1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

21

αὐληταῖς κακοδαίμοσι καὶ μίμοις καὶ ὀρχησταῖς καὶ ἀνδρογύνοις καὶ γυναιξὶ πόρναις ὤνιον παρεχούσαις τῷ δημίῳ τὸ σῶμα· καὶ αὖθις θηριομάχοις μιαροῖς καὶ ἀνελπίστοις καὶ αὐτοῖς τοῖς θηρίοις. Πρόδηλον γάρ, ὡς καὶ τὰ θηρία τρέφει χρυσός, τοῖς μὲν τὰ κρέα, τοῖς δὲ τὴν μάζαν ὠνούμενος. 4.8.4 Ταῦτα δὲ πάντα προΐενται ὑπὲρ μιᾶς σπουδῆς, ἵνα τὰ ὀνόματα αὐτῶν τῶν συναλλαγμάτων προ γράφηται. Ὢ τῆς ἀνοίας! Ὢ τῆς τυφλότητος! Θεὸς ἐπαγγέλλεται τῶν πτωχοτρόφων τὰ ὀνομάτα βίβλοις ζώσαις ἐγγράφειν, ταῖς ἀθανάτοις, ταῖς ἀδιαφθόροις, ἃς σὴς οὐκ ἀφανίζει καὶ χρόνος οὐκ ἐξαλείφει· κἀκείνων τῶν γραμμάτων οὐκ ἐρᾷς, οὐδὲ λόγον τινὰ ποιῇ τῆς μακαρίας ἐπαγγελίας, οὐδὲ τῇ μνήμῃ τοῦ Θεοῦ ἐγγραφῆναι ζητεῖς; Τοῦτο γάρ ἐστιν ἡ βίβλος ἡ ζῶσα. 4.8.5 Περὶ πολλοῦ δὲ ποιῇ παρὰ τῶν συμβολαιογράφων γράφεσθαι καὶ παρὰ τῶν ὠνουμένων τὰ ἀνδράποδα λαλεῖσθαι καὶ κροτεῖσθαι παρὰ δημοτῶν κολάκων, κακὸς τῆς χρείας τῶν πραγμάτων κριτής, ἀνόητος δοκιμαστὴς τοῦ συμφέροντος. 4.8.6 ∆ὸς τῷ λελωβημένῳ πτωχῷ καὶ μὴ τῷ λελυμένῳ μουσικῷ· χάρισαι πρὸ τῆς πόρνης τῇ χήρᾳ, πρὸ τῆς δημοσίας τῇ σεμνῶς κατακεκλημένῃ. Περιέργασαι ποῦ παρθένος ἁγία Θεῷ ψάλλουσα καὶ μίσησον ψάλτριαν ἀναιδῆ πρὸ τῆς ὄψεως τῷ μέλει τοὺς ἀκολάστους θηρεύουσαν· ἐπάρκεσον ὀρφάνῳ, λῦσον δάνεισμα πένητος, καὶ ὄψει δόξαν διαιωνίζουσαν. 4.8.7 Κενοῖς πλῆθος βαλαντίων ὑπὲρ παιδιᾶς ἀσχήμονος καὶ ἀτάκτου γέλωτος, οὐκ εἰδὼς ὅσα πενήτων χαρίζῃ δάκρυα ἐξ ὧν συνήχθη ἡ εὐπορία· πόσοι ἐδέθησαν, πόσοι ἐμαστιγώθησαν, πόσοι ἐγγὺς ἦλθον ἀγχόνης καὶ βρόχου, ἵνα σήμερον οἱ ὀρχούμενοι λάβωσιν. Καὶ τί τὸ τέλος; Ματαιότης. 4.8.8 Μετὰ πάντα τάφος μικρός, ἐσθὴς ὀλίγων ὀβολῶν τὸ σωμάτιον περιστέλλουσα, λήθη μετ' ὀλίγον, τὸ ἀναγ καῖον πάθος τοῦ χρόνου, πάντα τὰ σπουδασθέντα καλύπτουσα· κρίσις ἐπὶ τούτοις Θεοῦ καὶ τῆς κακῆς προαιρέσεως κόλασις ἀπαραίτητος. 4.9.1 Ποῦ οἱ ὕπατοι; Τοὺς χθὲς καὶ πρώην ἀρίθμησον. Οὐχ ὁ μὲν ὡς οἱ κακοῦργοι τῆς κεφαλῆς ἀπετμήθη, πλήθους ὁπλιτεύοντος ἀθρόᾳ κινήσει περιπεσών· ἐπομπεύθη δὲ μετὰ θάνατον μᾶλλον ἢ ὅτε φερόμενος ἐπὶ τοῦ δίφρου ἐγαυρία τοῦ ἀξιώματος; Ἄλλος δὲ μετὰ στρατηγίας τῆς αὐτῆς ταύτης ἐπιτυχὼν τιμῆς, κακῶς ἐν ταῖς ἐσχατιαῖς Αἰγύπτου καὶ τῆς Λιβύης ἀπώλετο φεύγων τῆς καταδίκης τὴν τιμωρίαν, εἶτα ταῖς ψάμμοις ἐντελευτήσας, ἐπειδὴ πᾶσα ἦν ἡ χώρα δι' ἧς ἀπεδίδρασκεν, ἄνυδρος καὶ ἀοίκητος; 4.9.2 Τί δ' ἂν εἴποιμεν πρὸς τὸν ἐκ στρατηγῶν καὶ ὑπάτων, ὁμοίως ἐπὶ τῆς Κολχίδος νῦν χώρας διάγοντα καὶ τῇ τῶν ἐκεῖσε βαρβάρων φιλανθρωπίᾳ διασωζόμενον; 4.9.3 Τὸν δὲ ἐξ ὑπάρχων ἐκεῖνον, τόν, ὡς ᾤετο, ἄμαχον καὶ λεοντώδη τὴν γνώμην, οἵα τοῦ βίου καταστροφὴ διεδέξατο! Πρῶτον μὲν γὰρ ἐπεῖδε τὸν ἑαυτοῦ παῖδα ἀποτμηθέντα τῆς κεφαλῆς· εἶτα καὶ αὐτὸς τὴν ἐπὶ θανάτῳ ψῆφον ἐδέξατο καὶ τῆς σχοίνου προσ αχθείσης ἤδη τῷ στόματι φιλανθρωπία βασιλικὴ ἐκώλυσεν ἐνεργῆσαι τὸν δήμιον. Ζήσας δὲ ὀλίγον ὀδύναις καὶ συμφοραῖς ὁ πρεσβύτης καὶ τῇ αἰσθήσει τῶν κακῶν ἐπιχρονίσας, ἐν ἀτιμίᾳ ἀπῆλθεν τοῦ βίου, τοῦτο τῆς μεγάλης ὑπατείας τὸ τέλος εὑράμενος. 4.9.4 Ὁ δὲ τοῦ παρελθόντος ἐνιαυτοῦ πῶς ἐφρόντισεν μείζονα τῶν γιγάντων, γυναιξὶν ὢν καὶ ἀνδράσιν ἀμφισβητήσιμος; Ῥάβδους κυρίων φύγων, ῥάβδων ὑπατικῶν ἐπεθύμησεν· ἐκτήσατο γῆν ὅσην οὐδὲ εἰπεῖν εὔκολον· ἐτάφη δὲ ἐν τοσαύτῃ, ὅσης ὁ ἐλεήσας μετέδωκεν. 4.9.5 Ἆρα οὖν κατὰ τὸν σοφὸν Ἐκκλησιαστὴν οὐ πάντα, ὅσα τοιαῦτα, Ματαιότης ματαιοτήτων, καὶ φάσματά ἐστιν τὰ ἀξιώματα ἀνυποστάτων ὀνείρων, τέρψαντα πρὸς ὀλίγον, εἶτα παραδρα μόντα, ἀνθήσαντα καὶ μαρανθέντα; Ἡμεῖς τοίνυν ἕως τούτου στήσαντες τὸν λόγον δόξαν ἀναπέμψωμεν τῷ Σωτῆρι.