21
παρ' ἡμῖν φιλοσοφία· τὰ δοκοῦντα ἐναντία εἶναι, μετριοφροσύνην καὶ ὕψος, συνάγει εἰς μίαν ψυχήν. Καὶ τότε μὲν ἅτε χρημάτων ἐρῶν, καὶ ἠσμένισεν ἄν σου τὴν τελευτήν· νῦν δὲ καὶ εἰς μῆκος ἐκταθῆναί σοι τὴν ζωὴν εὔχεται, ὥστε καὶ ἐν τούτῳ λαμπροὺς αὐτῷ γενέσθαι τοὺς στεφάνους. Οὐ γὰρ δὴ μικρὸς ἡμῖν κεῖται μισθὸς τοῖς τοὺς γεγεννηκότας τιμῶσιν, ἀλλ' ὡς δεσπότας αὐτοὺς ἡγεῖσθαι κελευόμεθα, λόγῳ τε καὶ ἔργῳ θεραπεύειν, ὅταν μηδὲ τὰ τῆς εὐσεβείας παραβλάπτηται. Τί γὰρ, φησὶν, αὐτοῖς ἀνταποδώσεις καθὼς αὐτοί σοι; Ἐννόησον οὖν τὸν ἐν τοῖς ἄλλοις ἅπασι πρὸς ἄκρον ἥκοντα τῆς ἀρετῆς, πῶς εἰκὸς καὶ τοῦτο μετὰ πολλῆς φυλάξεσθαι τῆς ὑπερβολῆς τὸ καλόν. Κἂν γὰρ ἀποθανεῖν ὑπὲρ τῆς σῆς δέοι κεφαλῆς, οὐ παραιτήσεται, ἅτε οὐ μόνον διὰ τὸν παρὰ τῆς φύσεως κείμενον νόμον θεραπεύων σε καὶ τιμῶν, ἀλλὰ πρὸ τῶν ἄλλων διὰ τὸν Θεὸν, δι' ὃν καὶ πάντων τῶν ἄλλων ὁμοῦ κατεφρόνησεν. Ὅταν οὖν καὶ εὐδο47.345 κιμώτερος ᾖ νῦν καὶ εὐπορώτερος καὶ δυνατώτερος καὶ ἐλευθεριώτερος, καὶ μᾶλλόν σου δοῦλος ἢ πρότερον μετὰ τῆς τοσαύτης μεγαλονοίας, τίνος ἕνεκεν, εἰπέ μοι, θρηνεῖς; ὅτι καθ' ἑκάστην οὐ τρέμεις τὴν ἡμέραν, μή ποτε ἐν πολέμῳ πέσῃ, μή ποτε προσκρούσῃ βασιλεῖ, μή ποτε βασκανίᾳ τῶν συστρατευομένων ἁλῷ; ἢ οὐχὶ καὶ ταῦτα, καὶ τούτων πλείονα δεδοίκασι τῶν εὐδοκιμούντων οἱ πατέρες; Καθάπερ γὰρ οἱ παιδίον ἐφ' ὑψηλοῦ τινος στήσαντες τόπου τρέμειν ἀναγκάζονται μὴ καταπέσῃ, οὕτω καὶ οἱ πρὸς μεγάλην ἀρχὴν ἀνάγοντες τοὺς υἱεῖς. Ἀλλ' ἔχει τινὰ ἡδονὴν ἡ ζώνη, καὶ ἡ χλαμὺς, καὶ ἡ τοῦ κήρυκος φωνή. Καὶ μέχρι πόσων ἡμερῶν ταῦτα, εἰπέ μοι; μέχρι τριάκοντα, καὶ ἑκατὸν, καὶ δὶς τοσοῦτον; Καὶ τί μετὰ ταῦτα; οὐχ ὥσπερ ὄναρ; οὐχ ὥσπερ μῦθος; οὐχ ὥσπερ σκιὰ πάντα διῆλθεν ἐκεῖνα; Νῦν δὲ αὐτῷ μέχρι τέλους τὰ τῆς τιμῆς, μᾶλλον δὲ καὶ μετὰ τὴν τελευτὴν, καὶ πολλῷ πλέον τότε, καὶ ταύτην αὐτὸν οὐδεὶς ἀφαιρήσεται τὴν ἀρχὴν, ἅτε οὐχ ὑπὸ ἀνθρώπων, ἀλλ' ὑπ' αὐτῆς χειροτονηθέντα τῆς ἀρετῆς. Ἀλλ' ἐβούλου πολυτελῆ φοροῦντα ἱμάτια, καὶ ἐφ' ἵππου φερόμενον ὁρᾷν, καὶ πλῆθος ἔχοντα οἰκετῶν, καὶ παρασίτους τρέφοντα καὶ κόλακας. Τίνος ἕνεκεν ταῦτα ἤθελες; οὐχ ἡδονὴν αὐτῷ διὰ τούτων ἁπάντων κατασκευάζων; Ἂν οὖν ἀκούσῃς αὐτοῦ λέγοντος ἡμῖν γὰρ ἴσως οὐ πείσῃ, ὅτι τῶν ἐν τρυφῇ ζώντων καὶ πορνείαις καὶ μουσικῇ καὶ παρασίτοις καὶ κόλαξι καὶ τῇ ἄλλῃ βλακείᾳ, τοσούτῳ τὸν βίον ἡγεῖται τοῦτον ἡδίω, ὡς ἑλέσθαι μυρίους θανάτους πολλάκις, εἴ τις κελεύοιτο ταύτην τὴν ἡδονὴν ἀφέντα πρὸς ἐκείνην μεταπηδῆσαι, τί πρὸς ταῦτα ἐρεῖς; Οὐκ οἶδας ὅσην ὁ ἀπράγμων βίος ἔχει τὴν ἡδονήν; τάχα οὐδὲ ἄλλος ἀνθρώπων οὐδεὶς, ἅτε μηδέπω ταύτης γευσάμενος καθαρῶς. Ὅταν δὲ καὶ λαμπρότης προσῇ, καὶ τὰ ἄμικτα ταῦτα πάλιν συνέρχηται, ἀσφάλειά τε καὶ εὐδοκίμησις, τί ταύτης βέλτιον γένοιτ' ἂν τῆς ζωῆς; Ἀλλὰ τί μοι ταῦτα διαλέγῃ, φησὶ, πόῤῥω φιλοσοφίας ἑστῶτι; Τί οὖν καὶ τὸν υἱὸν κωλύεις γενέσθαι ταύτης ἐγγύς; ἀρκεῖ μέχρι σοῦ στῆναι τὰ τῆς ζημίας. Οὐχ ἡγῇ μεγίστην εἶναι ζημίαν, ὅταν πρὸς ἔσχατον γῆρας ἐλάσαντες, ἅτε μηδὲν ἐπὶ τῆς πρώτης ἡλικίας καρπωσάμενοι χρηστὸν, δυσχεραίνητε πρὸς τὸ γῆρας; Καὶ μὴν διὰ τοῦτο, φησὶν, αὐτὸ δυσχεραίνομεν, ὅτι μεγάλα ἡμᾶς ὤνησεν ἡ νεότης. Ποῖα μεγάλα; δεῖξον ἔχοντα τὸν γέροντα τὰ μεγάλα ἐκεῖνα· εἰ γὰρ εἶχεν αὐτὰ, καὶ μεμενήκει διαρκῆ, οὐκ ἂν ὡς ἔρημος ὢν ἁπάντων τούτων οὕτως ὠδύρετο· εἰ δὲ ἀπέπτη καὶ ἐμαράνθη, ποῖα μεγάλα τὰ οὕτω ταχέως σβεννύμενα; Ἀλλ' οὐχ ὁ παῖς τοῦτο πείσεται ὁ σὸς, ἀλλ' εἴ ποτε εἰς γῆρας ἔλθοι μακρὸν, οὐκ ὄψει ταῦτα ἀποδυσπετοῦντα ἅπερ καὶ ὑμεῖς, ἀλλὰ χαίροντα καὶ γαννύμενον καὶ ἀγαλλόμενον· τὰ γὰρ ἀγαθὰ αὐτῷ τότε ἀκμάζει μᾶλλον. Ὁ δὲ πλοῦτος ὁ ὑμέτερος, κἂν μυρία ἀγαθὰ κεκτημένος ᾖ, ἐπὶ τῆς πρώτης αὐτὰ συνέστειλεν ἡλικίας· οὗτος δὲ οὐχ οὕτως, ἀλλὰ μένει καὶ ἐν γήρᾳ καὶ μετὰ τὴν τελευτὴν συναπέρχεται. ∆ιὰ ταῦτα ὑμεῖς μὲν τὴν οὐσίαν ὑμῖν αὐξανομένην ὁρῶντες ἐν γήρᾳ, καὶ πολλὰς καὶ δόξης καὶ τρυφῆς 47.346 ὑποθέσεις ἔχοντες, ἐπηρεάζεσθε, ἅτε οὐκ ἀρκούσης τῆς ἡλικίας πρὸς τὴν ἀπόλαυσιν·