Fragmenta in Psalmos

 φιλόθεος καὶ δι' οἴκου καὶ σκεύους ἀνακειμένου θεῷ πρὸς θεὸν ἀνεγείρεται. ἓν οὖν τοῦτο καὶ μόνον ἐζήτησα τὸν θεὸν ναὸν οἰκεῖν, ὅπερ ἡ Ἅννα ποιεῖ, καὶ

 κατὰ τὸ διαλλάττον τοῦ τρόπου κατὰ τὸ ῥηθὲν καὶ πάλιν παρὰ τοῦ σωτῆρος ὅτι Καὶ πολλαὶ μοναὶ παρὰ τῷ πατρί μου. 15 Ps 34,6 Αἱ ὁδοί, φησίν, τῶν ἀσεβῶν σ

 25 Ps 37,4a Σώματι διόλου κακουμένῳ παραβάλλει τὸ πολύπονον καὶ πολυπαθὲς αὐτοῦ, οἷον καὶ παρὰ τῷ Ἡσαΐᾳ τὸ Ἀπὸ ποδῶν ἕως τῆς κεφαλῆς οὐκ ἔστιν ἐν αὐτῷ

 κεχαρισμένον καὶ εἰς αἰῶνα παρατείνων τὰ ἀγαθὰ Ταῦτα μένει, φησίν, τὰ τρία· πίστις ἐλπὶς ἀγάπη. 34 Ps 39,5 Ἐν τούτῳ φησὶ τὸ μακάριον ἄνθρωπον ἐν τῷ θε

 Ἐξαιρέτως ἐπὶ Χριστοῦ τὴν ἀκακίαν ἀκούομεν τὴν πάσης κακίας καθαρότητα, ἣν ἐζήτει μὲν παρὰ ἀνθρώπων ὁ δημιουργὸς ἐπὶ τούτῳ γεγενημένων ὡς εἶναι τοῦ πο

 πάθους τῆς λήθης λέγει τὸ ∆ιὰ τί, ἀλλ' ἑκούσιον λήθην παρίστησι τὴν περὶ ἄνθρωπον ἀφροντιστίαν τὸν τῆς παρὰ θεοῦ ἀνάξιον ἐπιμελείας.

 καθάπαξ αὐχοῦμεν ἐπὶ σοὶ δι' ὅλου τοῦ χρόνου καὶ τῷ ὀνόματί σου χάριτας ἀναφέρομεν ᾧ σῳζόμεθα, ὥσπερ καὶ λέγεται διὰ τοῦ Ἱεζεκιὴλ ∆ι' ὑμᾶς ἐγὼ οὐ ποιῶ

 ἐκείνων οὐχὶ μικρὰν μερίδα (πολλοὶ γὰρ καὶ οἱ ἐξ Ἰουδαίων πεπιστευκότες), προοίμιόν τι τῆς περὶ τούτων μυσταγωγίας ποιεῖται, λόγον ἀγαθὸν ἐπαγγελλόμεν

 εἰς κεφαλήν, καὶ σὺ ἔσῃ εἰς οὐράν. ὅτι δὴ οἱ τὸ παλαιὸν ἐπήλυδες νόμου γενόμενοι πρὸς τὸ οἰκειοῦσθαι θεῷ νῦν αὐτοὶ τῆς πρὸς θεὸν συνόδου κατάρχουσιν,

 78 Ps 48,4.5 Λόγου, φησίν, ἅψομαι σοφοῦ κεκρυμμένου, μιγνὺς ᾠδῇ τὸ αἴνιγμα. πῶς οὐχὶ τὸ στόμα εἶπεν ἀνοίγειν εἰς παραβολὴν ἀλλὰ τὸ οὖς κλίνειν; ἢ ὅτι

 ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθεν, καὶ ἐρρίζωται τὸ κακὸν ἐν τῇ πρώτῃ γυναικὶ καὶ ἐξ ἐκείνης διὰ τῶν τοκετῶν ἐπὶ τὰ τικτόμενα διαβαίνει. οἰκε

 ὑπόσχεσις ἐπήγαγε ταῦτα. 99A Ps 70,19.20 Αὐτόθεν ἄρχεται τοῦ ὕμνου ὅθεν ἐπήγγελται παραχρῆμα ποιῶν, τὸ ὑψηλὸν τῶν τοῦ θεοῦ τεραστίων μεγαλοφώνως ἀναβο

 γὰρ καὶ τέθηλεν οἰκουμένη πᾶσα τῷ Χριστοῦ καρπῷ καὶ πλῆθος ἀναρίθμητον τῶν ἐφ' ἑκάστης πόλεως ἀναφαινομένων Χριστοῦ παίδων ὡς ἀπὸ τῆς γῆς πόα. 105 Ps

 111a Ps 73,4a Ἀναγκαίως ἡ τῶν τόπων μνήμη διὰ τὴν τοῦ λαοῦ παρανομίαν. ὅτι κατὰ τῶν τόπων οὐκ ἦν ἀγανακτήσεως πρόφασις, καὶ οἱονεὶ διὰ τὴν τοῦ τόπου φ

 τουτέστιν ὄρη τροφῆς. τὴν γὰρ τροφὴν θήραν καὶ ἐν τῷ ΡΛΑ κέκληκε λέγων Τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω, ὃ δὴ Σίτησιν ἐν ἐκείνῳ Σύμμαχος εἴρηκεν. ἐν δ

 (οὐχ ὁ κύκλῳ περιάγων αὐτόν) καὶ διατείνας αὐτὸν ὡς σκηνὴν κατοικεῖν (οὐχ ὡς κύκλον περιελίττεσθαι)· καὶ Ἀπ' ἄκρου θεμελίου οὐρανοῦ φησιν Ἡσαΐας ἔρχεσ

 δεσπότην. εἰ γὰρ καὶ ἐγκλήματα κατὰ τῶν δούλων εἴη δίκαια, ἀλλὰ καὶ φειδὼ περὶ τὸ οἰκεῖόν ἐστιν ἀπανθρώπως ὑπὸ τοῦ ἀλλοτρίου πορθούμενον. λέγει δὲ καὶ

 σκιᾷ μὲν τὰ ὄρη ἐκάλυψεν ἡ προειρημένη ἄμπελος διὰ τὸ πᾶν ὕψος καὶ πᾶσαν δύναμιν τὴν ὑπὲρ γῆς ὑπερβαλέσθαι, ταῖς δὲ τῶν ἀκρεμόνων ἐκτάσεσι τὰς κέδρους

 καταλλαγή φησι κόσμου, ὕστερον δὲ ἡ πρόσληψις ζωὴ ἐκ νεκρῶν, τελείας τῆς εὐμενείας τοῦ θεοῦ φανείσης ἀνθρώποις, ἐπειδὰν τῶν ἐπαγγελιῶν πληροῖ τῶν πρὸς

 ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας ὁ Σύμμαχος Ὁ ὀφθαλμός μου ἐξέρρευσεν ἀπὸ τῆς κακώσεως ἐξέδωκεν. 146 Ps 87,13 Σῷζε οὖν γένος ὑπὸ σοῦ πεποιημένον ἐπ

 ἅπερ εἴρηται διὰ τοῦ προφήτου Νάθαν. ἐλέῳ δὲ τῷ παρ' ἑαυτοῦ καὶ τῇ προσηκούσῃ περὶ τὸν δίκαιον σπουδῇ φησιν ὑψοῦσθαι αὐτόν, καθὰ καὶ παραδόξως ἤρατο ν

 ἑτέρων βασιλέων εἰς θεὸν ἐλπιζόντων γέγονεν, ἀληθευομένης τῆς ἐπαγγελίας τοῦ θεοῦ τῆς λεγούσης Ἐχθρεύσω τοῖς ἐχθροῖς σου καὶ ἀντικείσομαι τοῖς ἀντικει

 φάσκων καὶ εὐφραίνεσθαι τὰς πολλὰς νήσους τουτέστι τὰ ἔθνη, εἶτα ἑξῆς ὠδίνειν τὴν γῆν καὶ τὰ ὄρη τήκεσθαι· πῇ μὲν τοὺς ἁγίους λέγει, πῇ δὲ τοὺς ἐναντί

 170 Ps 101,3 Ὅμοιον δυνάμει τὸ λεγόμενον τῇ Σαλομῶνος εὐχῇ

 λέγει τῆς ἱδρύσεως θεοῦ δυνάμεως δεῖγμα τὸ γῆν οὖσαν στοιχεῖον τὸ βαρύτατον ὑπὲρ ὑδάτων πεπῆχθαι καὶ μένειν δι' αἰῶνος ἀμετακίνητον, οὐ δή που τῆς ὑπο

 θεοῦ καὶ ἐκ τῶν ἑκάστοτε λεγομένων τεράτων δείκνυται· δεῖ δὲ θεοῦ γνωρίζεσθαι δύναμιν καὶ οὐχ ἱστορίαν πραγμάτων ἀπαράλειπτον πάντως γίνεσθαι. οὐκ εἰς

 δὲ παιδεύσεως τὸ τέλος ἡ πρὸς τὸ ὀρθὸν τοῦ ἀνθρώπου κατόρθωσις ἐν ἡγεμονίᾳ πνεύματος, ὑπακοῇ δὲ σαρκός. διὰ τοῦτο τῶν τε ἡδέων τὰς χορηγίας ὑπερετίθετ

 ἀνακινήσαντος αὐτῶν τὸν πρότερον εὔδιον πλοῦν, ὑφ' ὧν κορυφουμένων εἰς ὕψος ἀναγομένους αὐτοὺς καὶ ἀναρρεόντων καταγομένους, οἷον ἐν θαλάττῃ γίνεσθαι

 202 Ps 110 arg. Λέγεται ἐν τῷ παρόντι διὰ βραχέων ὁ ὕμνος, καὶ διὰ τῶν εἴκοσι δύο στοιχείων τῶν Ἑβραίων αἱ πρῶται φωναὶ τῶν στίχων προΐασι κατὰ τὴν Ἑβ

 ζῶσαν τὴν ὄντως εὐάρεστον θεῷ, ὧν καὶ τὸ πλῆθος ἀνα πληροῖ τὸ θυσιαστήριον ἄχρι πρὸς τὸ ἀκρότατον ὕψος τὸ συναπτόμενον τοῖς οὐρανίοις ἀγγέλοις, διὰ τῆ

 ἡμῶν. προσαγαγὼν οὖν ἑαυτὸν ὡς προσήκει ταπεινόν, ἀμοιβὴν ζητεῖ παρὰ θεοῦ τὴν ἐπὶ βίον ἔννομον ἀγωγὴν καὶ τὴν κατὰ λόγον θεοῦ ζωήν. ταπεινοῦ δὲ καὶ αὐ

 ἀναφέρεσθαι δεῖ τὰς νῦν λεγομένας πλάσεις, οἷον καὶ τὸ Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε· καθὸ καὶ Ἰὼβ λέγει τὸ Πηλόν με ἔπλασας, τὴν ἐν τῷ

 παροξυσμῷ τῷ πρὸς τοὺς ἐπιβουλεύοντας, ὡς οὐκ ἐπλάνησε τὸν ∆αυὶδ ἡ τοῦ Σαοὺλ ἐπιβουλὴ πρὸς τὸ ἀμύνασθαι πρὸς τὸ προσῆκον. 237 Ps 118,111 Ἐπέτεινε τὴν

 ἀποθνῄσκον τας διὰ τοῦ θανάτου λυτρούμενος· ᾧ καὶ ἀκολούθως ἐπάγεται τὸ Ζήσεται ἡ ψυχή μου, καὶ τὰ ἑξῆς.

 θεοσεβεστάτων, δι' ὧν ἡ βασιλεία ∆αυὶδ ἀνορθοῦται χάριτι τοῦ Χριστοῦ ὃς τοῖς δώδεκα ἔδωκεν ἀποστόλοις τὸ ἐπὶ δώδεκα θρόνοις καθεζομένους κρίνειν τὸν Ἰ

 μεγίστην ἐπιφέρει τὴν ἁπασῶν ἐκείνων περισωστικήν. τροφῆς γὰρ εὐπορίαν ἔδωκεν ἐξ ἀρχῆς ἣν Θήραν καλεῖ, σίτησιν δὲ ἕτερος ἑρμηνεύει. καὶ τοὺς οἰκήτορας

 τὸν κατὰ τὸ ἐμφανὲς ἔλεγχον ὅτι μὴ θεοὶ ὧν τὰ τοιαῦτα ὁμοιώματα. θεῖον γὰρ τὸ ὁμοίωμα τοῦ θεοῦ· διὸ καὶ ἄνθρωπος εἰκὼν ὁ θεῖος, οὐχ ὁ τῆς θεότητος ἐστ

 διὰ τὴν τοῦ Ἰσραὴλ ἄφεσιν εἰς ἐξουσίαν προαγόμενος, ὡς ἔχει τὰ διὰ τοῦ Ἡσαΐου προφητευθέντα· ἀλλ' ὁ μακαρισμὸς εἰς ἐκείνους περιστήσεται τοὺς ἀποδιδόν

 ταῖς εὐεργεσίαις, τουτέστιν ἐπὶ τοὺς ἐλπίδα μὴ ἔχοντας καὶ ἀθέους ἐν τῷ κόσμῳ οὓς μηδὲ ὄντας ὁ ἀπόστολος κέκληκεν. 282 Ps 137,7.8a ∆εύτερον ἐπιφέρει τ

 291 Ps 140,2 Εἰ πρωῒ τὸν ἐπιόντα βίον συνίεμεν τὸν ἐν ἀναπαύσει καὶ δόξῃ

 300 Ps 143,4.5 Πάντα δὲ ὅμοια τὰ μὲν ἀνθρώπινα, θείας δὲ ἐνεργείας φοβερᾶς τε καὶ ἰσχυρᾶς καὶ ὀλοθρευτικῆς ἀνθρώπων ἐνδείγματα. 301 Ps 144,1 Κατὰ μὲν

 πληροῦσαν αὐτὸν δύναμιν καὶ σοφίαν ἔχων ἀλλὰ πλήρη προελθοῦσαν ἐξ ἑαυτοῦ, καθὰ καὶ Σολομὼν γέννημα τὴν σοφίαν λέγει καὶ ἐκ θεοῦ προσεληλυθυῖαν τὴν αὐτ

ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας ὁ Σύμμαχος Ὁ ὀφθαλμός μου ἐξέρρευσεν ἀπὸ τῆς κακώσεως ἐξέδωκεν. 146 Ps 87,13 Σῷζε οὖν γένος ὑπὸ σοῦ πεποιημένον ἐπιγνώσει τῇ σῇ καὶ πρὸς ζωὴν ἐπάναγε τοὺς εἰς θάνατον ἑκάτερον πεπτωκότας ἀνθρώπους, οὓς θεατὰς εἶναι δεῖ τῶν σῶν θαυμάτων καὶ τῆς σῆς δυνάμεως ἐξηγήτας· καὶ μὴ μενέτωσαν ἐν λήθῃ παρεωραμένοι ἀλλὰ μνημονευθέντες πάλιν ὑπὸ σοῦ εἰς τὸ ζῆν ἐπαναγέσθωσαν. ταῦτα ὁ προστάτης ἀνθρώπων ὑπὲρ τοῦ κοινοῦ πάντων ἐντυγχάνων γένους καὶ τὴν τοῦ κόσμου ζωὴν ἐξεργαζόμενος βουλήσει πατρός. 147 Ps 87,14 Αὐτὸν ὑπὲρ ἡμῶν παρίστησιν ὁ πρεσβευτής τε καὶ ἱερεὺς διηνεκεῖ τῇ παραστάσει ἐξ ἕω καὶ διὰ νυκτὸς μειλίσσεταί τε ὀργὴν θεοῦ τὴν καθ' ἡμῶν ἣν τοῖς πάθεσιν αὐτὸς ἀνεδέξατο. 148 Ps 87,16β Ὕψωσιν λέγει τὴν ἐν τεραστίοις καὶ σημείοις περὶ ἧς λέγει πρὸς αὐτὸν ὁ πατὴρ ὅτι Ἐδόξασα, λέγοντος τοῦ υἱοῦ ∆όξασόν σου τὸν υἱόν. ταύτην εἰς ταπείνωσιν μεταβεβλῆσθαί φησιν, ἡνίκα εἰς τὸ παθεῖν ἐλήλυθε πάσχων τὰ ὑπὲρ ἀνθρώπων καὶ ὑπ' αὐτῶν ὑπὲρ ὧν ἔπασχεν ἐγκαταλιπόμενος.

149 Ps 88,13β Κεῖται δὲ τὸ Θαβὼρ ὄρος ἐν τῇ Γαλιλαίων χώρᾳ, τὸ Ἑρμωνιεὶμ

δὲ ἐν τῇ ἐρήμῳ τῇ πρὸς τὸ Σινᾶ. ὑμνεῖσθαι δεῖ τὸν θεόν, φησίν, οὐ μόνον ταῖς περὶ τὸ Θαβὼρ ἐνεργείαις αὐτοῦ ἀλλὰ καὶ τῇ περὶ τὸ Ἑρμωνιεὶμ ἐπιφανείᾳ γενομένῃ. 150 Ps 88,14.15 Ἡ σή, φησί, δύναμις ἐπικρατεῖ. φανείτω δή σου τὸ καρτερόν, ἐπιφανές τε καὶ ἔνδοξον ἐν ἀνθρώποις γενέσθω. ταῦτα δὲ πάντα ὡς πρὸς ἕνα λεγόμενα θεὸν ἐμπεριείληφε· τὴν δύναμιν αὐτοῦ τὴν μίαν καὶ μόνην καὶ βραχίονα καὶ χεῖρα τελείαν οὖσαν ἐπιστάμεθα· δι' αὐτῆς ἁπάντων καὶ γενομένων καὶ γινομένων, ὥστε αὐτὴν καὶ τελείαν οὖσαν ἐφ' ἑαυτῆς συναριθμεῖσθαι θεῷ κατὰ τὸν ἕνα τῆς θεότητος ἀριθμὸν καὶ μηδαμῶς περιπίπτειν τοῖς περὶ τῶν πολλῶν υἱῶν εἰρημένοις ὧν οὐδένα ὁμοιοῦσθαι πρὸς τὸν ὄντως ὁ λόγος προείρηκεν. οὐ γὰρ οὕτως ἡ μία καὶ ἀληθὴς δύναμις ἀλλ' εἰκὼν ἀληθινὴ καὶ γνώρισμα τοῦ θεοῦ μόνον, πάντα δι' αὐτῆς ἐπιτελοῦντος θεοῦ. διὸ καὶ τῇ εἰς ἀνθρώπους ἐπιδημίᾳ αὐτῆς ἥρμοσε τὰ θεικά, καὶ ἡ τοῦ θεοῦ κρίσις ὑπὸ Χριστοῦ κρίνεται. ὑπάρχουσα μὲν ὡς δυνάμει θεοῦ, δοθεῖσα δὲ ὡς ἀνθρώπῳ, καθάπερ αὐτὸς εἴρηκε, διεῖλε δὲ τοῖς χρόνοις τὸν ἔλεον καὶ τὴν κρίσιν. τὴν μὲν κρίσιν ἔκτοτε προλέγων, ἐπειδὰν ἐλθὼν ὁ βασιλεὺς καθεσθῇ ἐπὶ θρόνου δόξης αὐτοῦ. ἐκεῖνος γὰρ ὁ θρόνος ὡσπερεὶ βάσιν ἔχει τὴν δικαιοσύνην, καθὰ καὶ ἐν Θ προείρηκε ψαλμῷ Ἀκύλας Ἥδρασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ. πρὸ δὲ τῆς ἐπιφανείας ἐκείνης ἔλεος κατὰ γῆν πολὺς ὡσπερεὶ πρόδρομος τῆς κριτικῆς παρουσίας ἐλέῳ τοὺς ἀνθρώπους εἰς σωτηρίαν προευτρεπίζοντος τοῦ μέλλοντος ἐπιφανήσεσθαι φοβεροῦ κριτοῦ, μετὰ τοῦ ἐλέου τε ἡ ἀλήθεια ὅτι μὴ οἷόν τε γενέσθαι τι τῶν οὐκ ἀληθινῶν οὐδὲ ὀρθῶν ἐν τῇ τοῦ θεοῦ χρηστῇ μακροθυμίᾳ, κἂν φαίνηται τοῖς ἀγνοοῦσι τὸ μέλλον οὐκ ὀρθῶς ἐπιτρέπεσθαι τοῖς φαύλοις εὐπραγεῖν οὐδὲ εἰκότως περιορᾶσθαι τοὺς ἀγαθοὺς ἐλαττουμένους. 151 Ps 88,20-25 Ῥητῶς ἤδη τὴν ἐπαγγελίαν διέξεισι τὴν γεγενημένην διὰ Νάθαν τοῦ προφήτου, προφήτας πληθυντικῶς δηλῶν ἐξ ἑνὸς οὓς καὶ Υἱοὺς θεοῦ καλεῖ ἢ ὡς οἱ λοιποὶ ἑρμηνεύουσιν Ὁσίους θεοῦ. φησὶ δὴ εἰρηκέναι τὸν θεὸν ὅτι δυνάμεως μετέδωκε τῷ ∆αυὶδ καὶ εἰς δόξαν προήγαγεν αὐτὸν ἐπιλεξάμενος κατὰ τὸ Ἔλαβόν σε ἐκ τῆς μάνδρας ἐξόπισθεν τῶν ποιμνίων τοῦ εἶναι εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου Ἰσραήλ, εὑρών τε αὐτὸν ἀρεστὸν ἐλαίῳ τῷ ἁγίῳ πρὸς τὴν βασιλείαν ἔχρισε παρῆν τε αὐτῷ συγκατεργαζόμενος ἅπαντα καὶ τῶν ἐχθρῶν τὰς ἐπαναστάσεις ἀκύρους ποιῶν καὶ συγκόπτων τὰς ἐκείνων στρατιὰς καὶ εἰς φυγὴν καθιστὰς κατὰ τὸ Ἤμην μετὰ σοῦ ἐν πᾶσιν οἷς ἐπορεύθης καὶ ἐξωλόθρευσα πάντας τοὺς ἐχθρούς σου ἀπὸ προσώπου σου,

21