1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

21

εἶπεν· Ἡ δύναμις, ἀλλ'· Οἱ ὀφθαλμοὶ Κυρίου, ὡς ἀρκούσης καὶ τῆς ὄψεως μόνης ἅπαντα τὰ ἐναντιούμενα καθελεῖν· ὅπερ καὶ ὁ ∆αυῒδ ἑτέρωθι ἔλεγεν· Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν· καὶ ἕτερος πάλιν προφήτης· Ἐπιβλέψομαι πρὸς αὐτὸν καὶ δυνήσομαι αὐτῷ. Καὶ ταπεινωθήσεται τὸ ὕψος τῶν ἀνθρώπων καὶ ὑψωθήσεται Κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Τῆς γὰρ παραδόξου γενομένης νίκης καὶ τῶν λαμπρῶν καὶ θαυμαστῶν τροπαίων ἐκείνων, καὶ δαίμονες ἠλέγχθησαν καὶ εἴδωλα ἠτιμώθη καὶ ψευδοπροφῆται ἐπεστομίσθησαν καὶ τῶν βαρβάρων ἡ τυραννὶς κατελύθη, καὶ πᾶν τῷ Θεῷ στόμα ἐναντιούμενον ἐνεφράγη. ∆ιὰ τοῦτό φησιν· Ὑψωθήσεται Κυρίος μόνος. Οὐδεὶς ἔσται λοιπὸν ὁ ἀντερῶν, οὐδὲ ἀμφιβάλλων περὶ τῆς τοῦ Θεοῦ δυνάμεως, τῆς τῶν πραγμάτων ἀποδείξεως οὕτω σαφεστάτης γεγενημένης. Τὸ μὲν γὰρ τῆς φύσεως ὕψος ἔχει διηνεκές, οὐδέποτε ἀρξάμενον, ἀλλὰ ἀεὶ ὄν· ὑψοῦσθαι δὲ λέγεται ἐν τῇ διανοίᾳ τῶν ἀνθρώπων, ὅταν οἱ ἀντιλέγοντες καὶ ἐναντιούμενοι, ἀπ' αὐτῆς τῶν πραγμάτων πεισθέντες τῆς ἀποδείξεως, ὑποκύψωσι, καὶ τὴν προσήκουσαν ἀνενέγκωσιν εὐφημίαν. Ἡμέρα γὰρ Κυρίου Σαβαὼθ παραγίνεται ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον καὶ ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον καὶ ταπεινωθήσονται. Καὶ ἐπὶ πᾶσαν κέδρον τοῦ Λιβάνου τῶν ὑψηλῶν καὶ μετεώρων καὶ ἐπὶ πᾶν δένδρον βαλάνου Βασᾶν. Καὶ ἐπὶ πᾶν ὄρος ὑψηλὸν καὶ ἐπὶ πᾶν τεῖχος ὑψηλόν. Καὶ ἐπὶ πάντα πύργον ὑψηλόν. Καὶ ἐπὶ πᾶν πλοῖον θαλάσσης, καὶ ἐπὶ πᾶσαν θέαν κάλλους πλοίων. Καὶ ταπεινωθήσεται τὸ ὕψος τῶν ἀνθρώπων καὶ ὑψωθήσεται Κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Τεῖχος ἐνταῦθα καὶ κέδρον καὶ βουνὸν καὶ δρῦν τοὺς δυνάστας ἀνθρώπους φησί, τῷ ὕψει τῶν δένδρων τούτων μεταφορικῶς τὴν δυναστείαν αὐτῶν ἐνδεικνύμενος· καὶ πλοῖον καὶ θέαν κάλλους πλοίων λέγων, τοὺς εὐπορωτέρους αὐτῶν αἰνίττεται. 2.9 Ὃ δὲ βούλεται εἰπεῖν, τοῦτό ἐστιν· ὅτι πᾶς ἰσχυρός, πᾶς δυνάστης, πᾶς στρατηγός, πᾶς περιβεβλημένος πλοῦτον, πᾶσα, ὡς εἰπεῖν, τῶν ἀνθρώπων ἡ εὐπρέπεια καὶ ἰσχὺς τότε οἰχήσεται καὶ διαλυθήσεται· καὶ οὐδὲν αὔτως προστήσεται πρὸς τὸ διαφυγεῖν τοῦ Θεοῦ τὴν ὀργήν, οὐκ ἰσχὺς σώματος, οὐκ ἐμπειρία πολέμου, οὐ χρημάτων περιουσία, οὐ δυναστείας περιβολή, οὐ στρατοπέδου πλῆθος, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν. Κέδρους δὲ Λιβάνου διὰ τοῦτό φησι, διὰ τὸ αὐτόθι τοῦτο μάλιστα φύεσθαι τὸ δένδρον ἢ διὰ τὸ πλησίον τὰ πράγματα γίνεσθαι· θέαν δὲ κάλλους πλοίων, τὴν εὐπρέπειαν τῶν στρατηγῶν τῶν ἀπὸ πλούτου καὶ ὅπλων καὶ δορυφόρων κεκαλλωπισμένων. ∆οκεῖ δέ μοι καὶ τὴν διὰ μακροῦ γενομένην ἀποδημίαν τῶν βαρβάρων αἰνίττεσθαι. Καὶ τὰ χειροποίητα πάντα κατακρύψουσιν, εἰσενέγκαντες εἰς τὰ σπήλαια καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν καὶ εἰς τὰς τρώγλας τῆς γῆς, ἀπὸ προσώπου τοῦ φόβου Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν. Τοσοῦτον γὰρ ἀφέξουσιν αὐτῶν, φησίν, οἱ θεοὶ παρασχεῖν τινα συμμαχίαν, ὅτι καὶ τῆς παρὰ τῶν ἀνθρώπων δεήσονται βοηθείας καὶ τόπων ἀσφαλείας, ὥστε μὴ ἁλῶναι· Ἀπὸ προσώπου τοῦ φόβου Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν. Ἵνα γὰρ μή τις τῇ τῶν βαρβάρων ἐφόδῳ ταῦτα λογίζηται, μηδὲ τῆς ἰσχύος τῆς ἐκείνων εἶναι νομίζῃ τὸν φόβον, ἀνάγει τὸν λόγον ἐπὶ τὸν τῶν ὅλων Θεόν, λέγων ὅτι αὐτὸς τοῦ πολέμου στρατηγεῖ τούτου, καὶ παρ' ἐκείνου δύναμις † ἐν τοσούτῳ κινδύνῳ τῶν ἤδη πεπλημμελημένων †. Τῇ γὰρ ἡμέρᾳ ἐκείνῃ ἐκβαλεῖ ἄνθρωπος τὰ βδελύγματα αὐτοῦ, τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ, ἃ ἐποίησαν ἑαυτοῖς εἰς τὸ προσκυνεῖν τοῖς ματαίοις αὐτῶν καὶ ταῖς νυκτερίσι, τοῦ εἰσελθεῖν εἰς τὰς στερεὰς πέτρας καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν ἀπὸ προσώπου τοῦ φόβου Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν. Ἱκανῶς αὐτοὺς ἐκωμῴδησε, δεικνὺς μετὰ τῶν θεῶν κρυπτομένους καὶ εἰς τὴν γῆν καταδυομένους καὶ οὐδὲ τὴν πολυτέλειαν τῆς ὕλης ἀρκέσαι τι δυναμένην πρὸς τὴν ἐπικειμένην συμφοράν. Νυκτερίδας δὲ ἐκάλεσε τὰ εἴδωλα, ἢ διὰ τὴν ἀσθένειαν ἢ διὰ τὸ τῆς πλάνης