1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

21

κατορθωμάτων ὑπόθεσις; Οὐκ ἀνήνεγκε τὸ παιδίον, τὸν καρπὸν τοῦ γάμου; οὐκ ἐγένετο καὶ πατὴρ καὶ φιλόθεος; οὐκ ἦν ἰδεῖν ἱερέα ἐξ οἰκείων σπλάγχνων γενόμενον; ἱερέα καὶ πατέρα; φύσιν νικωμένην καὶ εὐλάβειαν κρατοῦσαν; σπλάγχνα πατούμενα καὶ κατορθώματα εὐσεβῆ περιγινόμενα; καὶ τὸν πατέρα λυόμενον καὶ φιλόθεον στεφανούμενον; οὐκ εἶδες ὅλον φιλόπαιδα καὶ φιλόθεον; μήτι ἐκώλυσεν ὁ γάμος; Τί δαί; ἡ μήτηρ τῶν Μακκαβαίων οὐχὶ γυνὴ ἦν; οὐχὶ ἑπτὰ δέδωκεν παῖδας τὸν χορὸν τῶν ἁγίων; οὐκ εἶδεν αὐτοὺς μαρτυρήσαντας; οὐχ εἱστήκει καθάπερ ὄρος μὴ σαλευομένη; οὐχ εἱστήκει καθ' ἕκαστον αὐτῶν μαρτυροῦσα, καὶ μήτηρ μαρτύρων καὶ ἑπτάκις ἐμαρτύρησεν; Βασανιζομένων γὰρ ἐκείνων, αὐτὴ τὴν πληγὴν ἐδέχετο. Οὐδὲ γὰρ ἀπαθῶς οὕτω τὰ γινόμενα ἔφερεν· μήτηρ γὰρ ἦν καὶ τῆς φύσεως ἡ ὕβρις τὴν οἰκείαν δύναμιν ἐπεδείκνυτο· ἀλλ' οὐκ ἐνικᾶτο. Θάλασσα γὰρ ἦν καὶ κύματα· ἀλλ' ὥσπερ ἡ θάλασσα μαινομένη καταλύεται, οὕτω καὶ ἡ φύσις ἐγειρομένη τῷ φόβῳ τοῦ Θεοῦ ἐχαλινοῦτο. Πῶς αὐτοὺς ἤλειψεν; πῶς αὐτοὺς ἔθρεψεν; πῶς ἑπτὰ ναοὺς τῷ Θεῷ παρέστησεν, ἀνδριάντας χρυσοῦς, μᾶλλον δὲ καὶ χρυσοῦ τιμιωτέρους; 4.3 Οὐδὲ γὰρ τοιοῦτον ἀπολάμπει χρυσός, οἷον ψυχὴ μαρτύρων. Εἱστήκει ὁ τύραννος καὶ ὑπὸ μιᾶς γυναικὸς ἡττώμενος ἀνεχώρει. Ἐκεῖνος ὅπλοις ἐπολιόρκει καὶ αὕτη προθυμίᾳ περιεγένετο· ἐκεῖνος κάμινον ἀνῆψεν καὶ αὕτη τὴν ἀρετὴν τοῦ Πνεύματος· ἐκεῖνος στρατόπεδον ἐκίνει καὶ αὕτη πρὸς ἀγγέλους μεθωρμίζετο· ἑώρα κάτω τὸν τύραννον καὶ ἐνενόει τὸν ἄνω βασιλεύοντα· ἑώρα τὰς κάτω βασάνους καὶ ἠρίθμει τὰ ἄνω βραβεῖα· ἑώρα τὴν παροῦσαν κόλασιν καὶ ἐνενόει τὴν μέλλουσαν ἀθανασίαν. [∆ιὸ καὶ ὁ Παῦλος ἔλεγεν· "Μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα."] Μή τι κώλυμα ὁ γάμος ἐγένετο; Τί δαὶ ὁ Πέτρος, ἡ κρηπὶς τῆς Ἐκκλησίας, ὁ μανικὸς ἐραστὴς τοῦ Χριστοῦ, ὁ ἀπαίδευτος τῷ λόγῳ καὶ ῥητόρων περιγενόμενος, ὁ ἀμαθὴς καὶ φιλοσόφων ἀποφράξας στόματα, ὁ τὴν ἑλληνικὴν θρησκείαν καθάπερ ἀράχνην διαλύσας, ὁ τὴν οἰκουμένην περιδραμών, ὁ σαγηνεύσας τὴν θάλασσαν καὶ ἁλιεύσας τὴν οἰκουμένην, οὐκ εἶχε καὶ οὗτος γυναῖκα; Ναί, εἶχεν. Ὅτι δὲ ἔσχεν, ἄκουσον τοῦ εὐαγγελιστοῦ. Τί δέ φησιν; "Εἰσῆλθεν ὁ Ἰησοῦς πρὸς τὴν πενθερὰν Πέτρου πυρέσσουσαν." Ὅπου πενθερά, ἐκεῖ καὶ γυνή· ὅπου γυνή, ἐκεῖ καὶ γάμος. Τί δαὶ ὁ Φίλιππος; οὐ τέσσαρας θυγατέρας εἶχεν; Ὅπου δὲ τέσσαρες θυγατέρες, ἐκεῖ καὶ γυνὴ καὶ γάμος. Τί τοίνυν ὁ Χριστός; Ἀπὸ παρθένου μέν, ἀλλ' εἰς γάμον παρεγένετο καὶ δῶρον εἰσήνεγκεν· "Οὐκ ἔχουσιν γάρ, φησίν, οἶνον"· καὶ τὸ ὕδωρ οἶνον ἐποίησεν, τῇ παρθενίᾳ τὸν γάμον τιμῶν, τῇ δωρεᾷ τὸ πρᾶγμα θαυμάζων· ἵνα μὴ βδελύσσῃ τὸν γάμον, ἀλλὰ μισῇς τὴν πορνείαν. Τῷ ἐμῷ κινδύνῳ ἐγγυῶμαί σου τὴν σωτηρίαν, κἂν γυναῖκα ἔχῃς. Πρόσεχε σεαυτῷ. Γυνὴ ἐὰν εὔχρηστος ᾖ, βοηθός σού ἐστιν. Τί οὖν ἂν μὴ ᾖ εὔχρηστος; Ποίησον αὐτὴν εὔχρηστον. Μὴ οὐκ ἐγένοντο καλαὶ γυναῖκες καὶ κακαί, ἵνα μὴ ἔχῃς πρόφασιν; Ποταπὴ ἡ τοῦ Ἰὼβ ἦν; Ἡ δὲ Σάρρα καλὴ ἦν. ∆είξω σοι γυναῖκα φαύλην καὶ πονηράν. Οὐκ ἔβλαψεν τὸν ἄνδρα ἡ γυνὴ τοῦ Ἰώβ· πονηρὰ ἦν καὶ φαύλη καὶ γὰρ βλασφημεῖν αὐτῷ συνεβούλευσεν. Τί οὖν; ἔσεισεν τὸν πύργον; κατήνεγκεν τὸν ἀδάμαντα; περιεγένετο τῆς πέτρας; ἐξέκρουσεν τὸν στρατιώτην; διέτρησεν τὸ σκάφος; ἐξερρίζωσεν τὸ δένδρον; Οὐδὲν τούτων· ἀλλ' ἐκείνη προσέκρουσεν, καὶ ὁ πύργος ἀσφαλέστερος ἐγίνετο· αὐτὴ τὰ κύματα ἤγειρεν, καὶ τὸ πλοῖον οὐ κατεποντίζετο, ἀλλ' ἐξ οὐρίας ἔπλεεν· ὁ καρπὸς αὐτοῦ ἐτρυγήθη, καὶ τὸ δένδρον οὐκ ἐσαλεύθη· τὰ φύλλα ἔπεσεν, καὶ ἡ ῥίζα ἔμενεν ἀσάλευτος. Ταῦτα λέγω, ἵνα μηδεὶς προφασίσηται κακίαν γυναικός. Φαύλη ἐστίν; ∆ιόρθωσον αὐτήν. Ἀλλά, φησίν, ἀπὸ παραδείσου με ἐξέβαλεν. Ἀλλὰ καὶ εἰς οὐρανούς σε ἀνήνεγκεν. Ἡ αὐτὴ μὲν φύσις,