1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

21

τοῦτο πεποίηκε, τῶν ἀκαίρως ἐγκωμιαζόντων κατηγορήθη ἂν μᾶλλον· εἰ γὰρ μὴ ἐκαυχήσατο, πάντα ἂν ἀπώλεσε καὶ προέδωκε, καὶ τὰ τῶν ἐχθρῶν ἂν ἐπῆρε πράγματα. Οὕτως οἶδε τῷ καιρῷ πανταχοῦ κεχρῆσθαι, καὶ μετὰ γνώμης ὀρθῆς καὶ τὰ ἀπηγορευμένα ποιεῖν, καὶ οὕτω χρησίμως, ὡς τῶν προστεταγμένων μηδὲν ἔλαττον ἐκ τούτων εὐδοκιμεῖν. Μᾶλλον γὰρ Παῦλος καυχώμενος τότε εὐδοκί μησεν, ἢ ἕτερός τις κρύπτων τὰ ἑαυτοῦ κατορθώματα· οὐδεὶς γὰρ τοσαῦτα εἰργάσατο ἀγαθὰ ἀποκρύπτων τὰ ἑαυτοῦ, ὅσα ἐκεῖνος ἐξειπὼν τὰ ἑαυτοῦ. 5.11 Καὶ τὸ δὴ πάλιν θαυμαστότερον, ὅτι οὐ μόνον ἐξεῖπεν, ἀλλὰ καὶ μέχρι τῆς χρείας ἔστη. Οὐ γὰρ ὡς τοῦ καιροῦ παρέχοντος αὐτῷ πολλὴν τὴν ἄδειαν, ἀμέτρως πάλιν τῷ πράγματι ἐχρήσατο, ἀλλ' ἔγνω μέχρι ποῦ προελθεῖν ἔδει. Καὶ οὐδὲ τοῦτο αὐτῷ ἤρκεσεν, ἀλλ' ὥστε μὴ τοὺς ἄλλους διαφθεῖραι, μηδὲ παρασκευάσαι ἁπλῶς ἑαυτοὺς ἐγκωμιάζειν, καὶ ἄφρονα ἑαυτὸν καλεῖ· αὐτὸς μὲν γάρ, τῆς χρείας καλούσης, τοῦτο ἐποίησεν. Ἐπειδὴ δὲ εἰκὸς ἦν τοὺς ἄλλους εἰς αὐτὸν ὁρῶντας, ἁπλῶς καὶ εἰκῇ κεχρῆσθαι τῷ παραδείγματι· ὃ καὶ ἐπὶ τῶν ἰατρῶν γίνεται· πολλάκις γάρ, ὃ μετὰ καιροῦ φάρμακον ἐπέθηκεν οὗτος, ἀκαίρως ἕτερος ἐπιθεὶς ἐλυμήνατο καὶ ἐπεσκότησε τῇ τοῦ φαρμάκου δυνάμει. 5.12 Ἵν' οὖν μὴ καὶ ἐνταῦθα τοῦτο γένηται, ὅρα πόσῃ κέχρηται τῇ προδιορθώσει μέλλων καυχᾶσθαι, οὐχ ἅπαξ, οὐδὲ δίς, ἀλλὰ πολλάκις ἀναδυόμενος. Ὤφελον γὰρ ἀνείχεσθέ μου, φησί, μικρὸν τῇ ἀφροσύνῃ· καὶ πάλιν· Ὃ λαλῶ, οὐ λαλῶ κατὰ Κύριον, ἀλλ' ὡς ἐν ἀφροσύνῃ. Ἐν ᾧ δ' ἄν τις ἐν ἀφροσύνῃ τολμᾷ λέγων, τολμῶ κἀγώ. Καὶ τοσαῦτα εἰπών, οὐδὲ τούτοις ἠρκέσθη, ἀλλὰ πάλιν μέλλων εἰς τὰ ἐγκώμια ἐμβαίνειν κρύπτει ἑαυτὸν λέγων· Οἶδα ἄνθρωπον· καὶ πάλιν· Ὑπὲρ τοῦ τοιούτου καυχήσομαι, ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι· καὶ μετὰ ταῦτα πάντα· Γέγονα ἄφρων, φησίν, ὑμεῖς με ἠναγκάσατε. Τίς οὖν οὕτως ἀνόητος καὶ σφόδρα ἀναίσθητος, ὡς τὸν ἅγιον ἐκεῖνον ὁρῶν, τοσαύτης ἐπικειμένης ἀνάγκης, ὀκνοῦντα καὶ ἀναδυόμενον περὶ ἑαυτοῦ τι μέγα εἰπεῖν, καὶ καθάπερ ἵππον κατὰ κρημνῶν ἐρχόμενον καὶ ἀναχαιτίζοντα συνεχῶς, καίτοι μέλλων τοσαῦτα οἰκονομεῖν, μὴ φεύγειν ἐκ πολλῆς τὸ πρᾶγμα περιουσίας, καὶ μόνου καιροῦ καταναγκάζοντος κεχρῆσθαι τῷ πράγματι; 5.13 Βούλει καὶ ἕτερον αὐτοῦ δείξω τοιοῦτον; Τὸ γὰρ δὴ θαυμαστόν· τοῦτό ἐστιν, ὅτι οὐκ ἠρκεῖτο τῷ συνειδότι, ἀλλὰ καὶ ἡμᾶς ἐδίδασκε πῶς ἕκαστον τούτων μετιέναι δεῖ, οὐχ ἑαυτῷ μόνον ἀπολογίαν κατασκευάζων ἀπὸ τῆς τῶν καιρῶν ἀνάγκης, ἀλλὰ καὶ τοὺς ἄλλους παιδεύων, ὥστε ἐμπεσόντος καιροῦ μὴ φεύγειν τὸ τοιοῦτον, μήτε ἀκαίρως αὐτὸ μετιέναι πάλιν. ∆ιὰ γὰρ τούτων ὧν εἶπε, μονονουχὶ ταῦτα ἔλεγε· κακὸν μέγα τὸ περὶ ἑαυτοῦ λέγειν μέγα τι καὶ θαυμαστόν· καὶ ἐσχάτης ἀνοίας τοῦτο, ἀγαπητέ, τὸ μηδεμιᾶς ἀνάγκης ἐπικειμένης, καὶ ἀνάγκης βιαίας, καλλωπίζεσθαι τοῖς ἐγκωμίοις· οὐκ ἔστι τοῦτο κατὰ Κύριον λαλεῖν, ἀλλὰ παραπληξίας μᾶλλον δεῖγμα τὸ τοιοῦτόν ἐστι, καὶ πάντα ἡμῖν κενοῖ τὸν μισθὸν μετὰ τοὺς πολλοὺς ἱδρῶτας καὶ πόνους. Ταῦτα γὰρ ἅπαντα καὶ πλείονα τούτων, δι' ὧν παρῃτήσατο καὶ ἀνάγκης ἐμπεσούσης, εἶπε πρὸς ἅπαντας. Τὸ δὲ τούτου μεῖζον, ὅτι οὐδὲ ἀνάγκης ἐμπεσούσης, πάντα ἐξέχεεν εἰς μέσον, ἀλλὰ τὰ πλείονα ἀπεκρύψατο καὶ τὰ μείζονα. Ἐλεύσομαι γάρ, φησίν, εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου· φείδομαι δέ, μή τις εἰς ἐμὲ λογίσηται, ὑπὲρ ὃ βλέπει ἢ ἀκούει τι ἐξ ἐμοῦ. Ταῦτα δὲ ἔλεγε παιδεύων ἅπαντας, μηδὲ ἀνάγκης οὔσης, πάντα ὅσα σύνισμεν ἑαυτοῖς, φέροντας αὐτὰ εἰς μέσον κατατιθέναι, ἀλλ' ὅσα τοῖς ἀκούουσι χρήσιμα. 5.14 Ἐπεὶ καὶ ὁ Σαμουήλ· οὐδὲν γὰρ ἀπεικὸς καὶ ἐκείνου μνησθῆναι τοῦ ἁγίου, εἰς γὰρ ὠφέλειαν ἡμῶν καὶ τὰ ἐγκώμια γίνεται· ἐκαυχήσατό ποτε καὶ ἐκεῖνος, καὶ