21
Θεοῦ ἡ σωτήριος. Οἱ Θεοῦ διδασκάλου τυγχάνοντες, πῶς οὐκ ἂν εἶεν εἰκότως τοιοῦτοι, οἵους ἄρτι διῆλθον ἐγὼ, μυρίων ἁμαρτημάτων λύσιν εὑρόντες; Ἴστε γὰρ ὅτι μετὰ τῶν ἄλλων καὶ τοῦτο οὐχ ὡς ἔτυχεν ἐντρέπει καὶ συστέλλει ψυχὴν, τὸ μυρίων ἁμαρτημάτων οὖσαν ὑπεύθυνον, μὴ δίκην δοῦναι, ἀλλὰ συγγνώμης τυχεῖν καὶ μυρίων ἀγαθῶν. Εἰ γάρ τις, εἰπέ μοι, τὸν μυρία προσκρούσαντα οἰκέτην λαβὼν, μὴ κατατείνοι ἱμᾶσιν, ἀλλ' ἐπ' ἐκείνοις μὲν συγγνώμην παράσχοι, ὑπὲρ δὲ τῶν μελλόντων αὐτὸν ἀπαιτοίη εὐθύνας, καὶ φυλάττεσθαι παρα 62.689 κελεύοιτο, ὥστε μὴ τοῖς αὐτοῖς περιπεσεῖν, καὶ δωρεαῖς μεγάλαις τιμήσειε· τίνα οὐκ ἂν οἴεσθε ἐντρέψαι τὴν τοσαύτην χάριν ἀκούοντα; Ἀλλὰ μὴ νομίσῃς, ὅτι ἡ χάρις μέχρι τῆς τῶν προτέρων συγχωρήσεως ἵσταται, ἀλλὰ καὶ εἰς τὸ μέλλον ἡμᾶς ἀσφαλίζεται· καὶ γὰρ καὶ τοῦτο χάριτος. Ἐπεὶ εἰ μέλλοι ἀεὶ κακῶς πράττοντας μὴ κολάζειν, οὐκέτι τὸ πρᾶγμα χάρις ἐστὶν, ἀλλὰ προτροπή τις εἰς λύμην καὶ διαφθοράν. Ἐπεφάνη γὰρ, φησὶν, ἡ χάρις τοῦ Θεοῦ παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ὅρα πῶς μετὰ τῶν ἐπάθλων τίθησι καὶ τὴν ἀρετήν. Καὶ τοῦτο χάριτος, τὸ ἀπαλλάξαι τῶν βιωτικῶν, τὸ πρὸς τὸν οὐρανὸν ἀγαγεῖν. ∆ύο δείκνυσιν ἐνταῦθα ἐπιφανείας· καὶ γὰρ εἰσὶ δύο, ἡ μὲν προτέρα χάριτος, ἡ δὲ δευτέρα ἀνταποδόσεως καὶ τοῦ δικαίου. Ἵνα ἀρνησάμενοι, φησὶ, τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας. Ἰδοὺ πάσης τῆς ἀρετῆς ἡ ὑπόθεσις. Οὐκ εἶπεν, Ἵνα φευξώμεθα, ἀλλ', Ἵνα ἀρνησάμενοι. Ἡ ἄρνησις πολλὴν δείκνυσι τὴν διάστασιν πολὺ τὸ μῖσος, πολλὴν τὴν ἀποστροφήν· μεθ' ὅσης διαθέσεως, μεθ' ὅσης σπουδῆς τὰ εἴδωλα ἀπεστράφησαν, μετὰ τοσαύτης καὶ τὴν κακίαν αὐτὴν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, φησί. Καὶ γὰρ καὶ ταῦτα εἴδωλα, κοσμικὴ ἐπιθυμία καὶ πλεονεξία, καὶ ταύτην εἰδωλολατρείαν ὀνομάζει· καὶ ὅσα πρὸς τὸν παρόντα βίον ἡμῖν χρησιμεύει, κοσμικαί εἰσιν ἐπιθυμίαι· πάντα ὅσα ἂν τῷ παρόντι βίῳ συγκαταλύεται, κοσμική ἐστιν ἐπιθυμία. Μηδὲν τοίνυν πρὸς ταύτας ἔχωμεν. Ἦλθεν ὁ Χριστὸς, ἵνα ἀρνησώμεθα τὴν ἀσέβειαν. Ἀσέβειαν τὰ δόγματά φησι, καὶ κοσμικὰς ἐπιθυμίας τὸν βίον τὸν ἐναγῆ. Σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν, ἐν τῷ νῦν αἰῶνι. βʹ. Ὁρᾷς ὅτι, ὅπερ ἀεὶ λέγω, σωφροσύνη οὐ τοῦτο μόνον ἐστὶ, τὸ πορνείας ἀπέχεσθαι, ἀλλὰ καὶ τὸ τῶν λοιπῶν παθῶν ἐκτὸς εἶναι; Ἄρα καὶ ὁ χρημάτων ἐρῶν, οὐ σώφρων. Ὥσπερ γὰρ ἐκεῖνος σωμάτων, οὕτω καὶ οὗτος χρημάτων· μᾶλλον δὲ οὗτος ἀκολαστότερος, ὅσῳ οὐδὲ τοσαύτην ἔχει βίαν τὴν ὠθοῦσαν αὐτόν. Καὶ γὰρ ἡνίοχος ἐκεῖνος ἀκρατὴς μάλιστα ἂν λέγοιτο, οὐχ ὁ τὸν τραχὺν καὶ δυσήνιον μὴ κατέχων ἵππον, ἀλλ' ὁ τὸν ἠρέμα ἐπιεικέστερον μὴ δυνάμενος ὑποτάξαι. Τί δὲ, φησίν; ἡ τῶν χρημάτων ἐπιθυμία τῆς τῶν σωμάτων ἐλάττων; Παντί που δῆλον, καὶ πολλαχόθεν τοῦτο δείκνυται· καὶ πρῶτον μὲν, ὅτι ἀναγκαίως γέγονεν ἡ τῶν σωμάτων ἐπιθυμία· τὸ δὲ ἀναγκαίως γεγονὸς δῆλον ὅτι καὶ μετὰ πολλοῦ κατορθοῦται τοῦ πόνου, ἐπεὶ καὶ ἐνεσπάρη τῇ φύσει. ∆εύτερον, ὅτι χρημάτων μὲν οὐ πολὺς τοῖς παλαιοῖς λόγος, γυναικῶν δὲ πολὺς σωφροσύνης ἕνεκεν· καὶ γυναικὶ μὲν συγγενομένῳ κατὰ νόμον οὐδεὶς ἂν μέμψαιτο μέχρι γήρως, χρηματιζομένῳ δὲ πάντες. Καὶ τῶν ἔξωθεν φιλοσόφων πολλοὶ χρημάτων μὲν κατεφρόνησαν, γυναικῶν δὲ οὐκέτι· οὕτω τοῦτο ἐκείνου τυραννικώτερον. Ἀλλ' ἐπειδὴ πρὸς τὴν Ἐκκλησίαν ἡμῖν ὁ λόγος, μὴ ἀπὸ τῶν ἔξωθεν φέρωμεν τὰ ὑποδείγματα, ἀλλὰ ἀπὸ τῶν Γραφῶν. Τοῦτο μὲν οὖν καὶ ἐν ἐπιτάγματος σχεδὸν μέρει 62.690 τίθησιν ὁ μακάριος οὗτος οὕτω λέγων, Ἔχοντες