1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

21

γῆς διέσπειρε, καίτοι καὶ τὸ διασπαρῆναι χαλεπὸν, τὸ δὲ καὶ ἀτάκτως τοῦτο παθεῖν ἄλλ. ποιεῖν ἀμύθητον. Αὕτη ἡ ἀπόκρισις πρὸς τὸ λέγειν· Ἀπατῶν ἠπάτησας τὸν λαόν· οὐκ ἐγὼ ἠπάτησα, ἀλλ' αὐτοὶ γεγόνασιν ἑαυτοῖς αἴτιοι. Ἐπειδὴ εἶπεν ὁ προφήτης, ἆρά γε ἀπατῶν ἠπάτησας τὸν λαὸν τοῦτον, καὶ τὴν Ἱερουσαλὴμ λέγων, Εἰρήνη ἔσται ὑμῖν, καὶ ἰδοὺ ἥψατο ἡ μάχαιρα τῶν ψυχῶν αὐτῶν; Λέγει ὁ Θεὸς, ὅτι τῶν κακῶν ἐπελθόντων εἴσονται τῶν παρὰ σοῦ λεγομένων τὴν ἀλήθειαν, καὶ ὅτι κατὰ δαιμόνων ἐνέργειαν ἐπλάνησαν αὐτοὺς οἱ μάντεις. Παραπλήσιον δέ ἐστι τῷ παρὰ τοῦ Μιχαίου λεχθέντι ἐπὶ τοῦ Ἀχὰβ, ὅτι ἐξῆλθε πνεῦμα ψευδὲς, καὶ γέγονεν ἐν πᾶσι τοῖς ψευδοπροφήταις πρὸς ἀπάτην τοῦ βασιλέως· τὸ δὲ πλανήσεως ἐν τῇ ἐρήμῳ, ἐπειδὴ ἐν τοῖς ὄρεσι τοῖς εἰδώλοις ἐλάτρευον. Ὁδὸς δὲ τῆς θυγατρὸς τοῦ λαοῦ μου, ἀντὶ τοῦ, αἱ πράξεις· οὐκ εἰς καθαρὸν, οὐδὲ εἰς ἅγιον· δι' αὐτῆς, φησὶ, μαθήσονται τῆς πείρας κατὰ τὸν καιρὸν τῶν συμφορῶν, ὡς πνεῦμα πλανήσεως ἦν, τὸ διὰ τῶν ψευδοπροφητῶν φθεγγόμενον. Πνεῦμα πληρώσεως ἥξει μοι. Τουτέστι πέπαυμαι τοῦ ἀποδεδωκέναι αὐτοῖς τὰ δεινά. Τοῦ πληρωθῆναι αὐτῶν τὰς τιμωρίας. Ἀντὶ τοῦ, οὐ συμπληρωτικὸν τῆς τριάδος, ἀφ' ὧν ἦλθέ μοι τὰ παρόντα κακά. Πνεῦμα πληρώσεως ἀπὸ τούτων ἥξει μοι. Τὴν δὲ πλάνην, φησὶ, ταύτην ὑπομένουσιν, ἐπειδὴ ἀκάθαρτοί εἰσιν εἰδωλολατροῦντες, καὶ μολυσμάτων πεπληρωμένοι, καὶ τοῦ ἐμοῦ πνεύματος ἀμέτοχοι· τὸ δὲ, Ἀπὸ τούτων ἥξει μοι, τουτέστιν, Οὐδὲ γὰρ ἐπειδὴ εἰς τὸν ναὸν ἤρχοντο μετὰ τοσαύτης ἀκαθαρσίας, ἤδη τῆς παρ' ἐμοῦ τυγχάνουσι χάριτος. Νῦν δὲ ἐγὼ λαλήσω κρίματά μου πρὸς αὐτούς. Τουτέστι, κολάσω αὐτούς· ἐπειδὴ γὰρ εἶπεν, ἥξει πάλιν, ἵνα μὴ ἡ τοῦ μέλλοντος καιροῦ προθεσμία ῥᾳθυμοτέρους ποιήσῃ, τὴν γινομένην ἄδειαν ἐκ τοῦ χρόνου τοῦ μεταξὺ, συνέστειλεν εἰπών· Καὶ νῦν δὲ ἐγὼ λαλήσω κρίματα. Ἰδοὺ ὡς νεφέλη ἀναβήσονται, καὶ ὡς καταιγίς. 64.801 Ὁρᾷς πῶς διαφόρους εἰκόνας ἐπιζητεῖ φοβερωτέρας. Ἵνα καταπλήξῃ αὐτῶν τὴν διάνοιαν, ἵνα αὐτοὺς πτοήσῃ, διαγράφει τὸ στρατόπεδον. Καὶ τί τὸ κέρδος; τὸ ταχὺ λέγει τῆς παρουσίας, ἀλλ' οὐδὲν τούτων καθήψατο, τοιοῦτον ἡ κακία. Ἀλλ' ὅμως προὔλεγεν ὁ Θεὸς, εἰ μὴ ἐνέδωκαν ἐκεῖνοι. Ἀπόπλυνε ἀπὸ κακίας. Ἕως πότε ὑπάρχουσιν ἐν σοὶ διαλογισμοὶ πόνων σου; Ὄντως γὰρ οὐδὲν ταύτης τῆς ταλαιπωρίας ἴσον. Ταύτῃ τῇ λέξει κεχρῆσθαι εἰώθαμεν, ὅταν ἴδωμέν τινα μακρᾷ ἀῤῥωστίᾳ παραδεδομένον, καὶ οὐδέποτε ἀνενεγκεῖν ἐκ τῆς φθορᾶς ἐκείνης δυνάμενον. Καθάπερ γὰρ σῶμα ἀσθενὲς ὑπὸ πυρετῶν δυσέκνιπτον γίνεται, οὕτω καὶ ψυχὴ ταλαίπωρος ὑπὸ ἁμαρτημάτων. Οὐκ ἀρκεῖ τὰ ῥήματα, οὐδὲ τὸ ταλανίσαι μόνον ἑαυτὸν ἐν Ἐκκλησίᾳ Κυρίου· Μὴ κλαίετε δάκρυσιν· ἀλλὰ δεῖ καὶ τῆς τῶν ἔργων προσθήκης. Καὶ μετ' ὀλίγα. -Ἀπόπλυνον ἀπὸ κακίας τὴν καρδίαν σου. Τί τοῦτο, εἰ ἀνέβη ὡς λέων; εἰ πάρεστιν ὡς νεφέλη; εἶτα δεινὰ ἐπὶ θύραις; Ποία μεταβολῆς προθεσμία; Ποῖος μεταβολῆς καιρὸς ὑπολέλειπται; Ἀλλ' ὅρα τὴν φιλανθρωπίαν· ∆ιελέχθη περὶ ἐκείνων ὡς παρόντων, ἵνα τὴν ῥᾳθυμίαν ταύτης καλύψῃ Fort. ταύτης εἰς προθυμίαν ἀμείψῃ, διελέχθη δὲ πάλιν ὡς μελλόντων, ἵνα μὴ εἰς ἀπόγνωσιν ἐμβάλῃ. Ἐκεῖνα μὲν τὰ ῥήματα τοῦ τὴν ἀπόφασιν ἐξενεγκόντος ἐστί· ταῦτα δὲ τοῦ διδόντος καιρὸν, διορθώσεως. Οὐδεὶς γὰρ ὁμοῦ τε ἐπάγει τὴν τιμωρίαν, καὶ παραίνεσιν εἰσάγει. Ταῦτα γὰρ ἀμφότερα ἐναντία· εἰ συμβουλεύεις, ἄνες τὴν κόλασιν· εἰ κολάζεις, πῶς παραινεῖς τοῖς τιμωρουμένοις; Ἀλλὰ καὶ ὅμως λέγει μὲν κολάζειν, ἵνα μὴ ῥᾳθυμῶσι· λέγει δὲ, ἀνιέναι, ἵνα διορθώσωνται. Ὁρᾷς; τοῦτο ὅ φησι καὶ ὁ Χριστὸς, ἐνταῦθα κεῖται. Ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί. Ἕως πότε ὑπάρξουσιν; ὁρᾷς τοῦ Θεοῦ τὴν μακροθυμίαν. Ἕως πότε; Ὅτε καὶ τῇ φύσει φευκτέον ἦν, καὶ τῷ χρόνῳ, ποία συγγνώμη; τίς ἀπολογία; Ἔστω· τὴν κακίαν οὐκ ἀπεστράφης ἀπὸ τῆς φύσεως αὐτῆς, ἀπὸ τοῦ χρόνου οὐκ ἔδει; Ἀναμνήσατε ἔθνη, ἰδοὺ ἥκασι. ∆είκνυσιν