1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

21

ποιούμενοι· οὐ γὰρ ἡμέτερα τὰ λεγόμενα, ἀλλὰ τῆς τοῦ Πνεύματος χάριτος τῶν ῥᾳθυμοτέρων τὴν νωθρίαν διεγειρούσης, ὥστε μηδὲν παρατρέχειν ἁπλῶς. Εἰκότως ἄρα ὑπατείαν πνευματικὴν ἐκαλέσαμεν τὴν ἀποστολήν. Ἄρχοντες γάρ εἰσιν ὑπὸ Θεοῦ χειροτονηθέντες οἱ ἀπόστολοι· ἄρχοντες, οὐκ ἔθνη καὶ πόλεις διαφόρους λαμβάνοντες, ἀλλὰ πάντες κοινῇ τὴν οἰκουμένην ἐμπιστευθέντες. Καὶ ὅτι ἄρχοντές εἰσι πνευματικοὶ, καὶ τοῦτο ἀποδεῖξαι πειράσομαι, ἵνα μετὰ τὴν ἀπόδειξιν μάθητε, ὅτι τοσούτῳ βελτίους εἰσὶν οἱ ἀπόστολοι τῶν ἀρχόντων τῶν βιωτικῶν, ὅσῳ αὐτοὶ οἱ βιωτικοὶ ἄρχοντες τῶν παίδων τῶν παιζόντων ἀμείνους εἰσί. Πολὺ γὰρ μείζων αὕτη ἐκείνης ἡ ἀρχὴ, καὶ μᾶλλον τὴν ἡμετέραν συνέχει ζωὴν, καὶ ταύτης ἀρθείσης πάντα οἴχεται καὶ διαλέλυται. Τί ποτ' οὖν ἐστιν ἀρχῆς σύμβολον, καὶ τίνα ἔχειν τὸν ἄρχοντα χρή; ∆εσμωτηρίου ἐξουσίαν, ὥστε τοὺς μὲν δῆσαι, τοὺς δὲ λῦσαι, τοὺς μὲν ἐκβάλλειν, τοὺς δὲ ἐμβάλλειν κύριός ἐστιν· ἀφεῖναι πάλιν χρημάτων ὀφλήματα, καὶ τοὺς μὲν ἀπολῦσαι ὄντας ὑπευθύνους, τοὺς δὲ κελεῦσαι ἀποδοῦναι κύριός ἐστιν· εἰς θάνατον πάλιν ἀπαγαγεῖν, καὶ ἀπὸ τοῦ θανάτου καλέσαι· μᾶλλον δὲ τοῦτο ἄρχοντος μὲν οὐκ ἔστι, βασιλέως δὲ μόνον· μᾶλλον δὲ οὐδὲ βασιλέως ὁλόκληρόν ἐστι τὸ 51.94 δῶρον. Οὐ γὰρ ἀπὸ θανάτου καλεῖ τὸν ἀπιόντα, ἀλλ' ἐξ ἀπαγωγῆς μόνον, καὶ ἀπόφασιν μὲν λῦσαι δύναται, ἀπὸ θανάτου δὲ ἀνακαλέσασθαι οὐ δύναται· καὶ τὸ μὲν χεῖρον ἔχει, τοῦ βελτίονος δὲ ἀπεστέρηται. Ἀπὸ τῆς ζώνης δὲ πάλιν δοκιμάζομεν τὸν ἄρχοντα, ἀπὸ τῆς τοῦ κήρυκος φωνῆς, ἀπὸ τῶν ῥαβδούχων, ἀπὸ τοῦ ὀχήματος, ἀπὸ τοῦ ξίφους· ταῦτα γὰρ πάντα ἀρχῆς σύμβολα. Ἴδωμεν τοίνυν καὶ τὴν τῶν ἀποστόλων ἀρχὴν, εἰ ταῦτα ἔχει τὰ σύμβολα· ἔχει μὲν, οὐ τοιαῦτα δὲ, ἀλλὰ πολλῷ βελτίονα, Καὶ ἵνα μάθῃς ὅτι ταῦτα μὲν ὀνόματα πραγμάτων, ἐκεῖνα δὲ ἀλήθεια πραγμάτων· ἵνα μάθῃς τὸ μέσον τῶν παιδίων τῶν παιζόντων ἀρχὰς, καὶ τῶν ἀρχῶν τῶν ἐχόντων τὰς ἀρχάς· καὶ, εἰ βούλεσθε, ἀπὸ τοῦ δεσμωτηρίου πρῶτον ἀριθμήσομεν. Καὶ γὰρ εἰρήκαμεν, ὅτι κύριος τοῦ δῆσαι καὶ λῦσαί ἐστιν ὁ ἄρχων. Ὅρα δὴ ταύτην τὴν ἀρχὴν τοὺς ἀποστόλους ἔχοντας. Ὅσους γὰρ ἂν δήσητε ἐπὶ τῆς γῆς, φησὶν, ἔσονται δεδεμένοι ἐν τοῖς οὐρανοῖς· καὶ ὅσους ἂν λύσητε ἐπὶ τῆς γῆς ἔσονται λελυμένοι ἐν οὐρανοῖς. Εἶδες δεσμωτηρίου, καὶ δεσμωτηρίου ἐξουσίαν· καὶ τὸ μὲν ὄνομα τὸ αὐτὸ, τὸ δὲ πρᾶγμα οὐ τὸ αὐτό. ∆εσμὰ, καὶ δεσμά· ἀλλὰ τὰ μὲν ἐπὶ τῆς γῆς, τὰ δὲ ἐν οὐρανῷ. Οὐρανὸς γάρ ἐστιν αὐτοῖς τὸ δεσμωτήριον. Μάθε τοίνυν τὸ μέγεθος τῆς ἀρχῆς. Ἐπὶ τῆς γῆς καθήμενοι φέρουσι τὴν ψῆφον, καὶ τῆς ψήφου ἡ δύναμις διαβαίνει τοὺς οὐρανούς. Καὶ καθάπερ οἱ μὲν βασιλεῖς καθήμενοι ἐν μιᾷ πόλει ψηφίζονται καὶ νομοθετοῦσιν, ἡ δὲ τῶν ψηφισμάτων καὶ τῶν νόμων δύναμις πᾶσαν διατρέχει τὴν οἰκουμένην· οὕτω καὶ τότε, οἱ μὲν ἀπόστολοι ἐν ἑνὶ τόπῳ καθήμενοι ταῦτα ἐνομοθέτουν· ἡ δὲ τῶν νόμων δύναμις, καὶ τῶν δεσμῶν τούτων, οὐχὶ τὴν οἰκουμένην μόνον διέτρεχεν, ἀλλὰ καὶ εἰς αὐτὸ τὸ ὕψος τῶν οὐρανῶν ἀνέβαινεν. Εἶδες δεσμωτήριον, καὶ δεσμωτήριον· τὸ μὲν ἐπὶ γῆς, τὸ δὲ ἐν οὐρανῷ, τὸ μὲν σωμάτων, τὸ δὲ ψυχῶν· μᾶλλον δὲ καὶ ψυχῶν καὶ σωμάτων· οὐ γὰρ σώματα ἐδέσμουν μόνον, ἀλλὰ καὶ ψυχάς.

εʹ. Βούλει μαθεῖν πῶς κύριοι ἦσαν καὶ ὀφλήματα ἀφεῖναι; Καὶ γὰρ καὶ ἐνταῦθα πολὺ τὸ διάφορον ὄψει· οὐ γὰρ ὀφλήματα χρημάτων, ἀλλ' ὀφλήματα ἁμαρτημάτων ἀφίεσαν· Ὧν γὰρ, φησὶν, ἀφῆτε τὰς ἁμαρτίας, ἀφέωνται αὐτοῖς· καὶ ὧν ἂν κρατῆτε, κεκράτηνται. Τί μετὰ τοῦτο ἀποδεῖξαι χρὴ, ὅτι καὶ εἰς θάνατον ἔπεμπον, καὶ ἀπὸ θανάτου πάλιν ἐκάλουν, οὐκ ἐξ ἀποφάσεως μόνης, καὶ ἀπαγωγῆς, ἀλλὰ καὶ ἐκ θανάτου τοὺς κειμένους ἤδη καὶ διαφθαρέντας ἀνιστῶντες; Ποῦ τοίνυν κατεδίκασαν; ποῦ δὲ ἀπήλλαξαν θανάτου; Ὁ Ἀνανίας καὶ ἡ Σάπφειρα ἱεροσυλίας ἑάλωσαν· εἰ γὰρ καὶ τὰ ἑαυτῶν ἔκλεψαν χρήματα, ἀλλ' ὅμως ἱεροσυλίας τὸ τόλμημα ἦν· μετὰ γὰρ τὴν ὑπόσχεσιν οὐκ ἔτι ἦν αὐτῶν τὰ χρήματα. Τί οὖν ὁ Ἀπόστολος; Ἄκουσον πῶς, καθάπερ ἐν δικαστηρίῳ καθήμενος, τὸν ἱερόσυλον εἰσάγει, καὶ πεῦσιν