20
θρησκείαν, ἐπήγαγε· Τῶν ἔργων τῶν χειρῶν αὐτῶν. Τί γὰρ ἂν γένοιτο καταγελαστότερον ἄλλο ἢ ὅταν ἄνθρωπος δημιουργὸς ᾖ θεοῦ; Βδέλυγμα δὲ εἴωθεν ἡ Γραφὴ καλεῖν τὰ εἴδωλα· ἐντεῦθεν καὶ βδέλυγμα ἐρημώσεως λέγεται ὁ ἀνδριάς, ὁ ἐπὶ τοῦ ναοῦ ἑστώς. Ὅταν γὰρ ἴδητε, φησί, τὸ βδέλυγμα τῆς ἐρημώσεως ἑστὼς ἐν τόπῳ ἁγίῳ· ὁ ἀναγινώσκων νοείτω. Ἐπειδὴ γὰρ αὐτοὺς ἀπήγαγε τοῦ πρὸς τὰ αἰσθητὰ ἐπτοῆσθαι, ἀπηγόρευσεν αὐτοῖς πᾶν ἐξεικόνισμα ποιῆσαι· καὶ βδέλυγμα τοῦτο ἐκάλεσε, πόρρωθεν αὐτοὺς ἀναστέλλων τῆς ἀσεβείας· τὸ γὰρ βδελύττεσθαι τὸ μεθ' ὑπερβολῆς ἐστι μισεῖν, ὡς ἀκάθαρτον, ὡς ἐναγές. Τὸ τοίνυν βδέλυγμα τὸ μισητὸν καὶ ἀποστροφῆς ἄξιον ἐν τῇ Γραφῇ λέγεται. Πᾶν δὲ εἴδωλον τοιοῦτον. Καὶ προσεκύνησαν οἷς ἐποίησαν οἱ δάκτυλοι αὐτῶν. Καὶ ἔκυψεν ἄνθρωπος καὶ ἐταπεινώθη ἀνήρ. Ὥσπερ γὰρ ἡ τοῦ Θεοῦ προσκύνησις εἰς ὕψος ἀνάγει, οὕτως ἡ ἐκείνων τῶν εἰδώλων ταπεινοῖ καὶ κατάγει. Τί γὰρ ταπεινότερον ἀνθρώπου σωτηρίας ἐκπεπτωκότος καὶ τὸν τῶν ὅλων Θεὸν ἐσχηκότος ἐχθρὸν [καὶ] τοῖς ἀψύχοις ὑποκύπτοντος καὶ λίθους θεραπεύοντος; Ὁ μὲν γὰρ Θεὸς εἰς τοσαύτην ἡμᾶς ἀνήγαγε τιμήν, ὡς καὶ τῶν οὐρανῶν ὑψηλοτέρους ποιῆσαι· ὁ δὲ διάβολος εἰς τοσαύτην ἐσπούδασε καταγαγεῖν εὐτέλειαν τοὺς πειθομένους, ὡς καὶ τῶν ἀναισθήτων ἀναισθητοτέρους ἐργάσασθαι. ∆ιὸ δή φησιν ὁ προφήτης· Καὶ ἔκυψεν ἄνθρωπος καὶ ἐταπεινώθη ἀνήρ. Ἤρκει μὲν καὶ αὐτὴ ἡ κατηγορία τὸν νοῦν ἔχοντα ἀπαγαγεῖν τοῦ νοσήματος. Ἐπειδὴ δὲ πολλοὶ τῶν ἀνθρώπων οὐχ οὕτω τὰς ἁμαρτίας ὡς τὰς τιμωρίας δεδοίκασιν, ἐπήγαγε καὶ τὴν κόλασιν, λέγων· Οὐ μὴ ἀνήσω αὐτοῖς. Οὐ συγχωρήσω, φησίν, οὐκ ἀφήσω, οὐ παρόψομαι, ἀλλὰ ἀπαιτήσω δίκας καὶ εὐθύνας τῶν πεπλημμελημένων. Καὶ νῦν εἰσέλθετε εἰς τὰς πέτρας καὶ κρύπτεσθε εἰς τὴν γῆν ἀπὸ προσώπου τοῦ φόβου Κυρίου. Κωμῳδήσας ἱκανῶς τὴν ἄνοιαν τῶν τὰ εἴδωλα προσκυνούντων καὶ ἀπὸ τοῦ τρόπου τῆς δημιουργίας δείξας κἀκείνων τὴν παραπληξίαν καὶ τῶν εἰδώλων τὴν ἀσθένειαν, ἐπαγωνίζεται τῷ λόγῳ πάλιν, τῇ πείρᾳ τῶν πραγμάτων ἐπιτρέπων τῶν εἰρημένων τὴν ἐξέτασιν καί φησιν· ἤρκει μὲν καὶ αὐτὸ τοῦτο τὸ παρὰ ἀνθρώπων αὐτὰ γενέσθαι δεῖξαι τὴν ἄνοιαν τῶν ἀπατωμένων· ἐπειδὴ δὲ ὥσπερ τινὶ μέθῃ τῇ ἀσεβείᾳ κεκαρωμένοι πρὸς τὰ φανερὰ καὶ σαφῆ τῶν πραγμάτων πεπήρωνται, τοιαῦτα καταλήψονται τὴν πόλιν κακά, ὡς καὶ τοὺς σφόδρα ἀναισθήτους διδάξαι, πόση ἡ ἐκείνων ἀσθένεια καὶ πόση ἡ τοῦ Θεοῦ δύναμις.
2.8 ∆ιὰ δὴ τοῦτο πρὶν ἢ τὸν πόλεμον εἰπεῖν, τὰ ἐξ αὐτοῦ συμβησόμενα λέγει, κελεύων εἰς πέτρας εἰσιέναι καὶ ὑπ' αὐτὴν καταδῦναι τὴν γῆν, οὐχ ἵνα τοῦτο ποιήσωσιν, ἀλλ' ἵνα ἐκ τούτων μάθωσιν, ὡς ἀφόρητός ἐστιν ἡ παρὰ τοῦ Θεοῦ τότε φερομένη ὀργή. Κρύπτεσθε γάρ, φησίν, εἰς τὴν γῆν ἀπὸ προσώπου τοῦ φόβου Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν. Οὐκ εἶπεν ἁπλῶς ἀπὸ τῆς ἰσχύος, ἀλλά· Ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ. Τοιαῦτα γὰρ αὐτοῦ τὰ κατορθώματα, τοιαῦτα τὰ τρόπαια, πολλὴν ἔχοντα τὴν περιφάνειαν καὶ τὴν λαμπρότητα. Ἐνταῦθά μοι δοκεῖ τὴν νίκην τὴν ἐπὶ τοῦ Ἐζεχίου σημαίνειν, γῆν τὸ πλῆθος τῶν ἀνθρώπων καλῶν καὶ θραῦσιν τὴν κατάπτωσιν, ἀνάστασιν δὲ αὐτοῦ τὴν ἐπὶ τὴν ἀντίληψιν ἔξοδον. Ἐπεὶ καὶ ὁ ∆αυῒδ οὕτω φησίν· Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ· καὶ πάλιν· Ἀνάστα, ὁ Θεός, κρῖνον τὴν γῆν· ἀπὸ τῶν ἀνθρωπίνων σχημάτων τοῦ Θεοῦ τὰς ἐνεργείας χαρακτηρίζων. Οἱ γὰρ ὀφθαλμοὶ Κυρίου ὑψηλοί, ὁ δὲ ἄνθρωπος ταπεινός. Εἶτα ἵνα μηδεὶς τῶν ἀκουόντων τότε ἀπιστῇ τοῖς λεγομένοις (πολὺ γὰρ παρ' ἐλπίδας τὸ συμβησόμενον καὶ προσδοκίας ἁπάσης ἀνώτερον), κατέφυγεν ἐπὶ τὴν δύναμιν τοῦ ποιοῦντος καὶ τὴν εὐτέλειαν τῶν πασχόντων. Οὔτε γὰρ Θεοῦ, φησίν, ὑψηλότερόν τί ἐστιν, οὔτε ἀνθρώπων εὐτελέστερον. Μὴ τοίνυν ἀπόρει, εἰ ὁ μέγας οὗτος καὶ ἰσχυρὸς τοὺς εὐτελεῖς ἀθρόον οὕτω ταπεινῶσαι δυνήσεται. Καὶ καλῶς εἶπεν· Οἱ ὀφθαλμοὶ Κυρίου ὑψηλοί. Οὐκ