21
ἕκαστος εἴποι ἂν τῶν εὐσεβῶν περιπε σὼν συμφορᾷ, καὶ ὁ Ἰωσὴφ δουλείαν καὶ μοιχείαν καὶ συκοφαντίαν φυγὼν, καὶ ὁ ∆ανιὴλ εὔξασθαι κωλυθεὶς, καὶ οἱ τρεῖς ἐκεῖνοι παῖδες προσκυνῆσαι καταναγκαζό μενοι τὴν εἰκόνα, καὶ οἱ νικηφόροι μάρτυρες παντοδαπῆς τιμωρίας ὑπομείναντες εἴδη. Εἰκότως δὲ ταῦτα ἔφη ὁ μακάριος ∆αυῒδ, ἐξελαθεὶς μὲν ὑπὸ τοῦ Σαοὺλ, ἀλλο φύλοις δὲ καὶ δυσμενέσιν ἀνθρώποις συνδιάγειν ἀναγκα ζόμενος. Ἐκοινώνησε γὰρ ἂν τῆς ἀσεβείας, εἰ μὴ τῶν θείων νόμων συμπεριέφερε τὴν μελέτην· διὸ καὶ ἐπιφέ ρει· Εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάθωμαι τῶν δικαιωμά των σου, ὅτι ἐν αὐτοῖς ἔζησάς με. Μακάριος οὗτος, ὃς τὴν φωνὴν ταύτην ἐν ἀληθείᾳ ἀναπέμπει πρὸς τὸν Θεὸν, καὶ ἐν τοῖς δικαιώμασιν αὐτοῦ βιοῖ ἐν τῷ κόσμῳ τούτῳ. Ὁ γὰρ ἁμαρτωλὸς οὐ δύναται εἰπεῖν, Εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάθωμαι τῶν δικαιωμάτων σου, παραβαίνων τὰς ἐντολὰς τοῦ Θεοῦ· τῇ γὰρ πείρᾳ μαθὼν ὁ προ φήτης λέγει, ὅτι ζωὴν τὰ σὰ δικαιώματα φύει, καὶ ἄσβε στον τούτων διατηρήσω τὴν μνήμην. Σός εἰμι ἐγὼ, σῶσόν με, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα. Εἰς διάφορα προσυπακούεται τὸ, Σός εἰμι· σὸς γάρ εἰμι δοῦλος, σὸς θεράπων, σὸς κατὰ χάριν υἱός. Εἴ τις οὖν θαῤῥεῖ φυλάττειν τὰς ἐντολὰς τοῦ Θεοῦ, αὐτὸς λέγει· Σός εἰμι ἐγὼ, σῶσόν με. ∆ιὰ τί; Ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα. Οἱ γὰρ τὰ τοῦ ἐναντίου ἔργα ποιοῦντες, οὐκ ἐκζητοῦσι τὰς ἐντολὰς, καὶ οὐ δύνανται εἰπεῖν· Σός εἰμι ἐγὼ, σῶσόν με. Οὐ πάντες τοίνυν ταύτῃ κεχρῆσθαι δυνάμεθα τῇ φωνῇ. Ψεύδεται γὰρ τῆς ἁμαρτίας ὁ δοῦλος, τοῦ Θεοῦ ἑαυτὸν ὀνομάζων. Ὧ γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλωται. Ἐὰν τοίνυν ἐκείνης ἀπαλλαγέντες, τοὺς θείους προελώμεθα νόμους, ταύτῃ κεχρῆσθαι δυνά μεθα τῇ φωνῇ. Ἐμὲ ὑπέμειναν ἁμαρτωλοὶ, τοῦ ἀπολέσαι με· τὰ μαρτύριά σου συνῆκα. Τὸ, Ὑπέμειναν, Προσεδόκησαν ὁ Σύμμαχος καὶ ὁ Θεοδοτίων εἰρήκασιν. Ἐκεῖνοι μὲν οὖν ἤλπισαν παραδοῦναί με θανάτῳ· ἐγὼ δὲ τοῖς σοῖς προσέχων μαρτυρίοις, τὴν ἐντεῦθεν ἐκαρπω σάμην ζωήν. Πολλαχῶς δὲ οἱ ἐν ἁμαρτίαις ζῶντες, κατ επανίστανται τῶν δικαίων, μὴ προσδοκῶντες τὴν κρίσιν καὶ ἀνταπόδοσιν, μηδὲ ἰσόῤῥοπον δίκην τῆς κακίας αὐ τῶν, ἔχοντες βέβαια τὰ παρόντα, ἐξ ἀδικίας συνάγοντες πλοῦτον, ἐξ ἀλλοτρίων κατασπαταλῶντες· οἱ δὲ δίκαιοι τὰ μαρτύρια τοῦ Θεοῦ ἐκζητοῦσι, καὶ εἴ τι ἂν γένηται εἰς αὐτοὺς, οὐ παρεκτρέπονται ἐκ τῶν ἐντολῶν αὐτοῦ. Πάσης συντελείας εἶδον πέρας· πλατεῖα ἡ ἐντολή σου σφό δρα. Ὁ δὲ Σύμμαχος οὕτω· Πάσης κατασκευῆς εἶδον πέρας· εὐρύχωρος ἡ ἐντολή σου σφόδρα. Πάντα, φησὶ, τὰ ἀνθρώπινα, καὶ πλοῦτος καὶ περιουσία καὶ δυναστεία, ἡγεμονίαι καὶ στρατηγίαι, τυραννίδες καὶ βασιλεῖαι, τέλος ἔχουσι, καὶ τέλος ταχύ· ἡ δὲ σὴ ἐντολὴ πλατεῖά ἐστι καὶ ἀνώλεθρος, καὶ τοῖς φυλάττουσιν αὐτὴν προξενεῖ τὸν ἀπέραντον καὶ αἰώνιον πλοῦτον καὶ τὰ ἀγαθὰ τὰ μηδεμίαν μεταβολὴν δεχόμενα. Αὐτοὶ μὲν γὰρ οἱ ἁμαρτωλοὶ πλουτοῦντες καὶ εὐφραινόμενοι ἐν τῷδε. τῷ βίῳ, καὶ ἐν εὐημερίᾳ παρερχόμενοι καὶ δυναστείᾳ, τέλος λογίζονται εἶναι τῶν ἀγαθῶν τὰ παρόντα· ὁ δὲ προφήτης οὐχ οὕτως, ἀλλὰ ψάλλει· Πάσης συντελείας εἶδον πέρας· ἡ ἐντολὴ τοῦ Θεοῦ πλατεῖά ἐστι σφόδρα, 55.694 καὶ διαμένει εἰς τὸν αἰῶνα, καὶ τὴν ἀντίδοσιν ἔχει τῶν αἰωνιζόντων ἀγαθῶν. Ὡς ἠγάπησα τὸν νόμον σου, Κύριε! Ὅλην τὴν ἡμέραν μελέτη μού ἐστιν. Οὐ πᾶς ὁ τὸν θεῖον νόμον πληρῶν, ἀγαπῶν τοῦτον πληροῖ· ἀλλ' οἱ μὲν δέει καὶ φόβῳ τῆς τιμωρίας, οἱ δὲ δόξαν τὴν παρὰ ἀνθρώπων θη ρώμενοι· οἱ δὲ γνήσιοι τῆς ἀρετῆς ἐρασταὶ τῇ περὶ τὰ ἀγαθὰ διαθέσει πληροῦν ἐπείγονται τὰ θεῖα προστάγματα. Προσέχωμεν οὖν, ἀδελφοὶ, τοῖς λεγομένοις. Ὅλην τὴν ἡμέραν μελετᾷν προστάσσει ἡμῖν τὸν θεῖον νόμον καὶ τὰς ἐντολὰς τοῦ Θεοῦ· καὶ ἡμεῖς δύο ὥρας ἢ τρεῖς οὐκ ἀκροώμεθα θείας ἀναγνώσεως, δι' ἧς ὁ βίος ἡμῶν κατορθοῦται. Εἰσὶ γάρ τινες, οἳ δίκην ἀσπίδος κωφῆς κλείουσι τὰ ὦτα αὐτῶν, καὶ ὑποχωροῦσι, μὴ ἀκοῦσαι θέλοντες θείων λόγων καὶ