21
ἀμφιέπουσιν, Ἔνθα σε νύκτα καὶ ἦμαρ ἐλεύθερος, ἀτρεμέων τε Λισσοίμην, κακότητος ἀμιγέα σοι βίον ἕλκων, Σοί τε νόον πτερόεντα, βίου φάος, αἰὲν ἀείρων, Μέσφ' ὅτε καὶ πυμάτην ξυνὴν ὁδὸν ἐξανύσαιμι, Ἐς δὲ μονὴν ἔλθοιμι μόγου τέλος εὐσεβέεσσι. Σοὶ ζῶ, σοὶ λαλέω, σοὶ δ' ἕζομαι, ὦ ἄνα Χριστὲ, Σοὶ δ' αἴρω ποδὸς ἴχνος, ἐπεὶ σύ με χειρὶ καλύπτεις· Ἀλλά με καὶ νῦν ἄγοις ἐσθλὸν ἐπὶ τέρμα πορείης. ΛΖʹ. Ἄλλη περὶ εὐοδίας προσευχή. Οὐκ ἔστ' οὐδὲ ποδὸς χωρὶς σέο ἴχνος ἀεῖραι, Χριστὲ ἄναξ, ὃς πάντα πέλεις σοῖσιν μερόπεσσιν Ἐσθλὰ, καὶ ἐν πάντεσσιν ὁδὸς ἰθεῖα τέτυξαι. Σοὶ πίσυνος, καὶ τήνδε τέμνω τρίβον, ἀλλά με πέμποις 521 Ἀσκηθῆ, καὶ πάντα πόροις, ὅσ' ἐέλδεται ἦτορ, Καί με, Ἄναξ, παλίνορσον ἄγοις ἐπὶ δῶμα πενιχρὸν, Ἔνθα σε νύκτα καὶ ἦμαρ ἐλεύθερος ἱλασκοίμην. ΛΗʹ. Ἄλλη εἰς ταὐτὸ προσευχή. Ὃς πυρὶ καὶ νεφέλῃ στρατὸν ἤγαγες, ὃς δ' ὁδὸν εὗρες 522 Ἐν πελάγει, πήξας κύματ' ἐλαυνομένοις. Ἄρτον δ' οὐρανόθεν ὕσας ξένον οὐ δοκέουσιν· Ἐκ δὲ πέτρης πηγὴν ἔβλυσας ἀκροτόμου. Καὶ νῦν τῷ θεράποντι συνέμπορος ἐλθὲ καλεῦντι, Χριστὲ, φάος μερόπων, δεξιὰ πάντα φέρων.