1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

20

καὶαἱρετικοὶ διηγοῦνται, καὶ δοκοῦσιν ὡς διδάσκαλοι, τὸ ψεῦδος ἔχοντες εἰς συνασπισμὸν, καὶ οὐδὲν ἐκ τῶν θείων Γραφῶν φθέγγονται· εἰ δὲ καὶ φθέγγονται, κατὰ τὰς ἰδίας ἐπιθυμίας, ἀλλ' ὡς παράνομοι καταφλυαροῦσι καὶ ἐξαπατῶσιν· ὅτι καὶ ἐν τῇ γενεᾷ ἡμῶν γέγονε τοῦτο. Οἱ χριστιανοκατήγοροι, ἤγουν εἰκονοκλάσται, πολλοὺς συν ήρπασαν, καὶ οἱ Παυλικιανοὶ οἱ μετέχοντες τῆς αἱρέσεως τῶν Μανιχαίων. Οὐδὲ γὰρ ἐκ τῶν θείων Γραφῶν ἐλάλη σαν, ἀλλὰ τῷ ψεύδει συγκαλύπτονται, καὶ αὐτῷ διισχυ ρίζονται· ἡμεῖς δὲ οἱ τὸ Εὐαγγέλιον ἀκολουθοῦντες καὶ ὀρθοδόξως πιστεύοντες, καθὼς παρέλαβεν ἡ ἁγία τοῦ Θεοῦ καθολικὴ Ἐκκλησία, λέγομεν. Πᾶσαι αἱ ἐντο λαί σου ἀλήθεια. ∆ιὰ τοῦτο γάρ σου προαιροῦμαι τὸν νόμον, ἐπειδὴ πάσας σου τὰς ἐντολὰς ἀληθείᾳ κοσμουμέ νας ὁρῶ. Ἀδίκως κατεδίωξάν με· βοήθησόν μοι. Παρὰ βραχὺ συνετέλεσάν με ἐν τῇ γῇ· ἐγὼ δὲ οὐκ ἐγκατέλιπον τὰς ἐντολάς σου. Πολλῆ, φησὶ, καὶ ἡ ἀδικία καὶ ἡ δυναστεία τῶν δυσμενῶν· καὶ αὐτῆς γάρ με, μικροῦ δεῖν, ἐστέρησαν τῆς ζωῆς. ∆ιδάσκει δὲ ἡμᾶς κρατεῖν τὰς παραδόσεις, ἃς παρελάβομεν· καθοδηγεῖ δὲ καὶ πρὸς ἑτέραν διδασκαλίαν, τὸ μὴ ἑαυτοὺς ἐκδικεῖν, μηδὲ ἀποδιδόναι κακὸν ἀντὶ κακοῦ, ἀλλὰ τῆς παρὰ τοῦ Θεοῦ δέεσθαι βοηθείας, καὶ αὐτῷ ἀποδιδόναι τὴν κρίσιν. Γέγραπται γὰρ διὰ τοῦ προφήτου· Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος. Ἐγὼ δὲ οὐκ ἐγκατ έλιπον τὰς ἐντολάς σου. Ἐπειδὴ παρὰ μικρὸν προσ ήγγισα τῷ θανάτῳ ἔκ τε τῆς τοῦ πονηροῦ προσβολῆς καὶ τῶν σωματικῶν ἡδονῶν, ἀλλ' οὐκ ἐγκατέλιπον τὰς ἐντο λάς σου. Τοιαῦτα τὰ τῶν ἁγίων καυχήματα, ἃ πρὸς ἡμε τέραν νουθεσίαν ὁ προφήτης διαγορεύει. Κατὰ τὸ ἔλεός σου ζῆσόν με, καὶ φυλάξω τὰ μαρτύρια τοῦ στόμα τός σου. Ποῖον ἔλεος; Ὃ ἐποίησας, ∆έσποτα, τῇ ἐνσάρ κῳ σου οἰκονομίᾳ. Οὐκοῦν ταύτην μοι τὴν χάριν δὸς, ἵνα φυλάττω τὰ μαρτύριά σου. Ταπεινοφροσύνῃ δὲ ὁ προφή της τὸν λόγον ἐκόσμησεν. Οὐ γὰρ τῆς δικαιοσύνης ἀντί δοσιν ᾔτησε τὴν ζωὴν, ἀλλὰ δῶρον ἐλέου ταύτην λαβεῖν ἠντιβόλησε, φυλάττειν ὑποσχόμενος τοῦ Θεοῦ τὰ μαρτύ ρια. Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ. Πάντα γὰρ, φησὶ, ῥᾴδιά σοι τῷ ∆εσπότῃ καὶ δυνατά. Τὸ πρόσταγμα γὰρ τὸ σὸν ἀκίνητα φυλάτ τει τῶν οὐρανῶν τὰ κύτη. Τοῦτο δὲ καὶ ἐν τῷ ἑκατοστῷ καὶ τεσσαρακοστῷ καὶ ὀγδόῳ ἔφη ψαλμῷ· Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. Αὐτὸς οὖν ὁ οὐρανὸς διαμένει, καθὼς παρὰ σοῦ ἔκτισται, ∆έσποτα, καὶ οἱ ἐν αὐτῷ ἐνδιαιτώμενοι ἄγγελοι τὸν θεῖον διαφυλάτ τουσι νόμον, καὶ παραβάσεως ἁπάσης εἰσὶν ἐλεύθεροι. 55.693 ∆υνατοὶ γάρ εἰσι, καὶ ἰσχύϊ ποιοῦντες τὸν λόγον σου. Εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου. γʹ. Πάλαι μὲν τοῖς Ἰσραηλίταις ἐδόθη νόμος, οἵτινές εἰσι πρώτη γενεά· μετὰ τοῦτο δὲ ἡμῖν τοῖς ἔθνεσιν ὁ εὐαγγελικός· αὕτη ἐστὶν ἡ ἀλήθεια. Ταύτην γὰρ καὶ τῇ Ἰουδαίων ἐφύλαξας γενεᾷ, καὶ τῇ ἑτέρᾳ τῇ μετ' ἐκείνους γεγενημένῃ. Λέγει δὲ τὸν ἐξ ἐθνῶν λαὸν τὸν διὰ τοῦ Σω τῆρος ἡμῶν Χριστοῦ τῆς σωτηρίας τετυχηκότα. Ἐθεμε λίωσας τὴν γῆν, καὶ διαμένει. Τῇ διατάξει σου δια μένει ἡ ἡμέρα, ὅτι τὰ σύμπαντα δοῦλα σά. Ἔδωκας τῇ γῇ τὸ ἐπὶ πλεῖστον διαρκὲς, καὶ μεμένηκεν, ὡς προσέταξας. ∆ιώρισας ἀπὸ τῆς νυκτὸς τὴν ἡμέραν, καὶ κατὰ τοὺς σοὺς ὁδεύει νόμους. Μένει καὶ ἡ γῆ κατὰ τὴν σὴν δημιουργίαν, βλαστάνουσα κατὰ τὸν καιρὸν αὐτῆς βοτάνας, φυτὰ, δένδρα, φέρουσα καρποὺς, σπέρματα πρὸς ἀποτροφὴν πάντων τῶν ζώων· καὶ Τῇ διατάξει σου διαμένει ἡ ἡμέρα. Ἀνατέλλων γὰρ ὁ ἥλιος πορεύε ται πρὸς δύσιν. Πάντα γάρ σοι δουλεύει, καὶ τοῖς σοῖς νεύμασιν εἴκει. Σὺ γὰρ εἶ ὁ δημιουργὸς τῶν ὅλων, καὶ πάντα σοι τῷ Θεῷ ὑπακούει. Εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μού ἐστι, τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώ σει μου. Ταῦτα