γὰρ τὴν ἔχθραν καὶ τὸν πόλεμον προεκήρυττε τὸν πρὸς τὸν Θεὸν, εὐθέως ἀπεναντίας ἐφθέγξατο. Ἔστω· πρὸ τούτου βουλομένῳ μαθεῖν τὴν γνώμην ἔλεγες· μετὰ ταῦτα ἐναντία εἰπόντι τί ἠκολούθεις; Εἶπεν ὁ Θεός· Θανάτῳ ἀποθανεῖσθε· ἀντεφθέγξατο