21
4 Τοῦ αὐτοῦ περὶ ἀκαταλήπτου λόγος δʹ. Ἤρκει μὲν οὖν πρώην δείξαντα ἀνθρώποις ἀκατάληπτον ὄντα τὸν Θεόν, ἔτι δὲ καὶ τοῖς Χερουβὶμ καὶ τοῖς Σεραφίμ, ἀπηλλάχθαι πραγμάτων καὶ μηδὲν περαιτέρω κινεῖν· ἀλλ' ἐπειδὴ προθυμία καὶ σπουδὴ πᾶσα ἡμῖν, οὐχὶ τῶν ἐναντίων ἀπορράψαι τὰ στόματα μόνον, ἀλλὰ καὶ τὴν ὑμετέραν ἀγάπην ἐπὶ πλεῖον σοφίσαι, πάλιν τῆς αὐτῆς ὑποθέσεως ἁπτόμεθα καὶ περαιτέρω τὸν λόγον
προάγομεν. Ἡ γὰρ ἐν τούτοις διατριβὴ καὶ ὑμᾶς εἰδέναι ποιήσει πλείονα καὶ ἡμῖν
λαμπρότερα ἐργάσεται τὰ νικητήρια, εἰ καί τι λείψανον ὑπολέλειπται ἐκκαθαίρουσα· ἐπεὶ καὶ τὰς πονηρὰς βοτάνας οὐκ ἄνωθεν ἀποκείρειν χρὴ μόνον-πάλιν γὰρ βλαστάνουσι τῶν ῥιζῶν κάτω κειμένων-, ἀλλ' ἐξ αὐτῶν τῶν λαγόνων τῆς γῆς καὶ τῶν κόλπων ἀνασπᾶν καὶ γυμνὰς προτιθέναι τῇ θέρμῃ τῆς ἀκτῖνος, ὥστε καταμαρανθῆναι ῥᾳδίως. Φέρε οὖν ἐπὶ τὸν οὐρανὸν ὑμᾶς ἐπαναγάγωμεν τῷ λόγῳ πάλιν, οὐχὶ περιεργαζόμενοι οὐδὲ πολυπραγμονοῦντες, ἀλλὰ τῶν οὐκ ἐπισταμένων ἑαυτοὺς οὐδὲ ἀνεχομένων εἰδέναι μέτρα φύσεως ἀνθρωπίνης τὴν ἄκαιρον φιλονεικίαν καταλῦσαι σπεύδοντες. ∆ιὰ γὰρ τοῦτο ἐκ πολλῆς τῆς περιουσίας οὐχὶ Θεοῦ ἐπιφάνειαν μόνον, ἀλλὰ καὶ ἀγγέλων ἐδείξαμεν ἀφόρητον οὖσαν τῷ δικαίῳ τότε ἐκείνῳ, ὅτε καὶ τὴν ἱστορίαν ὑμῖν πᾶσαν ἀνέγνωμεν καὶ συνεχῶς ἐδείκνυμεν τὸν μακάριον ∆ανιὴλ ὠχριῶντα, τρέμοντα, τῶν ψυχορραγούντων οὐδὲν ἄμεινον διακείμενον, τῆς ψυχῆς ἐπειγομένης ἀπορρῆξαι τὸν τῆς σαρκὸς δεσμόν. Καθάπερ γὰρ περιστερὰ χειροήθης καὶ ἥμερος ἐν οἰκίσκῳ τινὶ διατρίβουσα, ὅταν ποτὲ αἴσθηταί τινος φόβου, πτοηθεῖσα πρὸς τὴν ὀροφὴν ἵπταται καὶ διὰ τῶν θυρίδων ἔξοδόν τινα ἐπιζητεῖ, τῆς ἀγωνίας ἀπαλλαγῆναι ἐπιθυμοῦσα, οὕτω δὴ καὶ ἡ ψυχὴ τοῦ μακαρίου τότε ἐκείνου ἐκ τοῦ σώματος ἀναπτῆναι ἔσπευδε καὶ πρὸς τὰ ἔξω πάντοθεν ἠπείγετο καὶ ἐξῆλθεν ἂν καὶ ἀπέπτη καὶ τὸ σῶμα κατέλιπεν ἔρημον, εἰ μὴ ταχέως ὁ ἄγγελος προλαβὼν αὐτὴν ἀπήλλαξε τῆς ἀγωνίας καὶ πρὸς τὸ οἰκεῖον πάλιν ἐπανήγαγε καταγώγιον. ∆ιὰ τοῦτο δὲ ταῦτα ἐλέγομεν τότε, ἵνα μαθόντες ὅσον ἀνθρώπου ἄγγελος διαφέρει καὶ ἐν τῇ τοῦ συνδούλου ὑπεροχῇ σωφρονισθέντες, τῆς κατὰ τοῦ ∆εσπότου μανίας ἀπαλλαγῶσιν. Ὁ δίκαιος ἄγγελον ἰδεῖν οὐκ ἤνεγκεν, ὁ παρρησίαν τοσαύτην ἔχων, καὶ οἱ τοσοῦτον ἀφεστηκότες αὐτοῦ τῆς ἀρετῆς, οὐχὶ ἄγγελον, ἀλλ' αὐτὸν τὸν τῶν ἀγγέλων ∆εσπότην περιεργάζονται. Ἐκεῖνος λεόντων θυμὸν ἐδάμασεν· ἡμεῖς δὲ οὐδὲ ἀλωπέκων περιγενέσθαι δυνάμεθα· ἐκεῖνος δράκοντα μέσον ἔρρηξε καὶ τῆς τοῦ θηρίου φύσεως ἐκράτησε διὰ τῆς πρὸς τὸν Θεὸν παρρησίας· ἡμεῖς δὲ καὶ τὰ ψιλὰ ἑρπετὰ δεδοίκαμεν· ἐκεῖνος βασιλέα καθάπερ λέοντα θυμούμενον ἔστησε καὶ τὴν τοῦ Ναβουχοδονόσορ ὀργὴν φλογὸς ἁπάσης σφοδρότερον ἐπὶ τὰ βαρβαρικὰ στρατόπεδα φερομένην μέσος φανεὶς ἀνέστειλε καὶ τὰ ἐσκοτισμένα πάντα ἐφώτισεν. Ἀλλ' οὗτος ὁ φωτίσας ἄγγελον ἐλθόντα ἰδὼν πρὸς αὐτόν, σκοτοδινίᾳ κατείχετο χαλεπῇ. Τίνα οὖν ἕξουσιν ἀπολογίαν οἱ τὴν μακαρίαν ἐκείνην φύσιν ἐμβατεύειν ἐπιχειροῦντες; Ἡμεῖς δὲ οὐδὲ ἐνταῦθα τὸν λόγον ἐστήσαμεν τότε, ἀλλὰ καὶ ἐπὶ τὰς σοφὰς ἐκείνας ἀνηγάγομεν δυνάμεις τὴν διήγησιν· ἐδείξαμεν τὴν ἀποστροφὴν τῶν ὀφθαλμῶν, τὴν προβολὴν τῶν πτερύγων, τὴν ὀρθότητα τῶν σκελῶν, τὴν βοὴν τὴν διηνεκῆ καὶ ὅτι διὰ πάντων τὴν ἔκπληξιν καὶ τὸ θάμβος ἐμφαίνουσιν ἡμῖν αἱ ἀσώματοι δυνάμεις ἐκεῖναι· ὅσῳ γάρ εἰσι σοφαί, ὅσῳ ἡμῶν ἐγγύτεραί εἰσι τῇ ἀρρήτῳ καὶ μακαρίᾳ οὐσίᾳ ἐκείνῃ, τοσούτῳ μᾶλλον ἡμῶν τὸ ἀκατάληπτον ἴσασιν. Ἡ γὰρ ἐπίτασις τῆς σοφίας ἐπίτασιν ποιεῖ εὐλαβείας. Εἴπομεν ὑμῖν τί ποτέ ἐστι τὸ ἀπρόσιτον καὶ ὅτι τοῦ ἀκαταλήπτου πολλῷ μεῖζόν ἐστι καὶ τὴν αἰτίαν προσεθήκαμεν ὅτι τὸ μὲν ἀκατάληπτον μετὰ τὸ ἐρευνηθῆναι ἀκατάληπτον