τοῦ Χριστοῦ ἀξιούμεθα, ἀλλήλοις κοινωνήσωμεν ἐν πᾶσιν ἀγαθοῖς εἰς οἰκοδομὴν καὶ ὠφέλειαν καὶ ἑαυτῶν καὶ τῶν πλησίον καὶ πάντων ἀνθρώπων· καὶ οὕτως ἀναπληροῦντες τὸν νόμον τοῦ Χριστοῦ τῆς αἰωνίου ζωῆς ἄξιοι γενησόμεθα. Ὅτι δὲ τὸ τῆς εὐχῆς καὶ τοῦ λόγου ἁρμοζόντως τελούμενον ἔργον πάσης ἀρετῆς καὶ ἐντολῆς προτέτακται, αὐτὸς ὁ κύριος μαρτυρεῖ. ὅτε γὰρ ἦλθεν εἰς τὴν οἰκίαν Μάρθας καὶ Μαρίας, καὶ Μάρθας μὲν περὶ τὴν διακονίαν ἀσχολουμένης, Μαρίας δὲ παρὰ τοὺς πόδας τοῦ κυρίου καθεζομένης καὶ ὑπὸ τῆς σωτηριώδους διδασκαλίας τὴν ψυχὴν τρεφομένης, μεμφομένης δὲ τῆς Μάρθας ὅτι οὐ συμβοηθεῖ αὐτῇ καὶ εἰρηκυίας πρὸς τὸν κύριον· Κύριε εἰπὲ ἵνα ἡ ἀδελφή μου ἐλθοῦσα 288 συναντιλάβηταί μοι, ὅτι μόνην με κατέλιπεν· ὁ κύριος τὸ πρῶτον καὶ κεφαλαιωδέστερον τοῦ δευτέρου προέκρινεν εἰρηκὼς αὐτῇ· Μάρθα Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο. τὸ πρῶτον καὶ μεῖζον τῆς ἀρετῆς ἔργον ὑπέδειξεν ὁ κύριος οὕτως εἰπών. οὐχὶ γὰρ ὡς οὐδὲν τὸ τῆς διακονίας ἔργον ἡγήσατο. εἰ γὰρ οὐδὲν ἦν, πῶς αὐτὸς τῆς διακονίας Μάρθας μετελάμβανε καὶ αὐτὸς τὸ ἔργον δι' ἑαυτοῦ ἐπετέλεσε, νίψας τῶν μαθητῶν τοὺς πόδας; καὶ παρῄνεσεν εἰπὼν αὐτοῖς· Εἰ οὖν ἐγὼ ὁ κύριος καὶ ὁ διδάσκαλος ἔνιψα ὑμῶν τῶν μαθητῶν τοὺς πόδας, ὀφείλετε καὶ ὑμεῖς ἀλλήλων νίπτειν τοὺς πόδας· ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν, ἵνα καθὼς ἐγὼ ἐποίησα καὶ ὑμεῖς ποιῆτε· καὶ πάλιν· Ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος, ἔστω πάντων διάκονος καὶ πάντων δοῦλος· καθὼς καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν· καὶ Ὅσα ἐὰν ποιήσῃ ἑνὶ τούτων, ἐμοὶ ἐποίησε· καὶ Ὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου, μισθὸν δικαίου λήψεται. ἀλλὰ καὶ οἱ ἀπόστολοι ἐν ταῖς Πράξεσι περὶ τὴν σωματικὴν διακονίαν τῶν τραπεζῶν ἀσχολούμενοι τὸ μεῖζον προέκριναν, τὸ τῆς εὐχῆς καὶ τοῦ λόγου μεταδιώκειν ἔργον. Οὐ δίκαιον γάρ, φησίν, ἐστὶν ἡμᾶς καταλιπόντας τὸν λόγον τοῦ θεοῦ διακονεῖν 289 τραπέζαις· ἀλλ' ἐκλεξάμενοι ἄνδρας πλήρεις ἁγίου πνεύματος καταστήσωμεν ἐπὶ τῆς χρείας ταύτης, ἡμεῖς δὲ τῇ διακονίᾳ τοῦ λόγου καὶ τῇ προσευχῇ προσκαρτερήσωμεν. Ὁρᾷς πῶς τὰ πρῶτα ἀπὸ τῶν δευτέρων προέκριναν, καίπερ ἀμφότερα μιᾶς ὄντα ἀγαθῆς ῥίζης ἀποβλαστήματα. ὥστε ἡ εὐχὴ προτιμάσθω καὶ σπουδαζέσθω καὶ προκρινέσθω ὑμῖν τῶν λοιπῶν ἐντολῶν. μόνον ἐν ἀγάπῃ θεοῦ ἵνα πάντα γίνηται καὶ σκοπῷ τοῦ φθάσαι διὰ τῆς χάριτος εἰς τὴν ἀπαθῆ καθαρότητα. μὴ σωματικοῖς οὖν ἔθεσιν ἁπλῶς καὶ ὡς ἔτυχε καὶ ἀδιακρίτως μηδὲ τοῖς ἔξωθεν σχηματισμοῖς (ἤτοι εὐχῆς ἢ ψαλμῳδίας, νηστείας ἢ διακονίας) μὴ διὰ θεὸν μόνον γινομένοις καὶ τοῖς λοιποῖς ἐξωτέροις κατορθώμασιν ἐμφιλοχωρούμενοι αὐτὴν τὴν ἀλήθειαν, ἥτις ἐστὶν ἡ τοῦ θεοῦ ἀγάπη ἐν τῷ ἔσω ἀνθρώπῳ ὑπὸ τοῦ θεοῦ ἐπιζητουμένη καὶ ὑπὸ τοῦ πνεύματος ἐνεργουμένη, ἀφ' ἑαυτῶν ἀποκρύψωμεν δι' ἄγνοιαν, ἐν σωματικοῖς μόνον δικαιώμασι τὴν πεποίθησιν ἔχοντες, ἀλλὰ ὁ σκοπὸς τῆς ἀγάπης τῆς πρὸς θεὸν ἐν συνειδήσει γνησίᾳ καὶ εἰλικρινεῖ διαθέσει πασῶν τῶν ἐντολῶν κυριευέτω· ἧς καὶ καθόλου προηγουμένης καὶ ἐν ἡμῖν ἐνεργεῖσθαι ἐν πολλῇ ἐπιποθήσει ὑπὸ τοῦ πνεύματος σπουδαζομένης, ἀκολούθως καὶ ἡ εὐχὴ τῆς γονυκλισίας καταρτίζεται καὶ ἡ διακονία εὐπροσδέκτως πληροῦται, καὶ ἡ πασῶν τῶν 290 ἐντολῶν ἐπιτήδευσις καθαρῶς καὶ εἰλικρινῶς ὑφ' ἡμῶν διὰ τῆς τοῦ πνεύματος συνεργίας ἐπιτελεῖσθαι δύναται. τὸ γὰρ υἱοὺς φωτὸς γενέσθαι καὶ τέκνα θεοῦ καταξιωθῆναι καὶ κληρονόμους μὲν θεοῦ, συγκληρονόμους δὲ Χριστοῦ ἀποδειχθῆναι καὶ υἱοὺς ἐπουρανίου νυμφῶνος εἶναι καὶ ἀδελφοὺς Χριστοῦ θείᾳ χάριτι προσαγορευθῆναι κατὰ τὰς ἀρρήτους ἐπαγγελίας τῶν θεοπνεύστων καὶ ἁγίων γραφῶν, ὅ ἐστιν ὁ σκοπὸς καὶ ἡ ἐλπὶς τῶν Χριστιανῶν, διὰ ποίων ἡμῖν κατορθωμάτων ἢ ποίων