20
μὲν σιδήρῳ χρώμενον, νῦν δὲ φαρμάκῳ, καὶ ποτὲ μὲν ἀπάγοντα σιτίων καὶ ποτῶν, ποτὲ δὲ ἐπιτρέποντα τούτων ἅδην ἐμφορεῖσθαι τὸν κάμνοντα, καὶ ποτὲ μὲν περιβάλλοντα πάντοθεν, ποτὲ δὲ αὐτὸν ἐκεῖνον τὸν διαθερμανθέντα κελεύοντα φιάλην ὁλόκληρον ἐκπιεῖν ὑδάτων ψυχρῶν, οὐ καταγνώσῃ τῆς μεταβολῆς, οὐδὲ τῆς συνεχοῦς μεταστάσεως· ἀλλὰ τότε μάλιστα ἐπαινέσεις τὴν τέχνην, τὰ δοκοῦντα ἡμῖν ἐναντία εἶναι καὶ βλαβερὰ μετὰ τοῦ θαρρεῖν προσάγουσαν ὁρῶν, καὶ τὸ ἀσφαλὲς ἐγγυωμένην. Τοῦτο γὰρ ἀνὴρ τεχνικός. Εἰ δὲ ἰατρὸν ἀποδεχόμεθα τὰ ἐναντία ταῦτα ποιοῦντα, πολλῷ μᾶλλον τὴν Παύλου ψυχήν, οὕτω τοῖς κάμνουσι προσφερομένην, ἀνακηρύττειν δεῖ. Καὶ γὰρ τῶν τὰ σώματα ἀρρωστούντων οὐκ ἔλαττον οἱ τὰς ψυχὰς νοσοῦντες δέονται μηχανῆς καὶ μεταχειρίσεως· κἂν ἐξ εὐθείας αὐτοῖς προσίῃς, πάντα οἰχήσεται τὰ τῆς σωτηρίας αὐτῶν. 5.8 Καὶ τί θαυμαστόν, εἰ ἄνθρωποι ταῦτα ποιοῦσιν, ὅπου ὁ Θεός, ὁ πάντα δυνάμενος, τούτῳ κέχρηται τῆς ἰατρείας τῷ νόμῳ, καὶ οὐ πάντοτε ἡμῖν ἐξ εὐθείας ὁμιλεῖ; Ἐπειδὴ γὰρ ἑκόντας εἶναι βούλεται καλούς, ἀλλ' οὐκ ἀνάγκῃ καὶ βίᾳ, ἐδέησεν αὐτῷ καὶ μεθόδου, οὐ διὰ τὸ αὐτοῦ ἀδύνατον, ἄπαγε, ἀλλὰ διὰ τὸ ἀσθενὲς τὸ ἡμέτερον. Αὐτῷ μὲν γὰρ ἔξεστι νεῦσαι μόνον, μᾶλλον δὲ ἐθελῆσαι μόνον, καὶ ποιῆσαι πάντα ἅπερ ἂν βούληται· ἡμεῖς δὲ ἅπαξ ἑαυτῶν γενόμενοι κύριοι, οὐκ ἀνεχόμεθα πάντα ὑπακούειν αὐτῷ. Ἐὰν οὖν ἄκοντας ἑλκύσῃ, ὅπερ ἔδωκεν ἀφαιρήσεται, τὴν τῆς ἐξουσίας λέγω ἐλευθερίαν. Ἵν' οὖν μὴ τοῦτο γένηται, ἐδέησεν αὐτῷ μεθόδων πολλῶν. Ταῦτα δὲ ἡμῖν οὐχ ἁπλῶς εἴρηται, ἀλλὰ διὰ τὸ ποικίλον τοῦ μακαρίου Παύλου καὶ σοφόν· ὥστε ὅταν ἴδῃς αὐτὸν φεύγοντα κινδύνους, θαύμασον ὁμοίως, ὥσπερ ὅταν ἴδῃς ὁμόσε χωροῦντα αὐτοῖς· καθάπερ γὰρ τοῦτο ἀνδρείας, οὕτω κἀκεῖνο σοφίας. Ὅταν ἴδῃς μεγάλα φθεγγόμενον, θαύμασον ὁμοίως, ὥσπερ ὅταν ἴδῃς μετριάζοντα· καθάπερ γὰρ τοῦτο ταπεινοφροσύνης, οὕτως ἐκεῖνο μεγαλοψυχίας. Ὅταν ἴδῃς καυχώμενον, θαύμασον ὁμοίως, ὥσπερ ὅταν ἴδῃς διακρουόμενον ἐγκώμιον· καὶ γὰρ καὶ τοῦτο ἤθους ἀτύφου, κἀκεῖνο φιλοστόργου καὶ φιλανθρώπου· τὴν γὰρ τῶν πολλῶν οἰκονομῶν σωτηρίαν, ταῦτα ἔπραττε. 5.9 ∆ιὸ καὶ ἔλεγεν· Εἴτε ἐξέστημεν, Θεῷ· εἴτε σωφρονοῦμεν, ὑμῖν. Οὔτε γάρ τις ἄλλος εἶχε τοσαύτας ἀνάγκας πρὸς ἀπόνοιαν, οὔτε ἄλλος τις οὕτω καθαρὸς ἀλαζονείας ἦν. Σκόπει δέ. Ἡ γνῶσις φυσιοῖ· καὶ πάντες τοῦτο ἂν εἴποιμεν μετ' ἐκείνου· καὶ τοσαύτη δὲ ἦν ἐν αὐτῷ γνῶσις, ὅση ἐν οὐδενὶ τῶν πώποτε ἀνθρώπων γεγενημένων· ἀλλ' ὅμως αὐτὸν οὐκ ἐπῆρεν, ἀλλὰ καὶ ἐν αὐτῷ τούτῳ μετριάζει. ∆ιὸ καὶ λέγει· Ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν· καὶ πάλιν· Ἐγώ, ἀδελφοί, οὔπω λογίζομαι ἐμαυτὸν κατειληφέναι, καί· Εἴ τις δοκεῖ εἰδέναι τι, οὔπω οὐδὲν ἔγνωκε. Πάλιν νηστεία φυσᾷ· καὶ τοῦτο ὁ Φαρισαῖος δηλοῖ λέγων· Νηστεύω δὶς τῆς ἑβδομάδος. Ἀλλ' οὗτος οὐχὶ νηστεύων, ἀλλὰ καὶ λιμώττων ἑαυτὸν ἔκτρωμα ἐκάλει. 5.10 Τί λέγω νηστείαν καὶ γνῶσιν, ὅπου γε ὁμιλίαι τοσαῦται καὶ οὕτω συνεχεῖς πρὸς τὸν Θεὸν ἦσαν αὐτῷ γεγενημέναι, ὅσαι μήτε προφητῶν, μήτε ἀποστόλων ἐγένοντο μηδενί, καὶ μᾶλλον ἐταπεινοῦτο διὰ ταῦτα; Μὴ γάρ μοι ταύτας εἴπῃς τὰς ἀναγεγραμμένας· τὰς γὰρ πλείους ἀπέκρυψε, καὶ οὔτε πάσας εἶπεν, ἵνα μὴ δόξαν ἑαυτῷ περιθῇ μεγάλην, οὔτε πάσας ἐσίγησεν, ἵνα μὴ τὰ τῶν ψευδαποστόλων ἀνοίξῃ στόματα. Οὐδὲν γὰρ ἁπλῶς ἐκεῖνος ἐποίει, ἀλλὰ πάντα μετὰ αἰτίας δικαίας καὶ εὐλόγου· καὶ μετὰ τοσαύτης σοφίας μετῄει τὰ ἐναντία πράγματα, ὡς τῶν αὐτῶν πανταχοῦ τυγχάνειν ἐπαίνων. Ὃ δὲ λέγω τοιοῦτόν ἐστι. Μέγα ἀγαθὸν τὸ μηδὲν μέγα περὶ ἑαυτοῦ λέγειν· ὁ δὲ οὕτως αὐτὸ εὐκαίρως ἐποίει, ὡς εἰπὼν μᾶλλον ἢ σιγήσας ἐπαινεθῆναι. Καὶ εἰ μὴ